Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

»Κθρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ θεοῦ, πιστῷ, ὀρθοδόξῳ Εὐσεβίῳ, Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἦς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν.

[*](19 — S. 27, 7 bei Epiphan. Haeres. 69, 6. Lateinisch Candid. Arian. Epistola ad Marium Victorin. PL 8, 1035 f.; Revue Benedictine 26 (1909), 93 f. (= Λ))[*](* 19—S. 27, 18 Niceph. H. E. VIII 9. Cass. I 15 [= T])[*](A HN (n) GS (s) DL + FV (v) = z T W [bis 6 ψυχῆς u. von 19 an])[*](3 διὰ τούτου] διὰ τοῦ s per eos Cass. ι 4 παρ’ ὑμῶν AnTCass. παρ’ ἡμῶν sLvW παρ’ ὑμῖν D ι 7 μὲν vor πρεσβυτέρων ~ n > AL ι 8 δὲ διακόνων ~ n ι ἀχιλλᾶσ nVTCass. ἀχιλλεĺσ AsDLF ι ἀειθαλήσ szT αἰθάλησ Α Aitlmlis Cass. ἀειθαλᾶς n ι 9 xor Ἑλλάδιος + καὶ IGsrns. ι 11 τηνικαῦτα = tunc Cass. > A ι βέρροιαν H βερυαίων Τ ι nach ἰθύνειν τ ἐκκλησίαν TCass. I 13 ἠνέσχετο AszCass. ἠνείχετο nT ι 14 ἔχειν ἠγεῖτο] εἶχεν Τ = concordibus suis Cass. ι δὲ AnT δέ γε sz ι 15 γέγραφεν szT scripsif Cass. ἔγραψεν n ἔγραφεν A ι 17 κοινοὺς A, communicatores Cass. ι 18 τοῖς ἀγνοοῦσι > L ι nach ποιήσω + ἐπιστολὴ ἀρείου im Text GF j 19 ε am Rand HSS 21 ὑπερασπίζεις AsDLTEp. ὑπερασπίζῃ nvW)
26

>Τοῦ πατρός μου Ἀμμωνίου ἐρχομένου εἰς τὴν Νικομήδειαν, >εὔλογον ὀφειλόμενον ἐφάνη προσαγορεῦσαί σε δι’ αὐτοῦ ὁμοῦ τε καὶ >ὑπομνῆσαι τὴν ἔμφυτόν ὅου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις εἰς τοὺς >ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριοτὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς >ἐκπορθεῖ καὶ ἐκδιώκει καὶ πάντα κάλων κινεῖ καθ’ ἡμῶν ὁ ἐπίσκο- >πος, ὥστε καὶ ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους >ἐπειὁὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι· ἀεὶ θεός, ἀεὶ υἱός· >ἅμα πατήρ, ἅμα υἱός· συνυπάρχει ἀγεννήτως ὁ υἱὸς τῷ θεῷ, ἀειγενής >ἐστιν, ἀγεννητογενής ἐστιν. οὔτε ἐπινοίᾳ οὔτε ἀτόμῳ τινὶ προάγει >ὁ θεὸς τοῦ υἱοῦ· ἀεὶ θεός, ἀεὶ υἱός· ἐξ αὐτοῦ ἐστι τοῦ θεοῦ ὁ υἱός‘.

>καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ὁ ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ >Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ >κατὰ τὴν Ἀνατολὴν λέγουσιν ὅτι προυπάρχει ὁ θεὸς τοῦ υἱοῦ >ἀνάρχως, ἀνάδεμα ἐγένοντο, δίχα μόνου Φιλογονίου καὶ Ἑλλανίκου >καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων >οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολήν, οἱ δὲ συναγέννητον.