Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

ὁ δὲ τὸν Βεσελὴλ τῆς [*](29 f Exod. 31, 2—4) [*](A HN(n) GS{s) DL + FV(v) — z) [*](4 χαλεποῦ καὶ αὐτὴ oo n ι χαλεποῦ As ι 5 φρονήματι = Cod. ’d. τώ φρονήματι A ι 6 ἐκείνης A ι 7 δοριάλωτος Lv ι 10 προσεκόμιζεν = Cod. Polyd.ι προσεκόμισεν DLF ἐκόμισεν V ι μιζεν ὃν ἐνό am Rand Ac 14 παρηγγύα L παρηγγυᾶτο SjnsiX. ι ναὸν nsSynax. ι 16 τῶ συντόμω übergeschrieben Ac τῶ συντόνω s I 18 παρασκευάσαι A ι 19 τούτου nszSynax. αὐτοῦ A ι 20 γεγενημένον θαῦμα ~ nG ι δήμασθαι A ι 23 αὐτῶ nsz Cod. Polyd. αὐτὸν A ι πορρωτέρω ns ι 24 θηρεύοντεσ nL, οἱ μὲν σὺν αὐτῷ θηρεύοντες Synax. ι ἀπέλαυον v ι 25 ἀποληφθεὶς AnsV ἀπολειφθεὶσ DLF ὑπολειφθεὶς Synax. ι 28 δοριάλωτον LV ι 29 δεῖξαι auf Rasur A c)

76
ἀρχιτεκτονικῆς σοφίας ἐμπλήσας καὶ ταύτην ἠξίωσε χάριτος ὥστε τὸν θεῖο; διαγράψαι νεών. καὶ ἡ μὲν διέγραφεν, οἱ δὲ ὤρυττόν τε καὶ ᾠκοδόμουν. ἐπειδὴ δὲ ἐτελέσθη τὸ οἰκοδόμημα καὶ ὁ ὄροφος ἐπετέθη καὶ μόνων ἐδεῖτο τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ θαυμασία γυνή. ἔπεισε γὰρ τὸν τοῦ ἔθνους ἡγούμενον πρὸς τὸν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα καὶ αἰτήσασθαι πεμφθῆναι σφίσι διδάσκαλον εὐσεβείας.

ὁ μὲν οὖν δεξάμενος τὴν εἰσήγησιν τοὺς πρεσβευσομένους ἐξέπεμψεν· ὁ δὲ βασιλεύς, τῆς αἰτήσεως τὴν αἰτίαν μαθών (Κωνσταντῖνος δὲ ἦν ὁ τῆς εὐσεβείας θερμότατος φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν, ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῷ ἀρχιερωσύνης ἠξιωμένον κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε μετὰ δώρων ὅτι μάλιστα πλείστων.

ταύτης μὲν οὖν τῆς προμηθείας τοὺς ᾐτηκότας ἠξίωσε.

Τῶν ἐν Πέρσιδι δὲ τῆς εὐσεβείας τροφίμων αὐτόματος προὐνοήθη.