Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

>Δι᾿ ἃ δὴ καὶ οὐδὲν μελλήσας, ἀγαπητοί, δηλῶσαι ὑμῖν τὴν τῶν τοιούτων ἀπιστίαν ἐμαυτὸν διανέστηοα, λεγόντων ὅτι ᾦ ποτε ὅτε >οὐκ ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ γέγονεν ὕστερον ὁ πρότερον μὴ ὑπάρχων, τοιοῦτος γενόμενος ὅτε καί ποτε γέγονεν, οἷος καὶ πᾶς πέφυθκεν ἄνθρωπος.

»πάντα γάρ«, φαοίν, »ὁ θεὸς ἐξ οὐκ ὄντων ἐποίησε«, συναναλαμβάνοντες τῇ τῶν ἁπάντων λογιχῶν τε καὶ ἀλόγων κτίσει καὶ τὸν υἱὸν τοῦ θεοῦ. οἶς ἀκολούθως καί φασιν αὐτὸν τρεπτῆς >εἶναι φύσεως, ἀρετῆς τε καὶ κακίας ἐπιδεκτικόν, καὶ τῇ ἐξ οὐκ ὄντων ὑποθέσει καὶ τὰς θείας τοῦ εἶναι αὐτὸν ἀεὶ συναναιροῦντες γραφάς, αἵ τὸ ἄτρεπτον τοῦ λόγου καὶ τὴν θεότητα τῆς σοφίας τοῦ λόγου σημαίνουσιν, ἅ ἐστιν ὁ Κριστός. δυνάμεθα γοῦν καὶ ἡμεπις«, φασὶν οἱ ἀλάστορες, »υἱοὶ γενέσθαι θεοῦ, ὥσπερ κἀκεπινος«.

γέγραπται γάρ· υἱοὺς ἐγέννησα καὶ ὕψωσά. Ἐπιφερομένου δὲ αὐτοῖς τοῦ λέ- >γοντος ἑξῆς ῥητοῦ αὐτοὶ δέ με ἠθέτησαν«, ὅπερ οὐ φυσικόν ἐστι τῷ σωτῆρι ὄντι φύσεως ἀτρέπτου, πάσης εὐλαβείας ἑαυτοὺς ἐρημώ- σαντες, τοῦτό φασι προγνώσει καὶ προθεωρίᾳ περὶ αὐτοῦ εἰδότα τὸν θεὸν ὅτι οὐκ ἀθετήσει ἐξειλέχθαι αὐτὸν ἀπὸ πάντων.

οὐ γὰρ φύσει καὶ κατ’ ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά τι οὔτε γὰρ φύσει υἱός τίς ἐστι τοῦ θεοῦ, φασίν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτόν), ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο·