Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβεν. δύο δὲ διεληλυθότων ἐτῶν ὁ μὲν Κωνστάντιος εἰς τὴν Ῥώμην ἀφίκετο· αἱ δὲ τῶν ἐν τέλει καὶ ἀξιωμάτων ὁμόζυγοι τοὺς ἄνδρας ἐλιπάρουν ἱκετεῦσαι τὸν Κωνστάντιον ἀποδοῦναι τὸν νομέα τῇ ποίμνῃ, φάσκουσαι εἰ μὴ πείσαιεν, αὐτοὺς μὲν καταλείψειν, πρὸς δὲ τὸν μέγαν ἐκεῖνον δραμεῖσθαι ποιμένα.

οἱ δὲ ἔφασαν δεδιέναι τὸν βασιλέως θυμόν· »ανδρας γὰρ ὄντας οὐδεμιᾶς ἴσως ἀξιώσει συγγνώμης, ὑμῖν δὲ ἀντιβολούσαις φειδοῦς δήπουθεν μεταδώσει καὶ δυοῖν θάτερον ἢ τὴν ἱκετηρίαν δέξεται, ἢ μὴ πειθόμενος ἀπαθεῖς ἀποπέμψει«. ταύτην δεξάμεναι τὴν εἰσήγησιν αἱ ἐξιέπαινοι γυναῖκες μετὰ τῆς συνήθους πολυτελείας προσῆλθον τῷ βα- [*](* 1—3 Synax. 927, 49 — 12—S. 137, 21 Cass. V 18 — 13—S. Polydeukes 344, 18) [*](Α HN (n) + GS (s) = r B2L + FVR (v) = z Τ) [*](1 δὲ B2TΣ ausradiert A > rLvCass. ι αὐτῷ nach Οολοκοτίνους ~ A 1/2 ὁλοκοτίνουσ ArB2FRmT χρυσίνουσ LVRSynax. am Rand Ac ι 2 προσκομίσαντι] προκομίσαντι Β2 κομίσαντι ASozom. IV 11, 10 deferenti Cass. ι 3 γὰρ As ι 4 αὐτῷ τὰ αὐτά] αὐτὰ τῶ αὐτῶ r ι 5 αὐτῶν = Σ > Β2Cass. ι 6 ὁ βασιλεὺς vor χρείαν ~ Β2Cass. Σ ι ἔχει sB2 ι 7 αὐτῶν1] τούτων Β2 ι 8 προσφέρει ~ T, obtulit ei Cass. ι 9 αὐτοὶ εἶπεν ~ sB2LFR ι καὶ Ac ι 10 ἐλεημοσύνην Am 12 ιζ am Rand HSS ι 13 προτετάχθη Β2 ι 14 ἀξιωμάτων XNsz ἀξιωματικῶν T ἀξιώμασιν K senatorum Cass. συγκλητικῶν Σ, man erwartet ἀξιωτάτων wie in den ähnlichen Fällen, s. Register ι 15 = Cass. Σ] ἐκλιπαροῦσαι παρεκάλουν B2 ι 16 εἰ] ὡσ εἰ Τ ι πείσοιεν r πείσειεν L ι 17 καταλεῖψαι rL καταλιπεῖν T ι μέγα Τ ι διαδραμεῖσθαι r ι 18 τὸν βασιλέως θυμόν = Σ > r ι θυμόν //// A ι 20 δυεῖν A ἱκετείαν A ι δέξηται AsB2FR ι 21 ἐκπέμψει Τ 1 ταύτην = Cass.] ταύτην δὲ Τ)

137
σιλεῖ, ὅπως περιφανεῖς ἐκ τῆς ἐσθῆτος ὑπολαβὼν αἰδοῦς αὐτὰς καὶ φειδοῦς ἀξιώσῃ.

οὕτω δὲ προσελθοῦσαι ἱκέτευον οἰκτεῖραι πόλιν τοσαύτην ποιμένος ἐστερημένην καὶ ταῖς τῶν λύκων ἐπιβουλαῖς εὐάλωτον γενομένην. ὁ δὲ ἔφη μὴ δεῖσθαι νομέως ἑτέρου τὴν πόλιν, ποιμένα δὲ ἔχειν προμηθεῖσθαι δυνάμενον. καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις τῶν ἐκείνου (Φίλιξ τούτῳ ἢν), ὃς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διεφύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει.

οὐδεὶς μέντοι τῶν οἰκούντων τὴν Ῥώμην εἰς εὐκτήριον εἰσελήλυθεν οἶκον ἔνδον ὄντος ἐκείνου· τοῦτο δὲ καὶ αἱ γυναῖκες ἔφασαν ἐκεῖναι τῷ βασιλεῖ. οὑ δὴ χάριν ἐπικαμφθεὶς προσέταξε μὲν τὸν πάντα ἄριστον ἐκεῖνον ἐπανελθεῖν, κοινῇ δὲ ἀμφοτέρους τὴν ἐκκλησίαν ἰθύνειν.

τούτων ἐν τῷ ἱπποδρόμῳ τῶν γραμμάτων ἀναγνωσθέντων, ἐξεβόησε τὸ πλῆθος, δικαίαν εἶναι λέγον τοῦ βασιλέως τὴν ψῆφον· διχῆ γὰρ διῃρῆσθαι τοὺς θεατὰς ἀπὸ τῶν χροιῶν τὰς ἐπωνυμίας ἔχοντας, καὶ χρῆναι τὸν μὲν τούτων, τὸν δὲ ἐκείνων ἡγεῖσθαι.

οὕτω κωμῳδήσαντες τοῦ βασιλέως τὰ γράμματα κοινὴν ἀφῆκαν φωνήν· »εἷς θεός εἷς Χριστός, εἶς ἐπίσκοπος«. αὐτὰς γὰρ θεῖναι τὰς φωνὰς ὑπέλαβον δίκαιον.

μετὰ ταύτας τοῦ φιλοχρίστου δήμου τὰς εὐσεβείᾳ καὶ δικαιούνῃ κοσμουμένας βοὰς ἐπανῆκε μὲν Λιβέριος ὁ θεσπέσιος, ὁ δὲ Φίλιξ ὑποχωρήσας ἑτέραν ᾤκησε πόλιν. ταῦτα τοῖς ἐν Μεδιολάνῳ τοῖς ἐπισκόποις συμβεβηκόσι συνῆψα, τὴν τοῦ διηγήματος ἁρμονίαν φυλάττων. ἐπὶ δὲ τὴν τῶν γεγενημένων πάλιν ἐπάνειμι τάξιν.

Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ [*](6—21 vgl. Socrat. II 37, 92 u. 94 — 24—138, 10 vgl. Rufin. H. E. X 22, 988, 4—8) [*](* 12 Synax. 927, 54) [*](A HN(n) + GS(s)=r B2[bis 18 ἐπίσκοπος] B3[von 18 αὐτὰς an] L + FVR(v) = Ζ T) [*](2 ἀξιώσει NGT ἀξιώσοι FR, οι auf Rasur AV 4 νομέως — 5 προμηθεῖσθαι L ι 5 ἔχει VR ι 6 τῶν2 As ι φίλιξ rB2T Cod. Polyd. φφίληξ L ι 6/7 ἦν ὄνομα τούτῳ ~ A ι 10 ἐκεῖναι ἔφασαν ~ Τ ι 12 τὴν ἐκκλησίαν Arz Cass. Σ τὰσ ἐκκλησίασ T ι 14 λέγον ΑΣ λέγοντεσ rz > TCass. ι ψῆφον] κρίσιν T ι γὰρ As ι 15 διαιρεῖσθαι n διηρεῖσθαι (η auf Rasur Ac) τοὺς — χροιῶν > H ι χροῶν Nsv χροιῶν (ι auf Rasur Ac) Α ι 16 und ἐκεῖνον A ι 19 εὐσεβεία ArzΣ εὐσεβεῖσ TCass. ι 20 βοὰσ Arz voces Cass. Σ ι θεσπέσιος] θαυμάσιοσ Lv ἐπίσκοποσ T sanctissimus Cass. μέγας Σ ι 21 φίλιξ rTCod. Polyd. φίληξ B3L φήληξ Av ι 22 τοῖς ἐπισκόποις > mit leerem Raum H ι συμβεβηκόσι auf Rasur vor τοῖς ἐπ. ~ 3 συμβεβηκότα Ns ι 23 τὴν > AN ι 24 ιη am Rand HSS)

138
Τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν καὶ τὴν Ἀρείου βεβαιώσειν διδασκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμηνον καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς Ἑσπέρας συναγαγεῖν ἐπισκόπους, καὶ προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου κακοτεχνίας ἐξευρεθέντα παρὰ τῶν πατέρων μηχανήματα·

ταῦτα γὰρ ἔλεγον τὴν τῶν ἐκκλησιῶν πεποιηκέναι διαίρεσιν. ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετειληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς Ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους. ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς ἐκκλησίας τὸ σῶμα, ἀλλ’ εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα.

ἀλλὰ τῆς ἐξαπάτης αἰσθόμενοι τοὺς μὲν ταῦτα λέγοντας ἀπεκήρυξαν, αὐτοὶ δὲ τῷ βασιλεῖ τὴν οἰκείαν γνώμην διὰ γραμμάτων ἐδήλωσαν. Παῖδες γὰρ ἔφασαν εἶναι καὶ κληρονόμοι τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων· »εἰ δέ τι τῶν παρ’ ἐκίνων γραφέντων ἀφελεῖν ἢ προσθεῖναί τι τοῖς ἄριστα κειμένοις τολμήσαιμεν, νόθους ἑαυτοὺς ἀποφανοῦμεν, κατήγοροι τῶν γεγεννηκότων γιγνόμενοι. «

Σαφέστερον δὲ αὐτῶν τὸν ἀκριβῆ κανόνα τῆς πίστεως τὰ παρ’ αὐτῶν γραφέντα πρὸς Κωνστάντιον ἐπιδείξει. [*](12/13 vgl. Athanas. De synod. 8. Socrat. II 37, 23–24. Sozomen. IV 17, 5. unten S. 146, 2 f – 15/16 vgl. Röm. 8, 17 – 17 vgl. Apok. 22, 18–19) [*](* 7–16 u. 19/20 Cass. V 20 ) [*](A HN (n) + GS (s) = r B 3 l + FVR (v) = z T) [*](1 ἐβούλοντο —3 διδασκαλίαν] ἐβούλοντο τὴν μὲν πατέρων εὐπετῶσ μάλαάλα καταδύσαι διδασκαλίαν, τὴν δὲ τοῦ ἀρείου βεβαιῶσαι V | 2 καταλύσειν — πίστιν] καταδύσειν διδασκαλίαν LFR | αὐτοῖς nur in A | καὶ>Lv, ausradiert A | 4 ἀγαγεῖν L | 5 τὰ A s | τῆσ übergeschrieben B 3 | 6 κακοτεχνίας ArT am Rand B 3 μανίας z | 7 γὰρ] ἐκεῖνοι r | 10 κεχρημένοις ν | μὴ δὲ ∾ L | δυεῖν Β 3 | 12 μὲν A s übergeschrieben nach ὅμοιον Β 3 | 13/14 ἀλλὰ — αἰσθόμενοι = Cass.] καί Τ | 13 ἀλλὰ γὰρ z γὰρ übergeschrieben Α c | 15 ἔφασαν] ἔφασκον Α | 16 ἐν νικαία Α m | προπατέρων nS, partum Cass. | 17 γραφέντων — 21 αὐτῶν > s | 19 γιγνόμενοι ΑΗΤ γενόμενοι Νz | 20 αὐτὸν Lv | τὰ > v | 21 ἐπιδεῖξαι ν)

139
»Ἐπιστολὴ γραφεῖσα Κωνσταντίῳ βασιλεῖ παρὰ τῆς ἐν Ἀριμήνῳ >συναθροισθείσης συνόδου.

>Ἔχ >Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας >τάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν.

εἰς γὰρ ἐπὶ >Ἀρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες >ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς >γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. ὡς γὰρ ἐπὶ >πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη τὴν πίστιν >ἔκπαλαι διαμένουσαν,

ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ >ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατη- >ρήσωμεν.

ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίω >ὡρισμένων τι μεταλλάξαι καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ >Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων· ὣν ἡ >σκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας >ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς αἱρέσεως ὑπῆρξε, δι’ ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις >καθῃρέθησαν, ἐν ᾖ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ >ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει, ὡς εἴπερ θάτερον γένοιτο, ἔσται >ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται.

[*](1— S. 143, 6 bei Athanas. De synod. 10. Socrat. II 37, 54. Sozomen. IV vgl. Hilar. Fragm. VIII)[*](* 1— S. 143, 6 Cass. V)[*](A HN (n) + GS (s) = r B3L + FVR(v) = z T)[*](1 ιθ am Rand HSS ι 1/2 Ἐπιστολὴ — συνόδου > AV ι 3 ἔκ τε 3 Athan. Socr. ἐκ //// A ἐκ rLv Cass. ι τοῦ2 As ι 4 πάλαι /// Α ι γεγενῆσθαι πιστεύομεν rT Athan. Socr. πιστεύομεν γεγενῆσθαι z πιστεύομεν ACass. γενέσθαι πιστεύομεν Sozom. ι 5 πρὸς δύσιν πόλεων] πόλεων τῶν πρὸς δύσιν T ι εἰσ’ ArT Athan. Socr. ἐπὶ zSozoui. ι 6 ἐπισκοποῦντες Β3 ι 8 ἄριστον II Cass. ἀρεστὸν Athan. Socr. Sozom. placuit Hil. ι 11 σῆς1 > LV ι σῆσ2 ALCass. Athan. Socr. Sozom. Hil. > rB3vT ι 12 κατέχοντες] κατασχόντες S Athan. Socr. Sozom. ι 13 Λαὶ ἀθέμιτον > Lv ι ἐφάνη καὶ ἀθέμιτον ~ A, Cass. Athan. Socr. Sozom. -wie im Text ι 15 ὧν > ALFR ι 16 διῆλθόν L ι ἀνθρώπων] ἀνθρωπίνασ Τ ι 17 τε AAthan. Socr. Sozom. rzT Socr. Cod. A ι διανοίας καὶ ἀκοὰς ~ L μόνησ Τ 118 δι’ As ι αὕτη AvT TAthan. Codd. Par. Bas. Sozom. illa Cass. αὐτὴ rB3L ι τὸ1 A s ι vor σφαλερὸν + χαλεπὸν καὶ n, fehlt in Cass. Athan. Socr. Sozom. ι τὸ2 > Nv ι 20 ἔσται] εἶναι v ι 21 τοῦ] τοῦτο L ι ὅπερ Lv)
140

>Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι >τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας >χωρισθέντες ἀπεφάνθησαν. ἦς ἵνα μετάσχωσιν, ἐφ’ οἷς ἑαυτοῖς >γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης >τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ’ ἐκείνων γεγενημένα μαρτυρεῖ, δι’ >ὡν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη

(ἦν δὲ ὁ καιρὸς καθ’ ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς >τῶν ῾Ρωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ >ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως >συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων >βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, εἶναι μετ’ ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς ναὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ- >ρετὰς παριδεῖν , οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας ἅπαντα φρονοῦντες διαμεμενήκασιν.