Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες ἢ τῷ τῆς >φιλίας προσχήματι καὶ τῷ τῆς εἰρήνης ὀνόματι δι’ ὑποκρίσεως καὶ >κολακείας γράμματα διδόναι καὶ λαμβάνειν, πρὸς τὸ πλανᾶν διὰ >τούτων τὰ ὑπ᾿ αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις καὶ τὰ ἑξῆς.

>Τούτους οὑν τοὺς τὰ τοσαῦτα κατὰ Χριστοῦ τολμήσαντας, τοὺς >τὸν χριστιανιομὸν τοῦτο μὲν δημοσίᾳ διασύραντας, τοῦτο δὲ ἐπὶ >δικαστηρίων ἐπιδεικτιᾶν φιλοτιμουμένους, τοὺς διωγμὸν ἡμῖν ἐν >εἰρήνῃ τὸ ὅσον ἐπ’ αὐτοῖς ἐπεγείραντας, τοὺς τὸ ἄρρητον μυστήριον τῆς Χριστοῦ γεννήσεως ἐπεγείραντας, τούτους ἀποστρεφόμενοι, >ἀγαπητοὶ καὶ ὁμόψυχοι ἀδελφοί, σύμψηφοι γένεσθε κατὰ τῆς μανιώ- >δους αὐτῶν τόλμης καθ’ ὁμοιότητα τῶν ἀγανακτησάντων συλλει- >τουργῶν ἡμῶν καὶ ἐπιστειλάντων μοι κατ’ αὐτῶν καὶ τῷ τόμῳ συνυπογραψάντων· ἃ καὶ διεπεμψάμην ὑμῖν διὰ τοῦ υἱοῦ μου Ἄπι >τοῦ διακόνου, τοῦτο μὲν πάσης Αἰγύπτου καὶ Θηβαίδος. τοῦτο δὲ >Λιβύης τε καὶ Καππαδοκίας καὶ Συρίας καὶ ἔτι Λυκίας καὶ Παμ- >φυλίας, Ἀσίας, Καππαδοκίας καὶ τῶν ἄλλων περιχώρων· ὦν καθ’ >ὁμοιότητα καὶ παρ’ ὑμῶν δέξασθαι πέποιθα.