Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριώσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.

Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα. μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν κατέχωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσιν ἐπιτωθάζοντες, καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα. τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον.

δηλοῖ δὲ ταῦτα σαφέστερον ἡ ἐπιστολὴ ἣν πρὸς τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης ἐπέστειλεν. Μακάριος δὲ ἢν οὕτος, οὑ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ.

>Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις ὡς μηδεμίαν >χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν. τὸ γὰρ >ρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι >τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὑ διὰ τῆς τοῦ κοινοῦ >των ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν >λάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει.

εἰ γὰρ >πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἕν [*](5—14 vgl. Euseb. Vit. Const. III 25—27 — 14 oben S. 7, 21. 27 17— S. 63, 19 bei Socrat. I 9, 56—63. Euseb. Vit. Const. ιιι 30—32) [*](* 1— S. 63, 19 Niceph. H. E. Vni 28) [*](A HN (n) GS(s) DL + FV(v) = z T [von 5 μαθὼν an] W [von 17 am]) [*](1 ιζ am Rand sLv ι 2 μετατέθεικε nsz Gel. μετέθηκε A ι 6 τὴν > A ι 8 ἐπὶ τούτοισ’ A ι nach ἐδομήσαντο + ἀφροδίτης TNic. id est Veneris Cass. + Ἀφροδίτης vor ἐδομήσαντο Gel.; vgl. Eus.: Ἀφροδίτης ἀκολάστῳ δαίμονι III 26 s. aber unten III 21, 7 ι 9 προσέταξε = Gel. praecepit Cass.] ἔταξεν L εἶπε T I 10 μυσερὸν NS ι 11 ἐκπεφορηθῆναι ι 14 ἐπέστειλεν AszT Gel. ἀπέστειλεν nNic. ι 16 nach βλασφημίαν + ἔστι δὲ αὕτη n ι 17 ἵζ’ am Rand A ι σεβαστὸσ nszTWGel. Socr. Eus. > A I 18 ἡ χάρις ἐστὶν ~ s Ἴ’ 20 ἐκείνου πάθους] πάθοις ἐκείνου N πάθους H ι 21 λαθεῖν szWSocr. Eus. ἔλαθεν nT ///// λαθεῖν εῖ aus ε corr. Ac) A ι 22 ἐχθροῦ übergeschrieben Ac ι 23 ὑπερβαίνει AszW Socr. Eus. ὑπερβαῖνον nT)

62
>καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, >οὐδ᾿ ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται. ἐπὶ τοσοῦτον >πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος >τούτου πίστις ὑπερβαίνει ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέ- >στηκεν εἶναι δυνατώτερα.

διὰ τοῦτο γοῦν οὕτος ἀεὶ καὶ πρῶτος καὶ >μόνος ἐστί μοι σκοπός, ἱν ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις >θαυμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ ψυχαὶ >πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι >προθυμίᾳ σπουδαιότεραι γίγνωνται.

ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω >φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων >μοι μᾶλλον μέλει ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ >προστάματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπερ τινὸς ἐπικειμένου βάρους >ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ χρίσει γεγενημένον, ἁγιώτερον >δὲ ἀποφανθέντα ἀφ’ οὑ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς >προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν.

>Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ >ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον >βασιλικὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα >ὡς πάντα τὰ ἐφ’ ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος >τούτου νικᾶσθαι.

καὶ περὶ τῆς τῶν τοίχων ἐγέρσεως τε καὶ καλ- >λιεργίας Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τῶν λαμπρο- [*](A HN(n) GS(s) DL + FV (v) = z Τ W) [*](1 τι] τε Τ ι πράγματος = Gel. Socr. Eus ] προστάγματος A ι ἐθέλωσιν AGLFEus. ἐὰν θέλωσιν D ἔλθωσιν WSocr. Codd. AFCM ἐθέλουσιν nSVT Gel. ἐθελήσουσιν Eus. Cod. A ι 2 τὸ ATW Gel. Socr. Eus. > nsz ι ἐπὶ τοσοῦτον Ansz Eus. HSS ἐπὶ τοσούτω TW Socr. Codd. FCM ἐπεὶ τοσούτου Socr. Cod. A ἐπείπερ τοσοῦτον Gel. ἐπεὶ τοσούτῳ Val. ι 4 ὅσω nTW Socr. Eus. ὅσων ADLF ὅσον GV ι 7/8 πάντων ἡμῶν = Gel. Socr. Eus.] ἡμῶν πάντων A ι 8 nach σωφροσύνῃ + πάσῃ nur Eus. ι 9 γίγνονται AT γίνονται sF ι H μέλλει ANDLV ι 12 αἰσχίστης, ἧσ’ auf Rasur Ac ι 13 ἀρχῆς = Gel. Socr. Eus.] ἀρχῆς τινοσ T ι θεοῦ = Gel. Socr. Eus.] θεοῦ καὶ A ι 15 προήγαγεν = Gel. Socr. Eus.] προήγαγον Τ πρὸ ήγαγεν A προσήγαγεν LSocr. Cod. A ι 16 διατάξαι τε nszW Gel. Socr. Eus. διατάξασθαι T διατάξαι τέ αἰ τέ auf Rasur Ac) A ι 17 ἀναγκαίων ποι auf Rasur ἥσασθαι πρόνοιαν ὡς am Rand Ac ι μόνον ////// A ι 18 βελτίονα, γα auf Rasur Ac ι 20 περὶ τῆς AD LTW Gel. Socr. Codd. FM περὶ nsvSocr. Codd. AC περὶ μὲν τῆς Eus. ι ἐγέρσεως = Gel. Eus.] ἐργασίας WSocr. ι 20/21 καλλιεργίας = Gel. Socr. Eus.] καλλιεργασίασ sT ι 21 δρακυλλιανῶ Τ Δρακιλιανῷ Gel. Eus. ι 21 — S. 63, 1 τῶν λαμπροτάτων ἐπάρχων μέρη ANsz τὰ λαμ. ἐπάρχων μέρη H τῶν λαμ. ἐπάρχων τὰ μέρη TW Socr. μέρη τῶν λαμ. ἐπαρχιῶν Gel. τὰ τῶν ἐπαρχιῶν μέρη Eus.)

63
>τάτων ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ’ ἡμῶν >ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε.

κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς >εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάντα ὅσα περὶ τὴν οἰκο- >δομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας >παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. περὶ δὲ >κιόνων εἴτ’ οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ >χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι >σπούδασον, ἵν ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμματος >ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ· τὸν γὰρ τοῦ >κόσμου θαυμασιώτερον τόπον κατ’ ἀξίαν φαιδρύνεσθαι δίκαιον.

>Τὴν δὲ τῆς βασιλικῆς καμάραν, πότερον λακωναρίαν ἢ διά τινος >ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι (εἰ γὰρ >λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῶ καλλωπισθῆναι τὸ >λειπόμενον), ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος >γνωρισθῆναι ποιήσῃ ὅσων τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ >ἀναλωμάτων χρεία ἃ καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον >περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν >λακωναριῶν, εἴ γε τοῦτο κάλλιον ἐπικρίνειας. ὁ θεός σε διαφυλάξει. >ἀδελφὲ ἀγαπητέ.«