Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

καὶ ὁ μὲν Αἰδέσιος τὴν Τυρὸν κατέλαβεν. ὁ δὲ Φρουμέντιος τὴν περὶ τὰ θεῖα σπουδὴν τῆς τῶν γεγεννηκότων προτετίμηκε θέας καὶ τὴν Ἀλεξάνδρου καταλαβὼν πόλιν τὸν τῆς ἐκκλησίας ἐδίδαξε πρόεδρον, ὡς Ἰνδοὶ λίαν ποθοῦσι τὸ νοερὸν εἰσδέξασθαι φῶς.

Ἀθανάσιος δὲ τηνικαῦτα τῆς ἐκκλησίας ἐκείνης κατεῖχε τοὺς οἴακας· ὃς τῶν διηγημάτων ἐκείνων ἀκούσας· καὶ τις ὁοῦ, ἔφη, ἄμεινον καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀπο- σκεδάσει τοῦ ἔθνους καὶ τοῦ θείου κηρύγματος αὐτοῖς ἀποίσει τὴν αἴγλην;« ταῦτα εἰπὼν καὶ τῆς ἀρχιερατικῆς αὐτῷ χάριτος μεταδούς, εἰς τὴν τοῦ ἔθνους ἐξέπεμψε γεωργίαν.

ὁ δὲ καὶ τὴν πατρίδα καταλιπὼν καὶ τοῦ μεγίστου πελάγους καταφρονήσας, κατέλαβε μὲν τὸ ἀγεώργητον ἔθνος, ἐγεώργησε δὲ προθύμως συνεργὸν ἔχων τὴν θεόσδοτον χάριν. ἀποστολικαῖς γὰρ κεχρημένος θαυματουργίαις τοὺς ἀντιλέγειν τοῖς λόγοις πειρωμένους ἐθήρευε, καὶ ἡ τερατουργία μαρτυροῦσα τοῖς λεγομένοις παμπόλλους καθ’ ἑκάστην ἡμέραν ἐζώγρει.

Ἰνδῶν μὲν οὖν ὁ Φρουμέντιος πρὸς θεογνωσίαν ἐγένετο ποδηγός. Ἴβηρας δὲ κατὰ τὸν αὐτὸν χρόνον γυνὴ δορυάλωτος πρὸς τὴν ἀλήθειαν ἐξενάγησεν. αὕτη γὰρ προσευχῇ μὲν ἐχρῆτο διηνεκεῖ. εὐνὴ δὲ ἦν αὐτῇ καὶ στρωμνὴ μαλακὴ σάκκος ἐπὶ τοῦ δαπέδου καθηπλωμέ- νος, τρυφὴν δὲ ἄκραν τὴν νηστείαν ἐνόμιζεν. οὗτος ὁ πόνος τῶν ἀποστολικῶν αὐτῇ μεταδέδωκε χαρισμάτων.

ἐπειδὴ γὰρ οἱ βάρβαροι τῆς ἰατρικῆς σπανίζοντες ἐπιστήμης εἰώθασιν ἀρρωστοῦντες πρὸς ἀλλήλους φοιτᾶν καὶ παρὰ τῶν ἤδη νενοσηκότων καὶ τῆς ἀρρωστίας ἀπαλλαγέντων μανθάνειν τῆς ὑγείας τὸν τρόπον, ἀφίκετό τις γυνὴ πρὸς τὴν ἀξιέπαινον ἄνθρωπον παιδίον ἀρρωστοῦν ἔχουσα καὶ μαθεῖν τὸ πρακτέον ἀντιβολοῦσα.

ἡ δὲ τοῦτο λαβοῦσα καὶ εἰς τὴν εὐνὴν κατακλίνασα, ἱκέτευε τὸν τῶν ὅλων δημιουργὸν νεῦσαι καὶ λῦσαι τὴν [*](18—S. 76, 13 vgl. Socrat. I 20. Sozomen. II 7. Rufin. H. Ε. X 11. Gelas. III 10) [*](* 18— S. 76, 13 Polydeukes 306, 20. Synax. 167, 25) [*](Α HN(n) GS (s) DL + FV(v) = Ζ) [*](1 ἐπενεγκοῦσαν A ι 2 ἐδέσιοσ A ι 5 πόλιν As ι 7 ἐκείνων > z ι 8 τῖς ἀγνοίας τὴν = Synax.] τὴν τῆς ἀγνοίας A ι 12 μὲν As ι 14 θεόσδοτον = Synax.] θεόδοτον A ι 15 ἐθήρευσεν Ns [17 οὖν > A [18 Ἴβηρας: κδ am Rand HSS 1 δοριάλωτος z ι 21/22 αὐτῇ τῶν ἀποστολικῶν oo nsz ὁ) ἄρρωστον ns ι 27 ἧ δὲ τοῦτο λαβοῦσα am Rand Ae ι 28 ἀνακλίνασα n Synax. ἀνακλίνουσα Cod. Polyd. ι //// λῦσαι Α)

75
νόσον· ὁ δὲ τὴν ἱκετείαν δεξάμενος παρέσχε τὴν ὑγείαν. ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλητος γέγονεν.

οὐδὲ γὰρ τὴν τοῦ βασιλέως ὁμόζυγα τὸ γεγενημένον διέλαθε. παραυτίκα δὲ αὐτὴν μετεπέμψατο· ὑπό τινος γὰρ καὶ αὐτὴ χαλεποῦ κατείχετο πάθους ἡ δὲ μετρίῳ κεχρημένη φρονήματι τῆς βασιλίδος τὴν αἴτησιν οὐκ ἐδέξατο· ἀλλ’ ὑπὸ τῆς χρείας ἐκείνη βιαζομένη τὴν βασιλικὴν ἀξίαν εἰς νοῦν λαβεῖν οὐκ ἠθέλησεν, ἀλλ’ αὐτὴ πρὸς τὴν δορυάλωτον ἔδραμεν.

ἡ δὲ πάλιν ἐπὶ τῆς εὐτελοῦς εὐνῆς αὐτὴν κατακλίνασα φάρμακον ἀλεξίκακον προσενήνοχε τῷ πάθει τὴν προσευχήν. ἡ δὲ βασιλὶς τῆς θεραπείας μισθὸν προσεκόμιζεν ὃν ἐνόμιζεν ἀξιόκτητον, χρυσὸν καὶ ἄργυρον καὶ χιτῶνας καὶ ἀμπεχόνας καὶ ὅσα τῆς βασιλικῆς ἐστι δῶρα φιλοτιμίας.

ἡ δὲ θεία γυνὴ τούτων ἴφη μὴ δεῖσθαι, μέγαν δὲ ἡγεῖσθαι μισθὸν τὴν τῆς εὐσεβείας ἐπίγνωσιν· καὶ προσέφερεν, ὡς ἐνῆν, τὰ θεῖα παιδεύματα, καὶ θεῖον ἀνεγεῖραι παρεγγυᾷ νεὼν τῷ σεσωκότι Χριστῷ. τούτων ἐκείνη ἀκούσασα κατέλαβε τὰ βασίλεια.