Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus. Theodoret Kirchengeschichte. Parmentier, Léon, editor. Leipzig: Hinrichs, 1911.

Ζωγράφοι μὲν σανίσι καὶ τοίχοις τὰς παλαιὰς ἐγγράφοντες ἱστορίας τέρψιν μὲν τοῖς ὁρῶσι προσφέρουσι, τῶν δὲ γεγενημένων τὴν μνήμην ἐπὶ πλεῖστον ἀνθοῦσαν φυλάττουσι· λογογράφοι δέ, ἀντὶ μὲν σανίδων ταῖς βίβλοις ἀντὶ δὲ χρωμάτων τοῖς τῶν λόγων ἄνθεσι κεχρημένοι, διαρκεστέραν καὶ μονιμωτέραν τῶν πεπραγμένων ποιοῦσι τὴν μνήμην· ὁ γὰρ χρόνος λωβᾶται τῶν ζωγράφων τὴν τέχνην.

τούτου δὴ χάριν κἀγὼ τῆς ἐκκλησιαστικῆς ἱοτορίας τὰ λειπόμενα συγγράψαι πειράσομαι· οὐ γὰρ ὅσιον ᾠήθην λαμπροτάτων ἔργων καὶ ὀνησιφόρων διηγημάτων τὸ κλέος παριδεῖν ὑπὸ τῆς λήθης συλώμενον.

διὰ γὰρ δὴ τοῦτο καὶ τῶν ουνήθων τινὲς ἐπὶ τόνδε με τὸν πόνον πολλάκις παρώτρυναν· ἐγὼ δὲ τῇ μὲν ἐμαυτοῦ δυνάμει τόδε τὸ ἔργον σταθμώμενος τὴν ἐγχείρησιν ὀρρωδῶ. θαρρῶν δὲ τῷ φιλοτίμῳ δοτῆρι τῶν ἀγαθῶν μείζοοιν ἢ κατ’ ἐμαυτὸν ἐγχειρῶ.

Εὐσεβίος μὲν οὖν ὁ Παλαιστῖνος ἀπὸ τῶν ἱερῶν ἀποστόλων τῆς ἱστορίας ἀρξάμενος μέχρι τῆς Κωνσταντίνου θεοφιλοῦς βασιλείας τὰ ταῖς ἐκκλησίαις ουμβεβηκότα ουνέγραψεν· ἐγὼ δὲ τῆς συγγραφῆς ἐκείνης τὸ τέλος ἀρχὴν τῆς ἱστορίας ποιήσομαι.

[*](* 5—9 S. Andreae encom. ab Arsenio ep. Corcyrae [Mustoxidi, Delle Corciresi, Corfu 1848, append. XXIII])[*](A HN(n) GS(s) DL + FV(v) = z)[*](1 — 4 > HL I 1 vor Θεοδωρήτοις + τοῦ μακάριοι A + τοῦ αἰτοῦ μακαρίου N ι 2 ἐπισκόπου Κύρου > D ι κύρων G ι 3/4 ἐκκλησιαστικῆς — πρῶτος > S I 5 α(??) am Rand nD ι 7 ἀνθοῦσαν AnDL Andr. encom. ἀνὰ πᾶσα; 9 καὶ μονιμωτέραν Am ι 11 λείποντα A, vgl. S. 7, 19 ι 14 δὴ > sv ι 15 τὴν μὲν (μὲν > DLV) ἐμαυτοῦ δύναμιν sz ι 15/ 16 τόδε τὸ ἔργον] τόδε G τώδε τῶ ἔργω SV τῶνδε τῶν ἔργων L τοι τε ἔργον D ι 16 θαρρεῖν A 17 δὥτῆρι Α)
5

Τῶν ἀνοσιουργῶν ἐκείνων καὶ δυσσεβῶν καταλυθέντων τοράννων, Μαξεντίου φημὶ καὶ Μαξιμίνου καὶ Λικιννίου, κατηυνάσθη τῆς ἐκκληοίας ἡ ζάλη, ἣν οἱ ἀλάστορες ἐκεῖνοι καθάπερ τινὲς καταιγίδες ἐκίνησαν, καὶ γαλήνης λοιπὸν ἀπήλαυε σταθερᾶς , τῶν στρεβλῶν παυσαμένων ἀνέμων.

καὶ Κωνσταντῖνος δὲ ὁ πανεύφημος βασιλεύς, ὃς οὐκ ἀπ’ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου« ἀλλ’ οὐρανόθεν κατὰ τὸν θεῖον ἀπόστολον τῆς κλήσεως ταύτης ἔτυχε, ταύτην αὐτῇ

ἐπρυτάνευσε. νόμους γὰρ ἔγραψε, θύειν μὲν εἰδώλοις ἀπείργων δομᾶσθαι δὲ τὰς ἐκκλησίας Παρεγγυῶν· καὶ ἄρχοντας δὲ πίστει κασμουμένους ἐφίστησι τοῖς ἔθνεσι, γεραίρειν κελεύων τοὺς ἱερέας καὶ τοῖς παροινεῖν εἰς τούτους ἐπιχειροῦσιν ὄλεθρον ἀπειλῶν. τότε δὴ οἱ μὲν τὰς καταλυθείσας ἐκκλησίας ἀνήγειρον, οἱ δὲ ἑτέρας εὐρυτέρας ἀνῳκοδόμουν καὶ λαμπροτέρας τούτων οὕτω δρωμένων,

τὰ μὲν ἡμέτερα χορείας ἢν ἔμπλεα καὶ θυμηδίας, τὰ δὲ τῶν ἐναντίων κατηφείας καὶ ἀθυμίας μεστά. τὰ μὲν γὰρ τῶν εἰδώλων ἀπεκέκλειστο τεμένη, ἐν δὲ ταῖς ἐκκλησίαις ἑορταὶ καὶ πανηγύρεις ἐπετελοῦντο συχναί.

Ἀλλ’ ὁ παμπόνηρος καὶ βάσκανος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, οὐκ ἤνεγκεν ἐξ οὐρίων φερομένην τὴν ἐκκλησίαν ὁρῶ,. ἀλλὰ τὰς κακομηχάνους ἐκίνει βουλὰς καταδῦσαι φιλονεικῶν τὴν ὑπὸ τοῦ ποιητοῦ καὶ δεσπότου τῶν ὅλων κυβερνωμένην.

ἑώρα δὲ τὴν Ἑλληνικὴν πλάνην δήλην γεγενημένην καὶ φωραθέντα τὰ ποικίλα τῶν δαιμόνων τεχνάσματα, καὶ τὴν μὲν κτίσιν παρὰ τῶν πλείστων οὐκ ἔτι προσκυνουμένην , τὸν δὲ ποιητὴν ἀντὶ ταύτης ὑμνούμενον.

οὑ δὴ χάριν οὐκ ἔτι προφανῶς τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνερρίπιζε πόλεμον, ἀλλ’ ἄνδρας εὑρὼν τῆς μὲν Χριστιανικῆς προση- [*](6 Gal. 1, 1 — 8— 10 vgl. Euseb. Vit. Const. II 44—45. IV 23 und 25 13—16 Euseb. H. E. X 9, 7. Vit. Const. II 19) [*](* 13—15 und 17— S. 7, 9 Niceph. H. E. VIII 4 und 5 — 18— S. I 12 [= T]) [*](A HN(n) GS(s) DL + FV (y) = z Τ [von 18 οὐκ ἤνεγκεν an]) [*](2 λικινίου s ι κατευνάσθη z ι 4 ἀπήλαυε AHFc ἀπήλαβε D ἀπήλαυσε ἀπέλαυσε V ι στρεβλῶν An στροβίλων z γρ. στροβίλων am Rand A στροβήσων übergeschrieben Ac προσβολῶν G προσβαλλόντων S ι 7 ταίτης An > sz ι αὐτὴ mit guter Verbesserung D αὐταῖς AnsLv ι 8/9 δομᾶσθαι AHGDLF δωμᾶσθαι N δομεῖσθαι SV ι 9 δὲ2] μὲν n μὲν gestrichen und δὲ übergeschrieben Α ι 10 ἐφίστη HD ι 12 ἀνήγειραν ΑΝ ι 14 χορείας] χορηγίας S und auf Rasur G ι ἔμπλεα AnEus. H. Ε. ἔμπλεω Νic. ἀνάπλεα sz ι 15 ἀποκέκλειστο L ι 18 nach ὁρῶν + ὁ διάβολος Τ* ι 19 καταδῦσαι Τ Nie. submergerc Cass. καταλῦσαι Ansz 20 δὲ] γὰρ H ι 24 τοῦ svT ι ἡμῶν DT nostruvi Cass. > AnsLv)

6
γορίας ἠξιωμένους , φιλοτιμίᾳ δὲ καὶ κενῇ δόξῃ δεδουλωμένους, ὄργανα τούτους τῶν οἰκείων ἀπέφηνε τεχνασμάτων· καὶ διὰ τούτων πολλοὺς εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, οὐ τὴν κτίσιν πάλιν προσκυνεῖσθαι παρασκευάσας, ἀλλὰ τὸν ποιητὴν καὶ δημιουργὸν συνταχθῆναι τῇ κτίσει κατασκευάσας. ποῦ δὲ τὴν ἀρχὴν καὶ ὅπως ἕσπερε τὰ ζιζάνια ἐγὼ διηγήσομαι.

Ἀλεξάνδρεια πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος , οὐκ Αἰγυπτίων μόνον ἀλλὰ καὶ Θηβαίων καὶ Λιβύων τῶν πρὸς Αἴγυπτον τὴν ἡγεμονίαν πεπιστευμένη. ταύτης μετὰ Πέτρον ἐκεῖνον τὸν νικηφόρον ἀγωνιστήν, ὃς ἐπὶ τῶν δυοειδῶν τυράννων τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, Ἀχιλλᾶς μὲν ὀλίγον χρόνον τὰ τῆς ἐκκλησίας κατέσχε πηδάλια, μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ γενναῖος τῶν εὐαγγελιῶν δογμάτων γενόμενος πρόμαχος.

Κατὰ τοῦτον τὸν χρόνον Ἄρειος τῷ μὲν καταλόγῳ τῶν πρεσβυτέρων ἐντεταγμένος, τὴν δὲ τῶν θείων γραφῶν πεπιστευμένος ἐξήγησιν, ἰδὼν τὸν Ἀλέξανδρον τῆς ἀρχιερωσύνης ἐγχειρισθέντα τοὺς οἴακας, οὐκ ἤνεγκε τοῦ φθόνου τὴν προσβολήν, ἀλλ’ ὑπὸ τούτου νυττόμενος ἀφορμὰς ἔριδος ἐπεζήτει καὶ μάχης.

καὶ τὴν μὲν ἀξιέπαινον τοῦ ἀνδρὸς πολιτείαν θεώμενος οὐδὲ συχοφαντίαν ὑφαίνειν ἠδύνατο, ἡσυχίαν δὲ ὅμως ἄγειν αὐτὸν ὁ φθόνος ἐκώλυε. τοῦτον εὑρὼν ὁ τῆς ἀληθείας ἀντίπαλος δι’ αὐτοῦ κυκᾷ καὶ κινεῖ τῆς ἐκκλλησίας τὴν ζάλην· ταῖς γὰρ ἀποστολικαῖς Ἀλεξάνδρου διδασκαλίαις προφανῶς ἀντιτείνειν ἀνέπειθε.

καὶ ὁ μὲν τοῖς θείοις λογίοις ἑπόμενος ὁμότιμον ἕλετε τοῦ πατρὸς τὸν υἱὸν καὶ τὴν αὐτὴν οὐσίαν ἔχειν τῷ [*](9—12 vgl. Rufin. H. Ε. X 1 —14 S. 7, 3 vgl. Theodoret. Haeret. IV 1 PG 83, 412) [*](A HN(n) 08(8) DL + FV (v) = z Τ) [*](2 ἀπέφηνε AnDT habuit Cass. ἀπέφαινε sLv ι 4 προσκυνῆσαι s ι 6 ἐγὼ > LvCass. I 7 β am Rand sLv ι 8 αἴγυπτον AnsLv αἰγύπτω DT Nie, vgl. IIII 2 ι 10 δυσσεβῶν XnDT Cass. δυσσεβῶν + ἐκείν’ ὤ sLv übergeschrieben Ac 10 τυράννων — 12 ἀλέξανδρος umgearbeitet und erweitert in Τ Cass. ι 11 vor Ἀχιλλᾶς + καὶ sv ι ἀχιλλὰσ A ι nach χρόνον + προὔστη καὶ H ι 13 διδαγμάτων T, dogmatis Cass. ι 14 Κατὰ: β am Rand A ι 15 δὲ AnT τε szCass. ι 18 ἐπιζητεῖ T, quaerebat Cass. ι 19 πολιτείαν τοῦ ἀνδρὸς ~ z τοῦ > D) I οὐδὲ συκοφαντίαν ὑφαίνειν szT am Rand Ac nequaquam cahimnias contexere Cass. συκοφαντίασ ὑφαίνειν οὐκ An ι 20 ἐδύνατο sV ι ἐκώλυσεν Τ, prohibebat Cass. ι 21 ἀληθείασ AnszCass. ἐκκλησίας Τ ι 22 ταῖς — διδασκαλίαισ szTCass. τῆ γὰρ ἀποστολικὴ ἅλ’. διδασκαλία An ι 23 λογίοις A = eloquia Cass. λόγοισ’ nszT ι ἑπόμενος nszTCass. πειθόμενος Α ι 24 οὐσίαν ἔχειν An Cass. ἔχειν οὐσίαν szT)

7
γεγεννηκότι θεῷ · ὁ δὲ Ἄρειος ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος κτίσμα καὶ ποίημα προσηγόρευεν, καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν προσετίθει καὶ τἄλλα ὅσα ἐκ τῶν ἐκείνου γραμμάτων σαφέστερον μαθησόμεθα. καὶ ταῦτα οὐ μόνον ἐν ἐκκλησίᾳ διετέλει λέγων, ἀλλὰ κἀν τοῖς ἔξω συλλόγοις καὶ συνεδρίοις, καὶ τὰς οἰκίας περινοστῶν ἐξηνδραπόδιζεν ὅσους ἴσχυεν.

Ἀλέξανδρος δέ, ὁ τῶν ἀποστολικῶν δογμάτων συνήγορος, πρῶτον μὲν αὐτὸν παραινέοεοι ἐπειρᾶτο καὶ συμβουλαῖς· ἐπειδὴ δὲ κορυβαντιῶντα εἶδε καὶ ἀναφανδὸν κηρύττοντα τὴν ἀσέβειαν, τῶν ἱερατικῶν ἐξήλασε καταλόγων. ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος· »ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ«.

Κατὰ τοῦτον δὲ τὸν χρόνον τῆς μὲν Ῥωμαίων ἐκκλησίας Σίλβεστρος κατεῖχε τὰς ἡνίας, Μιλτιάδην διαδεξάμενος ὃς μετὰ Μαρκελλῖνον τὸν ἐν τῷ διωγμῷ διαπρέψαντα τὴν τῆς ἀρχιερωσύνης χειροτονίαν ἐδέξατο· ἐν Ἀντιοχείᾳ δὲ μετὰ Τύραννον, τῆς τῶν ἐκκλησιῶν ἀρξαμένης εἰρήνης, Βιτάλιος τὴν ἡγεμονίαν παρέλαβεν, ὃς καὶ τὴν ἐν τῇ Παλαιᾷ καταλυθεῖσαν ὑπὸ τῶν τυράννων ᾠκοδόμησεν ἐκκλησίαν·

Φιλογόνιος δὲ μετὰ τοῦτον τὴν προεδρίαν λαβὼν τά τε λειπόμενα τῇ οἰκοδομίᾳ προστέθεικε καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ἐν τοῖς Λικιννίου καιροῖς ἐπεδείξατο ζῆλον. τὴν ἐν Ἱεροσολύμοις δὲ μετὰ Έρμωνᾶν Μακάριος ἐπιστεύθη, φερώνυμος ἀνὴρ καὶ παντοδαποῖς κοσμούμενος ἀγαθοῖς.

τῆς δὲ Κωνσταντινουπόλεως κατὰ τοῦτον αὐτὸν τὸν καιρὸν Ἀλέξανδρος τῆς ἀρχιερατικῆς ἠξιοῦτο λειτουργίας, ἀποστολικοῖς χαρίσμασι λαμπρυνόμενος. τότε [*](7—9 vgl. Rufin.H.E.X1,S.960,10—12 — 10/11 Matth. 5, 29/30 — 15-18 vgl. Corpus Script. Christian, oriental. cur. Chabot. Scriptores Syri. Series tertia, t. IV, S. 148 (= Σ)) [*](* 6—9 Nicetas Thesaur. V 3 PG 139, 1365 B — 12— S. 8, 10 Niceph. H.E. VIII 6) [*](A HN(n) GS(s) DL + FV(v) = z T) [*](1 τῆς ἀληθείας GL ι 2 ποτε AnTCass. > sz ι 3 γραμμάτων szTCass. συνταγμάτων An ι σαφέστερον > TCass. ι 7 μεταπείθειν παραινέσεσιν ~ TCass. ι 10 νόμου = legem Cass.] λόγου Τ 12 γ(??) am Rand HSS ι 13 ἡνίας κατεῖχε ~ TCass. ι μιλτιόδιν Τ ι 14 τὴν nach ἀρχιερωσύνης ~ s ι τῖς AnDTCass. τῆς αὐτῆς sLvAe ι 16 ἀρξαμένησ AnszCass. ἀρξάμενοσ 17 ἐν τῇ Παλαιᾷ] παλαιὰν D antiqicam Cass. Σ ι 19 οἰκοδομῆ Τ ι 20 λικινίου sDT ι 21 ἑρμαμωνᾶν V ἑρμάμωναν F ἔρμωνα S ἑρμωνᾶ NG, post Hermonem Cass. ι ἐνεπιστεύθη sLv ι 22 κοσμούμενοσ szTCass. ἀσκούμενοσ An I 23 nach καιρὸν + τῆς L ι Ἀλέξανδρος nach λειτουργίας ~ An, Cass. wie im Text ι 24 ἠξιοῦτο An possidebat Cass. ἠξίωτο sDvT ἠξιώθη L)

8
τοίνυν ὁ τῆς Ἀλεξανδρέων Ἀλέξανδρος, ὁρῶν τὸν Ἄρειον τῷ τῆς φιλαρχίας κατεχόμενον οἴστρῳ καὶ τοὺς ὑπὸ τῆς βλασφημίας ἐζωγρημένους ἀγείροντα καὶ συλλόγους ἰδίους ποιούμενον, τοῖς τῶν ἐκκλησιῶν ἡγεμόσι τὴν τούτου βλασφημίαν διὰ γραμμάτων ἐδήλωσεν.

Ἐγὼ δὲ τὴν πρὸς τὸν ὁμώνυμον αὐτῷ γραφεῖσαν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, σαφῶς ἅπαντα τὰ κατ’ ἐκεῖνον διδάσκουσαν, ὡς ἂν μή τις ὑπολάβοι πλάττοντά με ταῦτα συγγράφειν· καὶ μετὰ τήνδε, τὴν αὐτοῦ γε Ἀρείου, καὶ μετ’ ἐκείνην τὰς ἄλλας ὥν ἡ τῆς ἱστορίας δεῖται διήγησις, ἵνα μαρτυρῶσι τῇ ἀληθείᾳ τῆς συγγραφῆς καὶ σαφέστερον τὰ γεγενημένα διδάσκωσιν. γράφει δὲ ὁ τῆς Ἀλεξανδρέων Ἀλέξανδρος πρὸς τὸν ὁμώνυμον ταῦτα·