Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ παραυτίκα μὲν ἐξέπληξε τὸν ὁμόζυγα τῷ συντόμῳ τῆς θεραπείας· εἶτα τοῦ θεοῦ τῆς αἰχμαλώτου τὴν δύναμιν ἐδήλου καὶ παρεκάλει τοῦτον μόνον εἰδέναι θεὸν καὶ νεὼν αὐτῷ κατασκευάσαι καὶ ἅπαν εἰς τὴν τούτου θεραπείαν μεταθεῖναι τὸ ἔθνος. ὁ δὲ τὸ μὲν εἰς τὴν ὁμόζυγα θαῦμα γεγενημένον εὐφήμει, τὸν δὲ νεὼν οὐκ ἤθελε δείμασθαι.

Ὀλίγου δὲ διελθόντος χρόνου, αὐτὸς μὲν εἰς θήραν ἐξῆλθεν, ὁ δὲ φιλάνθρωπος αὐτὸν δεσπότης κατὰ τὸν Παῦλον ἐθήρευσε.

ζόφος γὰρ αὐτῷ ἐξαπίνης προσπεσὼν οὐκ εἴα περαιτέρω προβαίνειν. καὶ οἱ μὲν συνθηρεύοντες τῆς ἀκτῖνος συνήθως ἀπήλαυον, οὗτος δὲ μόνος ἀποληφθεὶς τοῖς τῆς ἀορασίας ἐπεδήθη δεσμοῖς ἐν ἀπορίᾳ δὲ ὢν πόρον εὗρε τῆς σωτηρίας. εὐθὺς γὰρ εἰς νοῦν τὴν ἀπείθειαν λαβὼν καὶ τὸν τῆς αἰχμαλώτου θεὸν καλέσας ἐπίκουρον, ἀπηλλάγη τοῦ ζόφου. καὶ τὴν ἀξιάγαστον ἐκείνην καταλαβὼν δοριάλωτον.

παρεκάλει δεῖξαι τῆς οἰκοδομίας τὸ σχῆμα.