Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολιορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς ἐκκλησίας τὸν Ἀθανάσιον· ὁ δὲ προμαθὼν τὴν ἐπιβουλὴν ὑπεχώρησε καὶ τὴν Εσπέραν κατείληφε. καὶ γὰρ τῷ Ῥώμης ἐπισκόπῳ (Ἰούλιος δὲ τηνικαῦτα τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν) οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν.

ὁ δὲ τῷ τῆς ἐχ- [*](5—11 vgl. Socrat. II 2, 1—2 — 22—S. 98, 4 vgl. Athanas. 20 f. Socrat. II 11, 6—7) [*](* 1/2 Gelas. Cyzic. III 12, 142b, 10 — 22—S. 98, 8 Cass. IV 6) [*](B A HN (n) + S = r L + FV (v) = z Τ [von 2 κατιδὼν — 21 Ἀθανάσιον]) [*](1 θαμὰ zGel. u. θ übergeschrieben Ae ἅμα Ar ἅμα B, s. S. 70, 3 ι 2 καθειδὼν B ι εὔριπον] εὐρίπιστον T, vgl. εὔριπον Nie. IX 29 und unten II 31, 10 ι τὴν vor τοῦ ~ Τ ι 3 καὶ] καθάπερ rv ι 4 τὸν] τῶ) BS ι 4/5 δέξασθαι B, assumere Cass. ι 7 τούτω LF τούτων V ι καὶ τοῖς > B ι 9 ἴσα BAT ὅμοια rz vor τἀς + καὶ A ι 11 Τούτῳ: δ am Rand BSz ι Τούτῳ — 12 Περίνθιος] συμπράττων εὐσεβίω τε καὶ θεογονίω καὶ θεοδώρω τῶ περινθίω T* ι συνεργοὶ B θεόγ///νιοσ Α θεόγνιοσ LV Theognius Cass. Codd. LP ι 12 nach Περίνθιος + gestrichen A ι 13 καὶ > Τ ι συγγέγραφεν Α ι 14 οὗτοι BrzTCass. οἱ αὐτοὶ A ι 15 vor τὼ· + καὶ Arz ι 19 δ am Rand A ι 20 τῆς ἐκκλησίας ἐξελάσαι ~ z ι 22 nach γὰρ + καὶ B ι 23 ἐκείνην > B ι nach περὶ + τὸν nF)

98
κλῄσας ἑπόμενος νόμῳ, καὶ αὐτοὺς καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσε καὶ τὸν θεῖον Ἀθανάσιον εἰς τὴν δίκην ἐκάλεσε.

καὶ οὗτος μὲν ἐξώρμησεν εὐθὺς τὴν κλῆσιν δεξάμενος· οἱ δὲ τὸ δρᾶμα συντεθεικότες εἰς μὲν τὴν Ῥώμην οὐκ ἀπῆλθον, εὐφώρατον εἰδότες τὸ ψεῦδος, ἔρημα δὲ τοῦ νομέως τὰ πρόβατα θεασάμενοι λύκον αὐτοῖς ἀντὶ ποιμένος ἐπέστησαν· Γρηγόριος δὲ τούτῳ ὄνομα ἠν. ἓξ δὲ ἔτη θηρίων ἀγρίων ὠμότερον τῇ ποίμνῃ χρησάμενος, δίκας ἔτισε τῆς πονηρίας, ὑπ’ αὐτῶν πικρῶς διαφθαρεὶς τῶν προβάτων.