Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Τούτοις τοῖς γράμμασιν οὐκ ἅλιος τις διηκόνησεν ἀλλ’ αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα καὶ τὴν τῆς εὐσεβείας αὐτῷ προσενεγκοῦσα τροφήν αὕτη τῶν τῆς ὁδοιπορίας [*](A HN (n) GS(s) DL + FV(v) = z T W [bis 19 ἀγαπητέ]) [*](2 ἐγχειρίσθαι A ι ἐμῆς = Gel. Socr. Eus.] ἡμετέρας A ι 4 nSDFT Socr. Eus. τυγχάνει AOL Socr. Cod. A τυγχάνοι /// V τυγχάνει εἰ W τυγχάνει ἃ Gel. I καταμάθοιεν = Gel. Socr. Eus.] καταμάθοιμεν A μάθοιεν W ι 6 εἴτ’ oi-v An Eus. ἥτουν szEus. Cod. V ἤγουν W ἧ τῶν TGel. Socr. ι νομίσειας = Gel. Eus.] νομίσης ASocr., aber νομήσειασ Socr. Cod. A ι 7 αὐτὸς T Socr. Eus. Codd. VJ αὐτοῖσ’ Ansz αὐτῆς WEus. Codd. MBA > Gel. ι 13, 14 καλλωπισθῆναι τὸ λειπόμενον· so der Punkt nach λειπόμενον HSS Gel.Eus.Codd. VB und Socr. Codd. FC, s. Revue archeologique 1909, 42f ι 14 ἡ τάχοσ szWSocr. Eus. τάχοσ n διὰ τάχους Τ τὸ τάχος Gel. > A I 15 τε > T ι καὶ1 > WEus. ι 16 ἃ AnszW ἅτινα Gel. > T Socr. Eus. ι σπούδασον = Gel. Socr.] σπουδάσῃ TEus. ι 18 τοῦτο = Gel. Socr. Eus.] καὶ τοῦτο A ι ἐπικρίνειας = Gel. Socr. Eus. Cod. J] ἐπικρίνοις A ι σε>Τ ι διαφυλάξει ESzT διαφυλάξοι NWSocr. Eus. Codd. JMBA διαφυλάξη Eus. Cod. V ι 20 Γῆ am Raud HSS ι 22 μέγα A in μέγαν corr. Ae ι 23 τῶν — S. 64, 1 πόνων = Gel.] τοῦ πόνου T)

64
πόνων ἀνασχομένη καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη· πρὸ γὰρ ὀλίγου τῆς τελευτῆς τὴν ἀποδημίαν ταύτην ἐστείλατο, τοῦτις δὲ τὸ τέρμα τοῦ βίου κατείληφεν.

ἐπειδὴ δὲ τὸ χωρίον εἶδεν ἐκεῖνο τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον νεὼν καταλυθῆναι καὶ τὸν χοῦν ἐκφορηθῆναι προσ- έταξε. δήλου δὲ τοῦ κεκρυμμένου τάφου γεγενημένου, ὤφθησαν τρεῖς παρὰ τὸ μνῆμα τὸ δεσποτικὸν κατακεχωσμένοι σταυροί.

καὶ ὅτι μὲν ἐκ ἐκ τούτων ὁ τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἐτύγχανεν ὤν, οἱ δ᾿ ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφισβητήτως ἐπίστευον ἅπαντες· ἠγνόουν δὲ ὅμως τὸν τῷ δεσποτικῷ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον.

ἀλλ’ ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος ὁ τῆς πόλεως πρόεδρος τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε. γυναικὶ γὰρ περιφανεῖ νόσῳ κατεχομένῃ μακρᾷ, ἕκαστον τῶν σταυρῶν ἐκείνων μετὰ προσευχῆς εὐχῆς σπουδαίας προσενεγκὼν ἔγνω τοῦ σωτηρίου σταυροῦ τὴν δύναμιν. παραυτίκα γὰρ οὗτος τῷ γυναίῳ πελάσας τὴν χαλεπὴν ἐκείνην ἐξ- ήλασε νόσον καὶ τὴν ἄνθρωπον ἀπέφηνεν ὑγιᾶ

Οὕτω δὴ τοῦ βασιλέως ἡ μήτηρ μαθοῦσα τὸ ποθούμενον, τῶν μὲν ἥλων τὰ μὲν εἰς τὸ βασιλικὸν ἐνέβαλε κράνος, τῆς τοῦ παιδὸς κεφαλῆς προμηθουμένη, ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη· τὰ δὲ τῷ τοῦ ἵππου ἀνέμιξε χαλινῷ, καὶ ἀσφάλειαν μηχανωμένη τῷ βασιλεῖ καὶ Παλαιᾷ προφητείᾳ πέρας ἐπιτιθεῖσα. πόρρωθεν Ζαχαρίας ὁ προφήτης ἐβόα· καὶ ἔσται τὸ ἐπὶ τοῦ χαλινοῦ 3— S. 65, 4 vgl. Rufin. H. E. X 7 Sozomen. II 1, 2—3 u. 710. 3—9 — 4—6 oben 61, 9—11 — — S. 65, 1 Ζαψηαρ. 14, 20

[*](* —S S. ι 6 Cass. II 18)[*](A HN(n) GS(s) DL + FY(v) = z Τ [bis 2 ἐστείλατο])[*](1 τοῦ — πόθη] τὸ γῆρας οὐ λογισαμένη τῆ ἀγάπη T*, Gel. wie im Text 1 2 ἐστείλατο szTGel. und στειλ auf Rasur Ac) A ἐποιήσατο n ι 3 τοῦ βίου τὸ τέρμα ~ AGel. ι ἐπειδὴ δὲ nsGel. ἐπειδὴ z ἐπεὶ δὲ A ι 3/4 εἶδεν ἐκεῖνο AsD Gel. ἐκεῖνο εἶδεν nLv 1 5 ἐκεῖνον = Gel. > n ι καὶ τὸν χοῦν ἐκφορηθῆναι am Rand Ac > S ι 6 τάφου γεγενημένου am Rand Ac ι 7 κατακεχωσμένοι ALv κατεχωσμένοι s κατεχώμενοι D > n ι 8 καὶ σρσ ἡμῶν sz Gel. ἡμῶν καὶ σρσ A καὶ σρσ ἡμῶν ιυ χυ n j 9 ὤν übergeschrieben Ac ι 11 πελάσαντι Α ι 12 ἐκεῖνος καὶ θεῖος ὄντως = Gel. > A ι 15 σπουδαίασ Az σπουδαίως ns ι σωτηρίου σταυροῦ Gel. σρίου nsz μυστηρίου A ι 16 γυναικείω A ι > Α ι 17 ὑγιῆ ns ι 18 τὸ] τὸν z ι 19 μὲν1 > A ι ἐνέβαλε = Gel] ἔβαλε n ι 20 τὰ1 = Gel. > s ι 23 ἐβόα = Gel.] βοὰ A, elamaverat Cass. ι ἐπὶ τοῦ χαλινοῦ Az Gel. Cass. ἐπὶ τῶ χαλινῶ τοῦ ἵππου n ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου Zachar. Sozom. ἐπὶ τῶ χαλινῶ τοῦ βασιλέως s)
65

ἅγιον τῷ κυρίῳ παντοκράτορι«. τοῦ δὲ σωτηρίου σταυροῦ μοῖραν μέν τινα τοῖς βασιλείοις ἀπένειμε, τῷ δὲ λοιπῷ θήκην ἐξ ὕλης ἀργύρου ποιησαμένη τῷ τῆς πόλεως δέδωκεν ἐπισκόπῳ, φυλάτ- τειν παρεγγυήσασα ταῖς ἔπειτα γενεαῖς τὰ τῆς σωτηρίας μνημόσυνα.

πάντοθεν δὲ δὴ παντοδαπῆς ὅλης τεχνίτας ἀγείρασα τοὺς μεγίστους ἐκείνους καὶ λαμπροτάτους νεὼς ἐδομήσατο. τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα. πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοθέων ἐκεῖσε θεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν.

Πεποίηκε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη καὶ ἀξιάγαστος βασιλίς. τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρασα πάσας καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ θερα- παινίδος ἔργον ἐπλήρου, διακονοῦσα καὶ ὄψα παρατιθεῖσα καὶ κύλικας ὀρέγουσα καὶ οἰνοχοοῦσα καὶ πρόχουν ἐπὶ λέβητος φέρουσα καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα.

ταῦτα καὶ τὰ τούτοις ὅμοια δράσασα ἐπανῆλθε μὲν πρὸς τὸν παῖδα, μετ’ εὐθυμίας δὲ εἰς τὸν ἕτερον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη καὶ ταῖς ἐξιτηρίοις αὐτὸν ἐπικλύσασα εὐλογίαις. ἐκείνη μὲν οὖν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν ὁποίας τυχεῖν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων τεθεραπευκυῖαν θεόν. Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων.