Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὑπαγορεύσαντες δὲ καὶ πίστεως διδασκαλίαν ἐπέδοσαν τῷ κοινῷ· ἣν ἀναγνωσθεῖσαν εὐθέως διέρρηξαν ἅπαντες, νόθον καὶ κίβδηλον ὀνομάσαντες. θορύβου δὲ πλείστου κατ’ αὐτῶν γενομένου καὶ πάντων προδοσίαν αὐτῶν τῆς εὐσεβείας κατηγορούντων δείσαντες ἐξανέστησαν καὶ πρῶτοι τὸν Ἄρειον ἀπεδήρυξαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ.

οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώσαντες διέλυσαν τὸ συνέδριον.

Ὑπούλως μέντοι καὶ οὐκ εἰλικρινῶς οἱ προρρηθέντες τῇδε τῇ πίστει συνέθεντο.

καὶ μαρτυρεῖ τά τε ὕστερον παρ’ αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων καὶ τὰ παρ’ αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα.

Εὐοτάθιος μὲν γὰρ ἐκεῖνος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα διδάσκων καὶ τὴν βλασφημίαν ἐλέγχων καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν· »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αύτοῦ«.

Ἔλεγχος τῶν Ἀρειανιξόντων ἐκ τῶν Εὐσταθίου τοῦ

  • μεγάλου καὶ Ἀθανασίου συγγραμμάτων.
  • »Βαδιοῦμαι δὲ ἐντεῦθεν ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα. τί οὖν; >ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, [*](18 oben S. 32, 3 — 20 Prov. 8, 22) [*](*4 —10 Nicetas Thesaur. V 7 PG 139, 1368 B —17 — S. 38, 1 Niceph. H. VIII 20—21 —17 —S. 34, 24 Cass. II 6 [= T]) [*](A HN (n) GS (s) DL + FV (v) = z T W [von 23 an]) [*](1 θεόγνιόσ τε Τ Tlieognius Cass. Cod. L Theogenius Cod. P ι ὥν ausradiert A ι 3 nach Θεωνᾶς + τε A ι μαρμαρικῆς TNic. Theophan. Marmaricenus Cass. μαρμαρίτησ AnzGel. μαρμαρίτη s τοῦ μαρμαρίτησ Cod. Polyd. 4 αἰγυπτίων n ι 6 ἐπέδωκαν AS ι εὐθὺς Τ ι 8 πάντων = Cass. Nicet. > A 12 πολιτευομένην ἐν ταῖς ἐκκλησίαις ~ sz ι 14 nach εἰλικρινῶς + ὡς s τῇδε > Τ Cass. ι 16 περὶ αὐτῶν > TCass. ι 17 Εὐστάθιος: ηݲ am Rand Lv 18 οὗ καὶ πρόσθεν ἐμνήσθην vor ὁ τῆς o-- s, Cass. wie im Text ι ἔγραψαν T τε > sTCass. ι 19 ἑρμηνεύων AnT ἑρμηνεύει Nie. σαφηνίζων sz ι 20 ῥῆσιν szT Cass. Nic. ῥῆσιν τὴν φάσκουσαν An ι εἰσ’ ἔργα αὐτοῦ am Rand Ac 21 Ἔλεγχος — 22 συγγραμμάτων nur in AD εὐσταθίου ἀντιοχείασ A m ι 23 ηݲ am Rand Ans ι βαδιῶ TW ι δὲ > L)

    34
    >διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐχ οἰός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον), ὡς δὲ ἐξητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς >Εὐσεβίου προὐβάλλετο βλασφημίας.

    ἐπὶ πάντων δὲ ἀναγνωσθέν, >αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτη- >κόοις προὐξένει, αἰσχύνην δ’ ἀνήκεστον τῷ γράψαντι παρεῖχεν.