Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἀλλ᾿ οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ’ ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε. κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας άνοσιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν.

ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεόδωρος ὁ Περίνσιος (Ἡράκλειαν δὲ νυνὶ τὴν Πέρινθον ὀνομάζουσιν), οὐκ ἀνεκτὰ ταῦτα εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά. πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον. πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεύς, παντάπασι γὰρ ἠγνόει τὰ τυρευόμενα, τοῦτο γενέσθαι προσέταξεν.

ἀλλ’ ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον. δὴ πλείονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες καὶ τὸν κατὰ [*](1 — 9 bei Athanas. ebd. 62 — 17 — 22 vgl. Sozomen. 1125, 1) [*](* 1—9 Gelas. Cyzic. III 16 — 10—S. 83, 9 ebd. ιιι 16) [*](B A HN(n) GS(s) DL + FV (v) = z Τ [1—9 und von 21 ἀλλ᾿ an]) [*](1 κζ am Rand HSS ι 3 ὑμετέρους v ι 1 εἰῶσιν vor ἐν τῇ ζωῇ ~ ἡμῖν z ι 5 ὑμέτερον Π Gel. ἡμέτερον Athan. ι ἀγαπήσατε] ἀγαπητοί Τ τὴν nach ὀμονοίας ~ n n ι ἡμετέρασ AnsGel.Athan. ὑμετέρασ BzT ι > L 1 ἀπιδόντες nszT Gel. Athan. ἀφειδόντεσ Α ἀθειδότεσ B ι 7 ἀγαπᾶτε Bnsz Athan. ἀγαπήσατε ATGel. ι 8 αὐτὸν = Gel. Athan. > B ι 9 εἶναι Π Gel. ὄντα Athan. ι 10 κη am Rand HSS ι 11 ᾧ = Gel.] οὐ B ὦι auf Rasur corr. Ac γε A γενημένων übergeschrieben Ac ι 13 τῶ βασιλεῖ nDGel. ι 14 πολλὰς = Gel. > n ι 15 τε = Gel. > B ι Θεόγνιοσ LGel. θέογνισ V ι ὁ > B ι 16 νυνὶ τὴν > B I νυνὶ übergeschrieben Ac νῦν L 17 ι 18 nach δὴ + οὖν B ι 19 κελεῦσαι am Rand Ac ι ῳ21 τυδευόμενα B ι 23 οἱ T ι κατὰ A, aber κα auf Rasur Ac)

83
τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, πρὸς ταῖς ἄλλαις παρανομίαις τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως ἐγράψαντο· καὶ οὐ πάμπαν τῆς ἐλπίδος ἐψεύσθησαν.

ἐκ γὰρ δὴ τῶν εἰρημένων θυμωθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῶ τὴν ὀργὴν ὑποφαίων καὶ καταλαβεῖν τὴν Τυρὸν παρεγγυῶν. ἐκεῖσε γὰρ προσέταξεν ἀθροισθῆναι τὴν σύνοδον, ὑποπτεύσας, ὡς οἶμαι, τὸν Ἀθανάσιον ὑφορᾶσθαι τὴν Καισαρέων διὰ τὸν ἐκείνης ἡγούμενον. ἔγραψε δὲ καὶ τῆ συνόδω ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ κοσμούμενον. ἔστι δὲ ταῦτα·