Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, [*](1 vgl. Theodoret. Haeret. Fabul. IV 3 PG 83, 417 A — —18 vgl. Nicetas Thesaur. V 30 PG 139, 1390 C [aus Theodor von Mopsuestia] — —14 vgl. Joh. Chrys. In S. Eustath. 4 PG 50, 604 unten) [*](* 15—18 Georg. Mon. 536, 14) [*](B A HN (n) + GS (s) = r L + FVR (v) = z T) [*](2 ἐγκατηλέγη Α κατελέγη B ι 3 ἀσπαζόμενοι (ἀσπ und οἱ auf Rasur Ac) ι προμαχοῦντες rv ι 4 τοῦ > T ι 5 nach φήσαντες + τὸν ἀέτιον B, Cass. wie im Text ι ἐκτραφέντα B ι 8 ἐκκλησιαστικῆς] ἀποστολικῆσ B apostolica Cass. ι ἀποστήσεσθαι] ἔσεσθαι Α ἀποστῇ Am ι 9 ποιήσεσθαι s ι τυρευόμενα) τυδευόμενα Β τυρανεύματα s ι Α ι 10 γε > BA ι 11 αὐτῶν Τ ι ἠξίουν T ι 13 λαῷ δὲ ~ Τ ι 15 τοὺς τῶν — 16 ᾄδειν nach μελῳδίαν ~ T, Cass. wie im Text ι 16 ἅδειν] ἄγειν n ι μελῳδίαν ///////// Α ι 17 πάντοσε = Georg.] πανταχόσε B ι 19 ἀγείροντες A ι παννυχὶ z παννυχὶ Τ ι ἐτέλουν n ι 23 παρ’ αὐτῶν > T, ab eis Cass.)

155
καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες.

Τὸν μέντοι Λεόντιον οὐδὲν ἔπεισε κολάσαι τὴν πονηρίαν. ἀλλὰ τὸ τῆς ἐπιεικείας περιθέμενος προσωπεῖνον καὶ Στεφάνου καὶ Φλακίτου τὴν βδελυρίαν ἀπέκρυψε.

τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἡσπάζοντο βίον, τοῖς τῶν καὶ διακόνων ἐγκατέλεγε τάγμασι, τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους τῶν τε ἀποστολικῶν δογμάτων ἀντεχομένους ἀγεράστους κατέλειπε.

τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας. τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων. οὐδὲ γὰρ οἱ τὰς διδα- σκαλίας προσφέροντες γυμνοῦν ἐθάρρουν τὴν βλασφημίαν. ὅσα μὲν οὖν Φλάκιτος καὶ Στέφανος καὶ Λεόντιος δυσσεβῆ καὶ παράνομα ἐν Ἀντιοχείᾳ δεδράκασι, συγγραφῆς μὲν οἰκείας δεῖται διὰ τὸ πλῆθος, τῆς δὲ τοῦ Δαβὶδ θρηνῳδίας διὰ τὸ μέγεθος.

καὶ περὶ τούτων γὰρ λέγειν χρή· »ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. εἶπον· δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι«. ἡμεῖς δὲ τὰ λοιπὰ τῆς ἱστορίας συγγράψωμεν.