Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Οὕτω τούτου τὰς μιαιφόνους ἐκείνων διαφυγόντος χεῖρας, Γεώργιος μὲν λύκος ἕτερος τῶν προβάτων ἐκείνων ἐπιστεύθη τὴν ἐξουσίαν, ὠμότερον δὲ λύκου παντὸς καὶ ἄρκτου καὶ παρδάλεως τοῖς προβάτοις ἐχρῆτο. τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν ἀλλὰ καὶ τῶν πατέρων ἀναθεματίζειν τὴν πίστιν ἠνάγκαζε.

σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὃς ἐν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας καὶ ταύτῃ τὰς παρθένους γυμνὰς παραστήσας ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν.

αἱ δὲ θέαμα δεινὸν ὁμοῦ καὶ ἐλεεινὸν πιοτοῖς ὁμοῦ καὶ ἀπίστοις προκείμεναι, καὶ τὴν ἐσχάτην ἀτιμίαν τιμὴν μεγίστην ἐνόμιζον καὶ τὰς ὑπὲρ τῆς πίστεως μάστιγας ἀσμένως ὑπέμενον. καὶ ταῦτα δὲ σαφέστερον ὁ τούτων ποιμὴν διηγήοεται.

»Εἶτα ἐλθὼν τῇ Τεσσαρακοστῇ ὁ παρ᾿ αὐτῶν ἀποσταλεὶς ἐκ >Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παρ᾿ αὐτῶν μεμάθηκε κακά μετὰ >γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, >ἐπίσκοποι ἤγοντο ὑπὸ οτρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν >ἡρπάζοντο αἱ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγί- >νοντο καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι >καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον.

καὶ δεινὰ >μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα. τῇ γὰρ ἑβδομάδι >μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηοτεύοας ἐξῆλθε περὶ τὸ [*](14— S. 127, 13 Athanas. Apol. de fuga sua 6 — 7. vgl. Vita Athanas. 20 PG 25 CCIII.bei Socrat. II 28 [= Symeon. Vita Athanas. 12. Niceph. H. E. IX 29. Cass. V 3]) [*](A HN (n) + GS (s)= r B2L + FV(v) = z T) [*](1 ιδݲ am Rand HSS | 2 ἐξουσίαν] ἐκκλησίαν v |3 vor ὠμότερον + ὡς v | ἄρκτου] ἄρκου AL | παρδάλεως καὶ ἄρκτου ~ T | 4 ἐκέχρητο Τ | ὑπισχημένασ ANB2T | 5 μόνον Ar μόνου T μόνην z | 8 πυρὰν T πῦρ Arz | ἅψασ Τ | 8/9 παραστήσασ AB2v περιστήσασ rLT, s. S. 126, 9 | 9 ἐκέλευεν HB2v ἐκέλευον A ἐκέλευσεν NsLT | 9/0 δεινὸν ὁμοῦ καὶ ἐλεεινὸν T und, ὁμοῦ gestrichen, A ἐλεεινὸν ὁμοῦ καὶ δεινὸν B2 δεινὸν καὶ ἐλεεινὸν rLv | lO/ll καὶ τὴν ἐσχάτην ἀτιμίαν τιμὴν μεγίστην T καὶ τὸν ἀτιμίαν τιμὴν μεγίστην (μεγίστην τιμὴν ~ n) r τιμὴν μεγάλην τὴν ἀτιμίαν z und auf Rasur A c | 14 am Rand ἀθανασίου A |15 κακὰ μεμάθηκε ~ B2 | 18 αἱ > VT Athan. Socr. | ἁρπαγαὶ καὶ Π ἄρτοι Athan. Socr. (aber ἁρπαγαὶ καὶ Symeon > Cass.) | 19 οἱ Χριστιανοὶ Athan. Socr. | 20 κληρικῶν AszT Athan. Socr. >n | 21 τὰ übergeschrieben A c | 22 ἐξῆλθον Τ | περὶ = Athan. Socr.l ἐπὶ B2)

126
>κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς >Γεώργιον κοινωνίαν.

ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς >παροξύνει τὸν στρατηλάτην Σεβαστιανόν, Μανιχαῖον ὄντα. καὶ >λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ καὶ >τόξα καὶ βέλη φερόντων ὥρμησεν ἐν αὐτῇ τῇ κυριακῇ κατὰ τῶν >λαῶν.

καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ >τὴν ὥραν ἀναχωρήσαντες ἤσαν), τοιαῦτα εἰργάσατο οἶα παρ’ αὐτῶν >παέπρεπεν ἀκούσαντα πρᾶξαι. πυρκαιὰν γὰρ ἀνάψας καὶ στήσας >παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως >εἶναι.

ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, γυμνώσας λοιπὸν οὕτως κατέ- >κοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωθῆναι >ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψεν >ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων 〈εὐθὺς τεμὼν> ἐν αὐταῖς ἐχούσας >ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν ὡς τινὰς μὲν >πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας.