Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Καὶ γὰρ Παῦλον (Kωνσταντινουπόλεως δὲ ἐπίσκοπος οὕτος ἠν, τῶν ὀρθῶν προκινδυνεύων δογμάτων) οἱ τῆς Ἀρειανικῆς μετειληχότες νόσου ἐγράψαντο ὡς στάσεως ἀρχηγόν, καὶ ἄλλα τινὰ προσθέντες ἃ συκοφαντεῖν εἰώθασι τῆς εὐσεβείας τοὺς κήρυκας.

ἀλλὰ τοῦτον τηνικαῦτα οὐκ εἴασεν ὁ λεὼς εἰς τὴν Σαρδικην ἀπαχθῆναι, τὰς τῶν ἐναντίων ὀρρωδήσας ἐπιβουλάς. μικρὸν δὲ ὕστερον τὴν κουφοτάτην τοῦ βασιλέως παραπείσαντες γνώμην, τῆς μὲν βασιλευούσης ἐξωστράκισαν πόλεως, μετῴκισαν δὲ εἰς Κουκουσόν· πόλισμα δὲ αὕτη σμικρόν πάλαι μὲν εἰς τὸ Καππαδοκῶν ἔθνος τελοῦν, νῦν δέ γε τῇ Ἀρμενίᾳ τῇ δευτέρᾳ συναριθμούμενον.

ἀλλ’ οὐκ ἀπέχρησε τοῖς πάντα κυκῶσιν ἡ ἐν ἐρημίᾳ τοῦ θαυμασίου Παύλου διατριβή· πέμψαντες γὰρ τῆς μιαιφόνοι γνώμης τοὺς ὑπουργοὺς βιαίῳ θανάτῳ παρέδοσαν. καὶ τοῦτο ἡμὰς ὁ θεῖος ἐδίδαξεν Ἀθανάσιος, ἐν τῇ περὶ τῆς οἰκείας φυγῆς Ἀπολογίᾳ καὶ ταῦτα προστεθεικώς·

»Τὸν γὰρ τῆς Κωνσταντινουπόλεως Παῦλον τὸν ἐπίσκοπον διώ- ξαντες καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασιν ἐν λεγομένῃ Κουκουσῷ τῆς Καππαδοκίας, δήμιον ἐσχηκότες εἰς [*](3 — 12 vgl.Histor. acephala Arian. 2 — — S. 100,2 Athanas.Apol. de fuga sua3) [*](* 17 — S. 100, 2 Niceph. H. Ε. IX 30 — —S. 100, 15 Cass. IV 22) [*](B A HN (n) + G[G von 15 ἐν τῇ an] S (s) = r L + FV (v) = z Tu. W [von 17 Τὸν γὰρ an]) [*](3 ε am Rand A ι Παύλου B ι δὲ > B ι ἐπίσκοπος οὕτος ἢν οὗτοσ ἐπίσκοποσ ἦν nz οὗτοσ ἢν ἐπίσκοποσ S ἐπίσκοποσ ἦν B ι 4 ὀρθοδόξων B, rectis Cass. ι προκινδυνεύων Br προκινδυνεύοντα Az ι 4/5 μετειληφότες B ι 5 στάσεων B, seditionis Cass. ι 6 εἰώθεσαν r ἰωθεῖσαν B, quae calumniatoribus sunt amica Cass. ι τοῦτον] γὰρ τὸ B, quem tarnen Cass. ι 7 εἴασεν ὁ λεὼς] εἴασεν τέως r εἴασεν τέως ὁ λέως z ι 9 βασιλικῆς B ι 10 μετῴκισαν δὲ] καὶ μετῴκισαν z ι κοκκουσὸν B ι πόλισμα B πόλισ///// Α civitatulam Cass. πόλις rz ι σμικρὸν B ///μικρὰ/// (ὰ auf Rasur Ac) A μικρὰ rz ι 11 τελοῦν (σα auf Rasur Ae) Arz ι γε > z ι τῇ > B ι 12 συναριθμούμενον συναριθμουμένη rzAc ι 13 θαυμασίου übergeschrieben Ac ι 15 οἰκείασ BAS ἰδίασ nGz ι 16 καὶ ταῦτα προσςτεθειωσ Am ι 17 ἀθανασίου am Rand A τῆς] δὴ Τ ι Παῦλον τὸν > T ι ἐπίσκοπον παῦλον WAthan. ι 18 εὑρόντες προφανῶς] φυγὴ καταδικάσαντεσ T* ι ἐν = Athan. > BW ι 19 κοκκοτυσῶ B ι Καππαδοκίας] ἀρμενίασ Τ* ι δήμιον ἐσχηκότες εἰς τοῦτο > N und, mit leerem Raum, H ι ἐσχηκότες = Athan. ἔχοντες z)

100
>Φίλιππον τὸν γενόμενον ἔπαρχον· ἢν γὰρ καὶ τῆς αἱρέσεως >προστάτης καὶ τῶν πονηρῶν βουλευμάτων ὑκηρέτης.«

Τοιαύτας μιαιφονίας ἡ Ἀρείου βεβλάστηκε βλασφημία. τῇ γὰρ κατὰ τοῦ μονογενοῦς λύττῃ συμβαίνει τὰ κατὰ τῶν ἐκείνου θεραπόντων τολμήματα.