Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ >παρανόμου γράμματος διαρραγέντος ὑπ’ ὄψει πάντων ὁμοῦ, τινὲς >ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν >ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας. οἱ δ᾿ Ἀρειομανῖται, δείσαντες >μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακι- >σθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, >συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί.

τῶν δὲ προεδριῶν >διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν >λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφι- >σθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις. >βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι >τοὺς ἐπιγνώμονας ἐκκλίνουσι τοὺς ἐφόρους καὶ ταύτῃ τοὺς τῆς >εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν.

οὐχ οὕτως δὲ πιστεύομεν ὡς ἀν- >θρώπους ἀθέοις δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου. κἂν γὰρ >πάλιν ἰσχύσωσι, πάλιν ἡττηθήσονται, κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαΐαν.«

Ταῦτα μὲν οὑν ὁ μέγας Εὐστάθιος. ὁ δὲ τούτου συναγωνιστὴς καὶ τῆς ἀληθείας πρόβολος Ἀθανάσιος, ὁ τῆς Ἀλεξάνδρου τοῦ πανευ- [*](21/22 Jes. 8, 9) [*](* 24— S. 37, 14 Cass. II 7 [= T]) [*](A HN(n) GS(s) DL + FV (v) = z T W) [*](1 διακοσίων — 3 ἀνίχνευον > T*Cass., wohl weil Theod. Lect. nachher die Liste der Nikän. Väter einschieben wird ι 2 τοὺς . . . ὄχλων A τοὺς . . . ι3 πάντη, η auf Rasur, A ι δὲ = et Cass. > T ι 5 ἐπὶ πάντων δὲ AnsW ἐπὶ πάντων Τ ὃ ἐπὶ πόντων z ι 6 μὲν > L ι ἐκτοπῆσ L ι 9 ἐπ’ ὄψεσι Τ ι 11 ἅπαντας] ἅπαντες τὰς T ι nach ἄριστα + μὲν T ι 12 μή πη Az μή πὼς Τ μή τι ns μή ποτε W ι κεκροτημένησ DT ι 13 ἀναθεματίζουσι μὲν = Cass.] ἀπαγορεύουσι μὲν καὶ ἀναθεματίζουσι n ι 14 αὐτοχειρία szW ι προεδριῶν] προέδρων nT praeszililms Cass. ι 16 τοτὲ δὲ] ποτὲ δὲ Τ ι 17 διαφόρωσ φόρωσ GLv ι 19 vor ἐκκλίνουσι + καὶ nsz ι 21 πώποτε] ποτε T ι 22 ι2 = Jes.] καὶ πάλιν nW ι 24 ὁ übergeschrieben Ac ι 25 ἀληθείκς = Cass.] εὐσεβεία\σ LVW ι ὁ > nsv)

35
φήμου προεδρίας διάδοχος, οἶς πρὸς τοὺς Ἄφρους ἐπιστέλλων γέγραφε καὶ ταῦτα προστέθεικε·

»Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ >τῶν Ἀρεικῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ >ὄντων καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν υἱὸν καὶ τὸ ἢν ποτε >ὅτε οὐκ ἢν καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμολογουμένας >γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστι, >λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, »θεὸς ἀληθινός«, ὡς >εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦλος »ἀληθινός«, τῆς >δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως«, οἱ περὶ >Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις·

»συνθώμεθα» καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· »εἷς γὰρ θεὸς >ἐξ οὑ τὰ πάντα, Λαὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε τὰ πάντα καινά. τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ«. Ἐλογίζοντο δὲ καὶ >τὸ ἐν τῷ Ποιμένι γραφέν· »πρῶτον πόντων πίστ’ πίστευσον ὅτι εἷς >ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας >ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι«.