Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τοῦ Μαρκέλλου ἐπισκόπου Ἀπαμείας καὶ τῶν καταλυθέντων εἰδωλικῶν ναῶν ὑπ̓ αὐτοῦ.

Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν Θεὸν παῤῥησίᾳ μᾶλλον, ἣ τῇ πολυχειρίᾳ χρησάμενος.

Ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώτατον. Ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην: ἐκεχειροτόνητο δὲ ἀντ̓ ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ Ἀποστόλου νομοθεσίαν.

Ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους σὺν τοῖς ὑπηκόοις λαβών.

Καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιωτῶν ἡσύχασε δέος: τὸ δὲ τοῦ Διὸς τέμενος μέγιστόν τε ὃν, καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη: στεγανὴν δὲ ἄγαν καὶ στερέμνιον τὴν οἰκοδομίαν εὑρὼν, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν. Μέγιστοί τε γὰρ ἦσαν, καὶ ἀλλήλοις ἅμα συνηρμοσμένοι, καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. Ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδὼν, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν Θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει. Ἧκεν οὗν τις αὐτόματος ἔωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ̓ ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος.

Οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν νεὼν καταλύσειν, δυοῖν δὲ τεχνιτῶν ἀπῄτει μισθόν. Ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεὺς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμηχανήσατο. Στοὰν ἐκ τῶν τεττάρων πλευρῶν ὁ νεὼς εἶχεν ἐφ̓ ὕψους κείμενος αὐτῷ συνηρμοσμένην. Οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ: ἑκάστου δὲ ὁ κύκλος ἑκκαίδεκα πήχεων ἦν. Ἡ δὲ τοῦ λίθου φύσις, στεῤῥοτάτη τις ἦν, καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθοτόμων ὀργάνοις ὑπείκουσα. Τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος, καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ̓ ἕτερον αὗθις μετέβαινεν. Οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας, τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν.

Ἀλλ̓ οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος, καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν. Ἐπεὶ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανὴν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ μεσημβρίαν καθεύδοντι.

Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν, καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστήριον: αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς, τὸν φιλάνθρωπον ἠντιβόλει Δεσπότην, μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ

1245
τυραννίδι τοῦ δαίμονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης. Ταῦτα εἰπὼν, καὶ ὅσα τούτοις παρόμοια, καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκύτιόν τινα διακονίας ἠξιωμένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε, καὶ διὰ τάχους δραμεῖν, καὶ μετὰ πίστεως διαῤῥᾶναι, καὶ τὴν φλόγα προσενεγκεῖν. Οὕτω τούτου γενομένου, ἀπέδραμεν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν: τὸ δὲ πῦρ ὡς ἐλαίῳ τῷ ἀντιπάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων. καὶ ταῦτα ἐν ἀκαρεῖ κατηνάλωσεν. Οἱ δὲ κίονες φρούδου τοῦ ἐρείδοντος γενομένου αὐτοί τε κατέπεσον, καὶ ἅλλους εἵλκυσαν δυοκαίδεκα. Καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν, ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν. Ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν, πολὺς γὰρ ἦν, πάντας εἰς θέαν συνήγειρεν.

Ἐπεὶ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγὴν, εἰς ὑμνῳδίαν τοῦ Θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν. Οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς. Πολλὰ δὲ καὶ ἅλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων, καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι, καὶ ἀντιγράφων ἐτύγχανε, καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνεδέξατο στέφανον, ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μηκύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. Ἐφ̓ ἑτέραν τοίνυν διήγησιν τρέψομαι.

Περὶ Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας, καὶ τῶν ἐν τῇ καθαιρέσει τῶν εἰδώλων αὐτόθι γεγενημένων.

Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας, καὶ ἀνδρεῖος τὸ φρόνημα. Οὗτος τὴν Ἀλεξάνδρου πόλιν, τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. Οὐ γὰρ μόνον, ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα. Τά τε γὰρ ἐκ χαλκοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες ξόανα, καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. Εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες, καὶ εἴσω τῶν ξοάνων γινόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον. Φενακιζόμενοι δὲ οἱ ἐπαῒοντες ἔδρων τὸ κελευόμενον. Ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις. Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβὰς, τῶν δὲ πανταχοῦ γῆς, καθά φασί τινες, μέγιστός τε οὗτος καὶ κάλλιστος, εἶδε τὸ ξόανον παμμέγεθες, καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον: πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλὸς, ὡς εἴ τις τούτῳ πελάσει, κλονηθήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται. Ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἷναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ

1248
τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν: Ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἄπαντες τὸ θρυλούμενον δείσαντες: ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν, οὕτε ἤλγησε, ξύλινος γὰρ ἦν, οὔτε φὡ??ʼὴν ἀφῆκεν, ἄψυχος ὤν. Ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μῦες ἀγεληδὸν ἐξέδραμον ἔνδοθεν: μυῶν γὰρ οἰκητήριον ἦν ὁ ʽ??ʼἰγυπτίων θεός. Εἰς μικρά δὲ αὐτὸν διελόντες, τὰ μὲν παρέδοσαν τῷ πυρὶ, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεος ἔσυρον, τῶν προσκυνούντων ὁρώντων. καὶ τοῦ παῤ αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων. Οὕτω δὴ πανταχοῦ γῆς καὶ θαλάττης τὰ τῶν εἰδώλων κατελύθη τεμένη.

Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας ἐπισκόπου, καὶ τῆς διὰ Παυλῖνον γεγενημένης τοῖς Δυτικοῖς στάσεως.

Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὴν προεδρίαν Φλαβιανὸς διεδέξατο, ὁ σὺν Διοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας. Ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς Ἐκκλησίας ἡγεμονίαν λαβεῖν: ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορὸς, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον, μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν: ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις, καὶ ἐπὶ πλεῖστον τῶν προβάτων προκινδυνεύσαντα, προσήκειν γενέσθαι ποιμένα.

Τοῦτο δὲ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο Οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη τὸ ἔχθος: ἀλλὰ καὶ μετ̓ ἐκεῖνον, Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον, διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν. Μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταυτὸν παραβάς.

Οὕτε γὰρ ἀνθ̓ ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπιτρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι: καὶ αὗ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπῳ χειροτονίαν ἀπαγορεύουσι γίνεσθαι. Ἀλλ̓ ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες, τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς. Ἐνοχληθεὶς γὰρ πολλάκις, ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντινούπολιν, καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν. Ὁ δὲ Φλαβιανὸς, χειμῶνά τε εἶναι φήσας, καὶ ὑποσχόμενος τοῦ ἔαρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν, ἐπανῆκεν εἰς τὴν πατρίδα. Ἐπεὶ δὲ οἱ τῆς Ῥώμης ἐπίσκοποι, οὐ μόνον ὁ θαυμάσιος Δάμασος, ἀλλὰ καὶ ὁ μετ̓ ἐκεῖνον Σιρίκιος, καὶ Ἀναστάσιος ὁ Σιρικίου διάδοχος, σφοδρότερον τοῦ βασιλέως καθήψαντο, τοὺς μὲν οἰκείους αὐτὸν φήσαντες καταλύειν τυράννους, τοὺς δὲ

1249
κατὰ τῶν Χριστοῦ νόμων θρασυνομένους ἐπὶ τῆς τυραννίδος ἐᾷν, πάλιν αὐτὸν μεταπεμψάμενος ἀπαίρειν αὐτὸν εἰς τὴν Ῥώμην ἠνάγκαζε. Τότε Φλαβιανὸς ὁ σοφώτατος, τῇ ἀξιεπαίνῳ παῤῥησίᾳ χρησάμενος, ἔφη: Εἰ μὲν τῆς πίστεως, ὦ βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες, ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς, καὶ τὴν παῤ ἐκείνων ἐκφερομένην ὑποίσω ψῆφον. Εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι, οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ̓ ἐκστήσομαι, καὶ τῆς προεδρίας ἀφέξομαι. Τοιγάρτοι δὸς ᾧ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ. Ταύτην αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς, τὴν ἐνεγκοῦσαν καταλαβεῖν, καὶ τὴν ἐγχειρισθεῖσαν ποιμαίνειν Ἐκκλησίαν ἐκέλευσε. Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥώμην ἀφικόμενος ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμενεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων. Ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων, καὶ ἐκείνου σύνδικος γεγενῆσθαι. Ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάσασθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς Ἐκκλησίας συνάψαι, καὶ διαλῦσαι τὴν ἔριν, καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν. Παυλῖνός τε γὰρ ἐτελεύτησε πάλαι, καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται: καὶ τῆς Ἑῴας αἱ Ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται, πρὸς δὲ τῇ Ἑῴᾳ, καὶ τὴν Ἀσιανὴν ἅπασαν, καὶ τὴν Ποντικὴν, καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας, καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον. Ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι, καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν, καὶ τοὺς πεμφθησομένους δέξασθαι πρεσβευτάς.

Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς, ἀπέστειλεν εἰς τὴν Ῥώμην, καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς, καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων: ἡγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως ποιμαίνειν λαχὼν, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος. Οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν, δἰ ἑπτακαίδεκα ἐτῶν ταῖς Ἐκκλησίαις ἐπρυτάνευσε τὴν εἰρήνην. Τοῦτο δὲ γνόντες Αἰγύπτιοι, τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν. Ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων Ἐκκλησίας Ἰνοκέντιος διαδεξάμενος Ἀναστάσιον, ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος: τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην.

Περὶ τῆς Εὐγενίου τυραννίδος, καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως διὰ πίστεως νίκης.

Τὴν μὲν οὖν τῶν Ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς. Πρὸ δέ

1252
γε τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευτὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν, εἰς τὴν Εὐρώπην ἐστράτευσε. Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ, τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν. Οὗτος πνευματικῆς μεταλαχὼν χάριτος, πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων.

Πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλε βασιλεὺς, εἰ πολεμητέον τοῖς τυράννοις μαθεῖν ἐφιέμενος.

Καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναιμωτὶ προηγόρευσε νίκην: ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε. Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς, πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε. πολλοὺς δὲ τῶν ἐπικουρούντων αὐτῷ βαρβάρων ἀπέβαλε. Τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων. καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι, καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς. Οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι: ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς, τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη. Τούτων οὕτως πιστῶς εἰρημένων, καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης, καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὅρους ἀκρωνυχίᾳ, ἐν ᾧ τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων Δεσπότην ἀντιβολῶν. Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς, ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην: ἐπὶ δὲ τοῦ δαπέδου κείμενος, ὁρᾷν ἐδόκει δύο τινὰς λευχειμονοῦντας ἄνδρας ὲφ̓ ἵππων ὀχουμένους λευκῶν, οἳ θαῤῥεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι. καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν: ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρόμαχοι: καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστὴν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον.

Ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς, οὐκ ἔληξε τῆς ἱκετείας: ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε. Τοῦτο καὶ στρατιώτης τις θεασάμενος δεδήλωκε τῷ λοχαγῷ: ἐκεῖνος δὲ τοῦτον πρὸς τὸν χιλίαρχον ἤγαγεν: ὁ δὲ χιλίαρχος ἀπήγαγε τῷ στρατηγῷ. Ὁ δὲ στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν, ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ. Ὁ δέ: Οὐκ ἐμοῦ ἕνεκα, ἔφη, ταῦτα οὗτος τεθέαται: ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑποσχομένοις πεπίστευκα: ἀλλὰ ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἴνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως: πρώτῳ γὰρ ἐμοὶ ταύτην ὁ κοινὸς Δεσπότης τὴν ὄψιν ὑπέδειξεν. Ἀποσκευασάμενοι δὴ οὗν τὸ δέος, τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα: καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγουμένων λογιζέσθω ἕκαστος τὴν δύναμιν. Ταῦτα καὶ

1253
ταῖς στρατιώταις εἰπὼν, καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας, ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς. Ὁ δὲ τύραννος, πόῤῥωθεν ἰδὼν τοὺς στρατιώτας πολεμήσοντας, καθώπλισε τὴν στρατιὰν, καὶ εἰς παράταξιν ἔταξεν. Αὐτὸς δὲ ἐπί τινος γεωλόφου μείνας, θανατᾷν τε ἔφη τὸν βασιλέα, καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι. καὶ τοῖς στρατηγοῖς ἐκέλευσε ζῶντα τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν. Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολεμίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγμένον.

Ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι. Πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον, τοὺς μὲν ἐκείνων ὀϊστοῦς ἀπέστρεφε καὶ τὰ πελτὰ, καὶ τὰ δόρατα, καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν. καὶ οὔτε ὁπλίτης, οὔτε τοξότης, οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασιλέως ἠδύνατο στρατιάν. Καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη, μύειν τὰ βλέφαρα, καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν. Οἱ δὲ τοῦ βασιλέως στρατιῶται λώβην οὐδὲ μίαν ἐκ τῆς καταιγῖδος ἐκείνης δεξάμενοι, θαῤῥαλέως τοὺς πολεμίους κατέκτεινον. Οἱ δὲ ταῦτα ὁρῶντες, καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλησαν. Ὁ δὲ καὶ εἶξε, καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν.

Οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον, οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα. Ὁ δὲ πνευστιῶντας ἰδὼν, καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδὴν, νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον, ὡς προσετάχθησαν, ἤγαγον. Οἱ δέ: Οὐκ ἐκεῖνον, ἔφησαν, σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν. Τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε Πρύτανις. Ταῦτα λέγοντες, ἐξανέστησάν τε ἐκ τοῦ δίφρου, καὶ τὰ δεσμὰ ἐπιθέντες πεπεδημένον ἀπήγαγον, καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον. Ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημμεληθέντων ἀνέμνησε, καὶ τῆς παρανόμου τυραννίδος, καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων: ἐκωμῴδησέ τε καὶ τὴν Ἡρακλέους εἰκόνα, καὶ τὸ μάταιον δἰ ἐκείνην γενόμενον θάρσος. Καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ̓ αὐτοῦ τιμωρίας τὴν ψῆφον. Τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ, καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης τυγχάνων.

Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως τελευτῆς.

Μετὰ δὲ τήνδε τὴν νίκην ἀῤῥωστήσας, τοῖς υἱοῖς τὴν βασιλείαν διένειμε: καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ νεωτέρῳ δὲ τῆς Εὐρώπης τὰ σκῆπτρα. Τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε. Διὰ ταύτης γὰρ, ἔφη, καὶ ἡ εἰρήνη φυλάττεται, καὶ πόλεμος καταλύεται,

1256
καὶ πολέμιοι τρέπονται, καὶ ἀνίστανται τρόπαια. καὶ νίκη βραβεύεται. Ἐκεῖνος μὲν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών.

Οἱ δὲ τῆς βασιλείας διάδοχοι, καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι.

Περὶ Ὁνωρίου τοῦ βασιλέως. καὶ Τηλεμάχου μονάζοντος.

Ὁνώριος μὲν γὰρ, ὁ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος, τὰς ἐν Ῥώμῃ πάλαι γινομένας μονομαχίας κατέλυσεν, ἀφορμὴν τοιάνδε λαβών. Τηλέμαχός τις τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον.

Οὗτος ἀπὸ τῆς Ἑῴας ἀπάρας, καὶ τούτου χάριν τὴν Ῥώμην καταλαβὼν, τῆς μυσαρᾶς ἐκείνης ἐπιτελουμένης θέας, εἰσελήλυθε καὶ αὐτὸς εἰς τὸ στάδιον, καὶ καταβὰς παύειν ἐπειρᾶτο τοὺς κατ̓ ἀλλήλων κεχρημένους τοῖς ὅπλοις. Τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες, καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμενοι τὴν βακχείαν. κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν. Τοῦτο μαθὼν ὁ θαυμαστὸς βασιλεὺς, τὸν μὲν τοῖς νικηφόροις συνηρίθμησε μάρτυσι, τὴν δὲ πονηρὰν ἐκείνην ἔπαυσε θεωρίαν.

Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως εὐσεβείας, καὶ Ἰωάννου τοῦ Χρυσοστύμου χειροτονίας.

Ἐν δὲ Κωνσταντινουπόλει, Νεκταρίου τελευτήσαντος, ὅς τὴν Ἐκκλησίαν ἐκείνην ἐποίμανεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχὼν, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε, καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὑτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγγύησε χάριτι, καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα. Ἱκανὸν δὲ καὶ τοῦτο μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν. Κατὰ τοῦτον τὸν χρόνον, Ἀντιοχείας μὲν ὁ θεῖος ἡγεῖτο Φλαβιανὸς, Λαοδικείας δὲ Ἐλπίδιος, τοῦ μεγάλου Μελετίου γενόμενος σύσκηνος, καὶ τὴν ἐκείνου πολιτείαν ἐκμαξάμενος μᾶλλον ἢ κηρὸς τῶν δακτυλίων τοὺς τύπους. Οὗτος μὲν οὗν τὸν μέγαν Πελάγιον διεδέξατο: τὸν δὲ θεῖον Μάρκελλον Ἀγαπητὸς ὁ πανεύφημος, ὃν ἐν ταῖς ἀσκητικαῖς παλαίστραις διαπρέπειν ἔφην κατὰ τὸν τῆς αἱρετικῆς ζάλης καιρόν. Σελευκείας δὲ τῆς πρὸς τῷ Ταύρῳ Μάξιμος, Ἰωάννου τοῦ πάνυ συμφοιτητὴς. καὶ Θεόδωρος τῆς Μοψουεστίας: ἄμφω δὲ διδασκάλω ἤστην λαμπρώ. Διέλαμπε δὲ συνέσει τε καὶ βίῳ ὁ θεῖος Ἀκάκιος ἰθύνων τὴν Βέροιαν: Λεόντιος δὲ τὸ Γαλατῶν ἐποίμαινεν ἔθνος, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνόμενος.

Περὶ τῆς κατὰ Θεὸν τούτου τοῦ ἐπισκόπου παῤῥησίας.

Ὁ δὲ μέγας Ἰωάννης τοὺς Ἐκκλησίας δεξάμενος οἴακας, τάς τε παρά τινων γινομένας ἀδικίας σὺν

1257
παῤῥησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους: τοὺς δὲ τούτους παραβαίνειν τολμῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν. οὐ χρῆναι λέγων, τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθῶν ἱερέων μὴ ζηλοῦν βιοτήν. Καὶ ταύτην ἐποιεῖτο τὴν προμήθειαν, οὐ μόνον ἐκείνης τῆς πόλεως, ἀλλὰ καὶ τῆς Θρᾴκης ἁπάσης, εἰς ἔξ δὲ αὕτη ἡγεμονίας διῄρηται, καὶ τῆς Ἀσίας ὅλης, ὑπὸ ἕνδεκα δὲ καὶ αὕτη ἀρχόντων ἰθύνεται. Καὶ μέντοι καὶ τὴν Ποντικὴν τούτοις κατεκόσμει τοῖς νόμοις, ἰσαρίθμους δὲ καὶ αὕτη ἔχει τῆς Ἀσίας τοὺς ἡγουμένους.

Περὶ τῶν ἐν Φοινίκῃ δἰ αὐτοῦ καταλυθέντων εἰδωλικῶν νεῶν.

Μαθὼν δὲ τὴν Φοινίκην ἔτι περὶ τὰς τῶν δαιμόνων τελετὰς μεμηνέναι, ἀσκητὰς μὲν ζήλῳ θείῳ πυρπολουμένους συνέλεξε, νόμοις δὲ αὐτοὺς ὁπλίσας βασιλικοῖς, κατὰ τῶν εἰδωλικῶν ἐξέπεμψε τεμενῶν.

Τὰ δὲ τοῖς καταλύουσι τεχνίταις καὶ τοῖς τούτων ὑπουργοῖς χορηγούμενα χρήματα οὐκ ἐκ ταμιείων βασιλικῶν λαμβάνων ἀνήλισκεν, ἀλλὰ τὰς πλούτῳ κομώσας καὶ πίστει λαμπρυνομένας γυναῖκας φιλοτίμως ταῦτα παρέχειν ἀνέπειθε, τὴν ἐκ τῆς χορηγίας φυομένην εὐλογίαν δεικνύς. Τοὺς μὲν οὗν ὑπολειφθέντας τῶν δαιμόνων σηκοὺς τοῦτον τὸν τρόπον ἐκ βάθρων ἀνέσπασεν.

Περὶ τῆς ἐκκλησίας τῶν Γότθων.

Ὁρῶν δὲ καὶ τὸν Σκυθικὸν ὅμιλον ὑπὸ τῆς Ἀρειανικῆς θηρευθέντα σαγήνης, ἀντεμηχανήσατο καὶ αὐτὸς, καὶ πόρον ἄγρας ἐξεῦρεν. Ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους, καὶ διακόνους, καὶ τοὺς τὰ θεῖα ὑπαναγινώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν. Αὐτός τε γὰρ τὰ πλεῖστα ἐκεῖσε φοιτῶν διελέγετο, ἑρμηνευτῇ χρώμενος τῷ ἑκατέραν γλῶσσαν ἐπισταμένῳ τινὶ. καὶ τοὺς λέγειν ἐπισταμένους τοῦτο παρεσκεύαζε δρᾷν. Ταῦτα μὲν οὗν ἔνδον ὲν τῇ πόλει διετέλει ποιῶν, καὶ πολλοὺς τῶν ἐξηπατημένων ἐζώγρει, τῶν ἀποστολικῶν κηρυγμάτων ἐπιδεικνὺς τὴν ἀλήθειαν.

Περὶ τῆς εἰς Σκύθας ὑπ̓ αὐτοῦ γενομένης προνοίας, καὶ τοῦ κατὰ τῶν Μαρκιανιστῶν ζήλου.

Μαθὼν δέ τινας τῶν νομάδων παρὰ τὸν Ἴστρον ἐσκηνωμένους διψῇν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νάμα προσφ̔??ʼροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοπονίαν ἐζηλωκότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν. Ἐγὼ δὲ καὶ γράμμασιν ἐντετύχηκα παῤ αὐτοῦ γραφεῖσι πρὸς Λεόντιον τὸν Ἀγκύρας ἐπίσκοπον, δἰ ὧν καὶ τῶν Σκυθῶν

1260
ἐδήλωσε τὴν μεταβολὴν, καὶ πεμφθῆναι ἁ̓́??ʼὸρας πρὸς τὴν τούτων ποδηγίαν ἐπιτηδείους ἠξίωσεν. Ἐν τῇ χώρᾳ δὲ τῇ ἡμετέρᾳ τὴν Μαρκίωνος νόσον κώμαις τισὶν ἐπισκῆψαι μαθὼν, ἐπέστειλε τῷ τηνικαῦτα ποιμαίνοντι, καὶ προτρέπων ἐξελάσαι τὴν νόσον, καὶ τὴν ἀπὸ τῶν βασιλικῶν νόμων ἐπικουρίαν ὀρέγων.

Ὅπως μὲν οὗν τὴν τῶν Ἐκκλησιῶν μέριμναν ἐν τῇ ψυχῇ περιέφερε, κατὰ τὸν θεῖον Ἀπόστολον, ἱκανὰ καὶ ταῦτα διδάξαι.

Ἔστι δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὴν παῤῥησίαν μαθεῖν.

Περὶ τῆς Γαϊνᾶ αἰτήσεως, καὶ τῆς ἀντιῤῥήσεως Ἰωάννου τοῦ ἐπισκόπου.

Γαϊνᾶς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι δὲ τυραννικῷ κεχρημένος, ἐστρατήγει κατ̓ ἐκεῖνον τὸν χρόνον. πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ πεζικὴν στρατιάν. Ἐπεφρίκεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς, τὴν μελετωμένη ὑφορώμενος τυραννίδα.

Οὗτος τῆς Ἀρείου λώβης μεταλαχὼν, ἕνα αὐτῷ δοῦναι τῶν θείων σηκῶν ἐπήγγειλε τὸν βασιλέα.

Ὁ δὲ σκοπήσειν ἔφη, καὶ θεραπεύσειν ἐπηγγείλατο, καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε, καὶ τῆς δυναστείας ἀνέμνησε, καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα, καὶ παρεκάλει τῇ δόσει τὸν τοῦ βαρβάρου χαλινῶσαι θυμόν. Ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ: Μὴ τοιαῦτα, ἔφη, ὦ βασιλεῦ, ὑπισχνοῦ, μηδὲ διδόναι παρακελεύου τὰ ἅγια τοῖς κυσίν. Οὐ γὰρ ἀνέξομαι, τοὺς μὲν τὸν Θεὸν Λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν. τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών. Καὶ μήτοι δείσῃς τὸν βάρβαρον ἐκεῖνον, ὦ βασιλεῦ, ἀλλὰ ἄμφω καλέσας. ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ὑπάκουε, ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν, καὶ πείσω ἥκιστα αἰτῆσαι ὃ μὴ δοῦναι συμφέρει. Τούτων ἀκούσας ὁ βασιλεὺς, ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέρους ἐκάλεσε.

Καὶ ὁ μὲν τὴν ἐπαγγελίαν ἐζήτει: ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων, οὐκ ἐξεῖναι βασιλεῖ τῶν θείων κατατολμᾷν εὐσεβεῖν γε προαιρουμένῳ. Ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον: Ἅπας σοι, ἔφη ὁ μέγας Ἰωάννης, ὁ θεῖος οἶκος ἠνέῳκται, καὶ οὐδεὶς εἵργει προσεύξασθαι προθυμούμενον. — Ἀλλὰ ἐγὼ, ἔφη ὁ Γαϊνᾶς, ἐτέρας ὑπάρχω συμμορίας, καὶ σὺν ἐκείνοις ἔνα θεῖον οἶκον ἔχειν αἰτῶ, καὶ μάλα γε δικαίως αἰτῶ πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας. — Ἀλλ̓ ἔχεις, ἔφη, μείζους τῶν πόνων τὰς ἀντιδόσεις: στρατηγός τε γὰρ εἶ, καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι, τί μὲν ἦσθα πάλαι, τί δὲ γεγένησαι νῦν: καὶ τίς μὲν ἡ

1261
προτέρα πενία, τίς δ̓ ἡ παροῦσα περιουσία: καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ποῖα δὲ νῦν περιβέβλησαι. Σκόπησον τοίνυν, ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος.

Τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνᾶν, καὶ σιγὴν ἔχειν ἠνάγκασε.

Χρόνου δὲ διελθόντος, τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τ̔??ʼραννίδα, καὶ τὴν στρατιὰν ὲν τῇ Θρᾴκῃ συναγαγὼν, ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα. Ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες, καὶ ἄρχοντες, καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο, οὔτε πρεσβεύεσθαι ἀδεῶς ὑπελάμβανε: τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο.

Περὶ τῆς αὐτοῦ πρὸς Γαῖνᾶν πρεσβείας.

Τότε τοὺς ἄλλους ἅπαντας δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι. Ὁ δὲ, οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος, οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφορὰν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρμησε.

Γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβἑ??ʼτὴν, καὶ τὴν ὐπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παῤῥησίαν, ὑπήντησέ τε προθύμως πόῤῥωθεν, καὶ τὴν ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν. Οὕτω πέφυκεν ἀρετὴ καταιδεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους.

Ἀλλ̓ οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρμαρυγάς: ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς, τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός.

Περὶ τῶν διὰ τὸν Χρυσόστομον συμβεβηκότων.

Ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενόμενος, οὐκ οἶδα ὅ τι πάθω. Διηγήσασθαι γὰρ τὴν κατὰ τούτου τολμηθεῖσαν ἀδικίαν βουλόμενος, τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι. Οὖ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι.

Οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν: δυστήνους δέ τινας κατηγόρους εὑρόντες, καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόῤῥω τοῦ ἄστεος ἐκάθισαν τὸ συνέδριον, καὶ τὴν ψῆφον ἐξήνεγκαν. Ὁ δὲ βασιλεὺς, ὡς ἱερεῦσι πιστεύσας, πόῤῥω αὐτὸν τοῦ ἄστεος γενέσθαι προσέταξεν.

Ὁ δὲ, μήτε τῆς κατηγορίας ἀκούσας, μήτε τὴν ἀπολογίαν προσενεγκὼν, ὡς ἐληλεγμένος ἐφ̓ οἶς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη, καὶ τὸ ὲν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν: οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι.

Σεισμοῦ δὲ μεγίστου νύκτωρ γενομένου, καὶ δείματος

1264
τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἀπεληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν, καὶ στῆσαι τῇ πόλει τὸν κ̔??ʼνδυνον. Καὶ ἕτεροι δὲ μετ̓ κείνους ἐπέμφθησαν, καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο. Ἐπεἱ??ʼὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεὼς, ἐκάλυψαν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα. Ἅπαντες γὰρ ὑπήντησαν, τὰς ἐκ κηροῦ λαμπάδας προάπτοντες.

Τότε μέν οὖν τὸ τῶν δυσμενῶν διελύθη στίφος. Ὀλίγων δὲ διελθόντων μηνῶν, συνηθροίσθησαν αὗθις, καὶ δίκας εἰσέπραττον, οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λειτουργίας. Ὁ δὲ ἔλεγε, μήτε δικάσασθαι, μήτε τῶν γραφῶν ἐπακοῦσαι, μήτε ἀπολογίαν ποιήσασθαι, μήτε μὴν κατακριθῆναι παρὼν, ἀλλ̓ ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι.

Καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς: ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον, οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν: Κουκουσὸς δὲ ὄνομα ταύτῃ: κἀκεῖθεν δὲ ἐξαγαγόντες, εἰς Πιτυοῦντα μετῴκισαν: τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτονεῦον βαρβάροις. Ἀλλ̓ ὁ φιλάνθρωπος οὐκ εἴασε Δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν. Εἰς γὰρ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον. Τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δἰ ὀνείρατος προστεταχότος τοῦ μάρτυρος.

Ὁπόσοι μὲν οὗν τῶν ἐπισκόπων δἰ ἐκεῖνον τῶν Ἐκκλησιῶν ἐξηλάθησαν, καὶ αὐτὰς ᾤκησαν τἀς τῆς οἰκουμένης ἐσχατιὰς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθήμασι περιέπεσον, περιττὸν οἴμαι διηγεῖσθαι, καὶ μηκύνειν τὴν συγγραφήν. Ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ, καὶ τῶν δεδρακότων ὁμοπ̔??ʼστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα. Ἔδοσαν μέντοι δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι, καὶ τοῖς ἄλλοις δἰ ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν.

Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι: τῆς γὰρ τῶν δεδρακότων σφᾶς αὐτοὺς ἀπέκριναν κοινωνίας: καὶ Ἰλλυριοὶ δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο. Τῶν δὲ πρὸς ἤλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι, ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς Ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα. Καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ, καὶ τῇ Ἑῴᾳ, κ̔??ʼὶ τῶν ὲν τῷ Βοσπόρῳ, καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν

1265
ἠσπάσαντο, ἕως ἐκείνου τοῦ θεσπεσίου ἀνδρὸς τὁ??ʼνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν. Καὶ Ἀρσάκιον μὲν, ὃς μετ̓ ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν: Ἀττικὸν δὲ, τὸν Ἀρσακίου διάδοχον, πολλάκις. δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα. χρόνῳ ὕστερον ἐδέξαντο, τὴν προσηγορίαν ἐγγράψαντα.

Περὶ Ἀλεξάνδρου ἐπισκόπου Ἀντιοχείας.

Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών: τῆς δὲ Ἱεροσολύμων Ἐκκλησίας Ἰωάννης εἶχε τὴν προεδρίαν, ἀνὴρ ἀξιάγαστος, Κύριλλον διαδεξάμενος, οὖ καὶ πρόσθεν ἐμνήσθημεν. Τὴν δὲ Ἀντιοχέων Ἀλέξανδρος ἐποίμαινε, συμβαίνουσαν ἔχων τῇ ἀρχιερωσύνῃ τὴν πολιτείαν. Ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον, καὶ γυμνασάμενος ἐπιπλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς, καὶ λόγῳ παιδεύων, καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον. Οὗτος Πορφύριον διεδέξατο. ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν, πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν. Ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν. Ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ, καὶ ἀκτήμονι βίῳ, καὶ τῷ ῥεύματι τῆς γλώττης, καὶ μυρίοις ἑτέροις ἐπλεονέκτει χαρίσμασιν.

Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἢν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε, καὶ μετ̓ ἐκεῖνον Εὐάγριος, πειθοῖ καὶ παρακλήσει χρώμενος, τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν, ᾖ παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε.

Πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβὼν, καὶ τοὺς ἱερωμένους, καὶ τοὺς πολλοὺς, ἀφίκετο πρὸς τὴν ὁμήγυριν: καὶ παραλαβὼν ψάλλοντας, καὶ μίαν ἁρμονίας ὑμνῳδίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἐσπέραν τετραμμένης πυλίδος, μέχρι τοῦ μεγίστου νεὼ, πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε, καὶ ποταμὸν ἔδειξε λογικὸν, τὸν παραῤῥέοντα μιμούμενον ποταμόν.

Ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι, καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι, καὶ τὸ βραχύτατον τῶν Ἐλλήνων λείψανον, ἔστενον καὶ ὠλοφύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς Ἐκκληείας ἐμβάλλοντας θάλασσαν ἀπωδύροντο. Οὗτος τὴν ειαστικοῖς διπτύχοις ἐνέταξε.

Περὶ τῆς τῶν λειψάνων Ἰωάννου ἀνακομιδῆς.

καὶ περὶ τῆς πίστεως Θεοδοσίου τοῦ βασιλέως καὶ τῶν ἀδελφῶν αὐτοῦ.

Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν.

Καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ

1268
πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε.

Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσήνεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν, καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον.

Οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς, καὶ τὸ μέτωπον, ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγγνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντιβολήσας.

Πάλαι μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανείᾳ καταλιπόντες. Ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανείας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ τῶν προγόνων Θεός. Τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε, καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστασίαστον, καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας. Τῶνδε τῶν εὐεργεσιῶν μεμνημένος ἀεὶ, τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις. Ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς, διὰ βίου τὴν παρθενίαν ἀσκούσας, καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην, καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας. Αὐτὸν μέντοι τὸν βασιλέα, καὶ πολλὰ ἄλλα ἐκόσμει: οὐχ ἥκιστα δὲ φιλανθρωπία, καὶ πραότης, καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος. Καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον.

Ἀνήρ τις, ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώμενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος. Ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε, καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν.

Ὁ δὲ πιστότατος βασιλεὺς, παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ καλοῦντος εἰς εὐωχίαν, καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναι τὸν δεσμὸν μετασχεῖν τροφῆς: καὶ τούτου δὴ ἕνεκα πρὸς τὸν ἀρχιερέα τὸν οἰκειότατον ἔπεμψε, παρακαλῶν ἐπιτρέψαι τῷ δεδωκότι τὸν δεσμὸν διαλῦσαι.

Τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν, καὶ δεδηλωκότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν, ἕως ὁ δήσας σὺν πολλῷ τῷ πόνῳ ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν: οὕτω τοῖς θείοις πεπίστευκε νόμοις. Τούτου δὴ ἕνεκα, καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπασθῆναι προσέταξεν, ὥστε τοὺς μεθ̓ ἡμᾶς ἐσομένους μηδὲν ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι: τήνδε γὰρ τὴν διάνοιαν τῷ περὶ τούτων ἐντέθεικε νόμῳ. Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς: τὸν γὰρ τῶν ὅλων Δεσπότην προμηθούμενον ἔχει. Καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν Νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, καὶ τὴν Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο, καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν, καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ Θεὸς

1269
καὶ πρηστῆρσι βαλὼν, καὶ αὐτὸν κατέφλεξε, καὶ τὴν στρατιὰν κατανάλωσεν ἅπασαν. Τοιοῦτον δέ τι κὰν τῷ Περσικῷ πολέμῳ πεποίηκεν. Ἐπειδὴ γὰρ ἐκεῖνοι, τὴν Ῥωμαίων ἀσχολίαν μεμαθηκότες, κατὰ τῶν ἀστυγειτόνων ἐστράτευσαν, τὰς παρὰ τῆς εἰρήνης παραβεβηκότες σπονδὰς, ἐπεκούρει δὲ τοῖς ʽ??ʼολεμουμένοις οὐδείς: τῇ γὰρ εἰρήνῃ τεθαῤῥηκὼς ὁ βασιλεὺς, εἰς ἑτέρους πολέμους, καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς στρατιώτας ἐξέπεμψεν: ὑετῷ λαυροτάτῳ καὶ χαλάζῃ μεγίστῃ βαλὼν, τὴν ἐπὶ τὰ πρόσω πορίαν ἐκώλυσε, καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον: καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανῦσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο, καὶ τοὺς στρατιώτας συνήθροισαν. Καὶ ὲν τῷ προτέρῳ δὲ πολέμῳ, τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βασιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε. Πλείους γὰρ τριάκοντα ἠμέρας πασσυδεὶ Βαραράνου τὴν προειρημένην κυκλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκόντος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς, Εὐνόμιος δὲ τούτῳ ὄνομα ἦν, καὶ τῶν προσφερομένων μηχανημάτων τὴν ῥύμην διέλυσε: καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν: πρὸς τοὺς πολεμίους ἀπειρηκότων μάχην, καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὗτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν. Ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος, καὶ τὰ Ῥαψάκου καὶ Σενναχηρεὶβ φθεγξαμένου, καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεὼν, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, τὸ λιθοβόλον ὄργανον, παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθον μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ὲν τῷ ὀνόματι τοῦ βλασφημηθέντος ἀφεῖναι προσέταξεν. Ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς, καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε, καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν, καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ. Τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας, καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας, ᾤχετο τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμολογῶν, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο. Οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως. Καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ, καὶ τὴν ἁρμόττουσαν τῷ Δεσπότῃ θεραπείαν προσφέρει.

Περὶ Θεοδότου ἐπισκόπου Ἀντιοχείας.

Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο.

Ἰννοκέντιον δὲ ἐκεῖνον, τὸν ἄριστον τῆς Ῥώμης ἐπίσκοπον, Βονιφάτιος διεδέξατο: Ζώσιμος δὲ, Βονιφάτιον: τὸν δὲ Ζώσιμον, Κελεστῖνος. Ἐν Ἱεροσολύμοις δὲ, μετὰ τὸν θαυμάσιον Ἰωάννην, Πραΰλιος τὴν τῆς Ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ

1272
ὄντι φερώνυμος. Ἐν Ἀντιοχείᾳ δὲ, μετὰ τὸν θεῖον Ἀλέξανδρον, Θεόδοτος, τῆς σωφροσύνης ὁ μαργαρίτης, τὴν τῆς Ἐκκλησίας προεδρίαν παρέλαβε, πραότητι μὲν διαπρέπων, ἀκριβείᾳ δὲ βίου κοσμούμενος.

Οὗτος Ἀπολιναρίου φρατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ. Πολλοὶ δὲ τούτων διέμειναν τὴν προτέραν λώβην ἐπίσημον ἔχοντες.

Περὶ τοῦ ὲν Περσίδι διωγμοῦ, καὶ τῶν ἐκεῖσε μαρτυρησάντων.

Κατὰ τοῦτον τὸν χρόνον, Ἰσδιγέρδης ὁ τῶν Περσῶν βασιλεὺς τὸν κατὰ τῶν Ἐκκλησιῶν ἐκίνησε πόλεμον, πρόφασιν ἐντεῦθεν λαβών. Αὔδας τις ἐπίσκοπος ἦν, πολλοῖς κοσμούμενος εἴδεσιν ἀρετῆς. Οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμενος πυρεῖον κατέλυσε.

Πυρεῖα δὲ καλοῦσιν ἐκεῖνοι τοῦ πυρὸς τοὺς νεώς.

Θεὸν γὰρ τὸ πῦρ ὑπειλήφασι. Τοῦτο μαθὼν παρὰ τῶν μάγων ὁ βασιλεὺς, μετεστείλατο τὸν Ἁ??ʼδαν, καὶ πρῶτον μὲν ἠπίως τὸ πραχθὲν ᾐτιάσατο, καὶ τὸ πυρεῖον οἰκοδομῆσαι προσέταξεν. Ἐκείνου δὲ ἀντιλέγοντος, καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε: καὶ μέντοι καὶ τέλος ἐπέθηκεν οἶς ἠπείλησε. Πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν. Ἐγὼ δὲ τὴν μὲν τοῦ πυρείου κατάλυσιν οὐκ εἰς καιρὸν γεγενῆσθαί φημι.

Οὐδὲ γὰρ ὁ θεῖος Ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικὸμενος, καὶ τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ̓ ἐκείνων τιμωμένων κατέλυσεν: ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε, καὶ τὴν ἀλήθειαν ἔδειξε, Τὸ δὲ τὸν καταλυθέντα μὴ ἀνοικοδομῆσαι νεὼν, ἀλλὰ τὴν σφαγὴν ἑλέσθαι μᾶλλον ἣ τοῦτο δράσαι, κομιδῇ θαυμάζω, καὶ στεφάνων τιμῶμαι.

Ἴσον γάρ μοι δοκεῖ τοῦ προσκυνῆσαι τὸ πῦρ. τὸ τούτῳ τέμενος δείμασθαι. Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν, παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα, καὶ τριάκοντα διεληλυθότων ἐτῶν, ἡ ζάλη μεμένηκεν ὑπὸ τῶν μάγων καθάπερ ὑπό τινων καταιγίδων ῥιπιζομένη, Μάγους δὲ καλοῦσιν οἱ Πέρσαι τοὺς τὰ στοιχεῖα θεοποιοῦντας: τὴν δὲ τούτων μυθολογίαν ἐν ἑτέρῳ συγγράμματι δεδηλώκαμεν, ἐν ᾧ τὴν λύσιν ταῖς τούτὡ??ʼ πεύσεσι προσηνέγκαμεν. Καὶ Βαραράνης δὲ ὁ Ἰσδιγέρδου, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν, σὺν τῇ βασιλείᾳ καὶ τὸν κατὰ τῆς εὐσεβείας διεδέξατο πόλεμον. καὶ τελευτῶν ἄμφω ταῦτα συνεζευγμένα καταλέλοιπε τῷ παιδί. Τὰς δὲ τῶν τιμωριῶν εἰδέας, καὶ τῶν κολαστηρίων τὰς ἐπινοίας, ἃς τοῖς εὐσεβέσι προσήνεγκαν, οὐ ῤᾴδιον φράσαι. Τῶν μὲν γὰρ τὰς χεῖρας ἀπέδειραν, τῶν δὲ τὰ νῶτα: ἄλλων δὲ τὰς κεφαλὰς ἀπὸ τῶν μετώπων ἀρξάμενοι μέχρι τῶν πωγώνων γυμνὰς τῶν δερμάτων εἰργάσαντο: ἐνίους δὲ καλάμοις ἡμιτόμοις καλύψαντες, καὶ τὰς

1273
τομὰς τῷ σώματι προσαρμόσαντες, εἶτα δεσμὰ στεγανὰ ἀπὸ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν περιθέντες, βίᾳ ἕκαστον τῶν καλαμῶν ἐξεῖλκον, ἵνα τὸ πελάζον τοῦ δέρματος παρασύροντες πικρὰς τὰς ὀδύνας ἐργάζωνται. Καὶ λάκκους δὲ ὀρύξαντες, καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν, καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητὰς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες, ὅπως ἀπὸ σφῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται. Οἱ δὲ μῦες ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι, καταβραχὺ τὰς τῶν ἁγίων κατανήλισκον σάρκας, μακρὰν αὐτοῖς καὶ ἀλγεινὴν τὴν τιμωρίαν προσφέροντες. Καὶ ἄλλας δὲ τούτων χαλεπωτέρας ἐπενόησαν τιμωρίας, τὸν τῆς φύσεως ἀλάστορα, καὶ τῆς ἀληθείας πολέμιον διδάσκαλον ἔχοντες. Ἀλλ̓ οὐκ ἤλεγξαν τῶν ἀθλητῶν τὴν ἀνδρείαν.

Αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ἱμειρόμενοι θάνατον. Δύο δὲ ἤ τριῶν μνησθήσομαι, ἵνα διὰ τούτων ἐπιδείξω καὶ τὴν τῶν ἄλλων ἀνδρείαν. Ὁρμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὣν, Ἀχεμενίδης ἀνὴρ, πατέρα ὕπαρχον ἐσχηκώς. Τοῦτον Χριστιανὸν εἶναι μεμαθηκὼς ὁ βασιλεὺς ἤγαγέ τε καὶ προσέταξεν ἀρνηθῆναι τὸν σεσωκότα θεόν. Ὁ δὲ ἔφη. μήτε δίκαια, μήτε συμφέροντα προστεταχέναι τὸν βασιλέα: Ὁ γάρ τοι παιδευόμενος ῥᾳδίως τοῦ Θεοῦ τῶν ὅλων καταφρονεῖν, καὶ τοῦτον ἀρνεῖσθαι, ῥᾷον ἂν καὶ βασιλέως καταφρονήσει: ἄνθρωπος γὰρ δὴ οὗτος, θνητὴν φύσιν κεκληρωμένος. Εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σὰ, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων κολάσεων ἀξιώτερος ὁ τῶν τοῦ παντὸς ἀρνούμενος Ποιητήν. Ὁ δὲ βασιλεὺς. δέον τὴν τῶν εἰρημένων θαυμάσαι σοφίαν, ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναῖον ἀθλητήν: γυμνὸν δὲ ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους ἐκέλευσε διαζώματι χρώμενον μόνον. Πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας, εἶδε τὸν ἄριστον ἅνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτῖνος φλεγόμενον, καὶ κόνεως ἀναπιπλάμενον: καὶ τῆς πατρῴας περιφανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτωνίσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν. Εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα: Νῦν γοῦν, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν. Ὁ δὲ ζήλου θείου πλησθεὶς διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ προσέῤῥιψεν ὑπειπών: Εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστήσεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας. Ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος, γυμνὸν οὕτω τῆς βασιλείας ἐξήλασε. Καὶ Σουήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ, καὶ ἀρνηθῆναι τὸν Ποιητὴν οὐκ ἀνασχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε,

1276
καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε: συνέζευξε δὲ αὐτῷ καὶ τὴν δέσποιναν τὴν τοῦ δεσπότου ὁμόζυγα, ταύτῃ μεταπείσειν ὑποτοπήσας τῆς ἀληθείας τὸν πρόμαχον: ἀλλ̓ ἐψεύσθη τῆς ἐλπίδος. Ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν. Βενιαμὴν δὲ τινα διάκονον συλλαβὼν καθεῖρξε: δύο δὲ διεληλυθότων ἐτῶν, πρεσβευτὴς Ῥωμαίων ἀφίκετο, περὶ ἑτέρων πρεσβεύων πραγμάτων: εἶτα τοῦτο μαθὼν, ᾔτησε τὸν βασιλέα τοῦ διακόνου τὴν ἄφεσιν. δὲ βασιλεὺς ὑποσχέσθαι προσέταξε τὸν Βενιαμὴν, ὡς οὐδενὶ τῶν μάγων τὴν Χριστιανικὴν διδασκαλίαν προσοίσει. Καὶ ὁ μὲν πρεσβευτὴς φυλάξειν τὰ προσταχθέντα τὸν Βενιαμὴν ἐπηγγείλατο: ὁ δὲ Βενιαμὴν, ἀκούσας τῶν τοῦ πρεσβευτοῦ παραινέσεων: Ἀδύνατον, ἔφη, μὴ μεταδοῦναί με τοῦ φωτὸς οὖ μετέλαχον.

Ὁπόσης γὰρ ἄξιον τιμωρίας κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν Εὐαγγελίων ἱστορία διδάσκει. Ἀλλὰ τούτων μὲν οὐδὲν τηνικαῦτα γνοὺς ὁ βασιλεὺς, ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι.

Ἐκεῖνος δὲ τὰ συνήθη διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους, καὶ τῷ νοερῷ προσάγων φωτί. Ἐνιαὐτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παῤ ἐκείνου γιγνόμενα: καὶ ἀγαγὼν αὐτὸν, ἀρνηθῆναι προσέταξε τὸν ὑπ̓ αὐτοῦ προσκυνούμενον.

Ὁ δὲ ἤρετο τὸν βασιλέα, τίνος τιμᾶται τὸν τὴν ἑαυτοῦ μὲν καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον: ἐκείνου δὲ εἰπόντος, θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπέν ὁ σοφώτατος ἀνήρ: Τί οὖν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν Ποιητὴν καὶ Δημιουργὸν καταλιμπάνων, ἔνα δὲ τῶν ὁμοδούλων θεοποιῶν, καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτῳ προσφέρων; Χαλεπήνας δὴ οὗν πρὸς τοὺς τοιούτους λόγους ὁ βασιλεὺς, εἴκοσι καλάμους ὀξύνας, τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν ἐνέπειρεν ὄνυξιν. Ἐπειδὴ δὲ ʽ??ʼώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας, ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ, καὶ τοῦτον συνεχῶς ἐξαίρων καὶ ἐνείρων, ἀῤῥήτους τινὰς ἀλγηδόνας εἰργάζετο. Μετὰ τήνδε τὴν τιμωρίαν, ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν, ὄζους πάντοθεν ἔχουσαν, εἴσω θἑ??ʼναι διὰ τῆς ἔδρας ἐκέλευσεν: οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής. Καὶ ἅλλα δὲ μυρία δὲ μυρία τοιαῦτα παῤ ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν.

Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται ὁ τῶν ὅλων Πρύτανις.

Καὶ γὰρ πρὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου βασιλείας, ὅσοι Ῥωμαῖοι ἐγένοντο βασιλεῖς, κατὰ τῶν θιασωτῶν τῆς ἀληθείας ἐλύττησαν. Διοκλητιανὸς δὲ ἐν τῇ τοῦ σωτηρίου πάθους ἡμέρᾳ τὰς ἐν ἁπάσῃ τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσεν ἐκκλησίας Ἀλλ̓ ἐννέα διεληλυθότων ἐτῶν, αὐταὶ μὲν ἤνθησαν, καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος: ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπεσβέσθη. Καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ Δεσπότης, καὶ τὸ τῆς Ἐκκλησίας ἀήττητον. Καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα, ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν. Ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς, καὶ ἀνημέρους, καὶ δειλοὺς ἀπεργάζεται: ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει, καὶ τῶν παρόντων ὡς ῥεόντων παρασκευάζει καταφρονεῖν.

Ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν.

1277

Περὶ Θεοδώρου ἐπισκόπου Μοψουεστίας.

Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον, καθ̓ ὃν ὁ θεῖος Θεόδοτος τὴν Ἀντιοχέων ἴθυνεν Ἐκκλησίαν, Θεόδωρος ὁ Μοψουεστίας ἐπίσκοπος, πάσης μὲν Ἐκκλησίας διδάσκαλος, κατὰ πάσης δὲ φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο. Οὗτος τῆς μὲν Διοδώρου τοῦ πάνυ διδασκαλείας ἀπήλαυσεν: Ἰωάννου δὲ τοῦ θειοτάτου γεγένηται κοινωνός τι καὶ συνεργός: κοινῇ γὰρ τῶν πνευματικῶν Διοδώρου ναμάτων ἀπήλαυον. Ἔξ δὲ καὶ τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος, καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον, καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων. Καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων Ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι, καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος. Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι.

Πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν. Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ἡγεμονεύσαντας πόλεων.

ΚΑΤΑΛΟΓΟΣ Τῶν μεγίστων ἡγεμονευσάντων πόλεων ἐπισκόπων.

Ῥωμαίων Μιλτιάδης Σίλυεστρος, Ἰούλιος Αιβέριος, Δάμασος, Σιρίκιος, Ἀναστάσιος, Ἰνοκέντιος, Βονιφάτιος, Ζώσιμος, Κελεστῖνος.

Ἀντιοχέων ἐπίσκοποι: Βιτάλιος, Φιλογόνιος, Εὐστάθιος: οὗτοι ὀρθόδοξοι: εἶτα Ἀρειανοὶ, Εὐλάλιος, Εὐφρόνιος, Φλάκιτος, Στέφανος, Λεόντιος.

Εὐδόξιος: ἔπειτα ὀρθόδοξοι, Μελέτιος, Φλαυῖανὸς, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος: καὶ συνήφθησαν τούτοις οἱ ἀπὸ Εὐσταθίου Παυλῖνος καὶ Εὐάγριος.

Ἀλεξανδρέων: Πέτρος, Ἀχιλλᾶς, Ἀλέξανδρος, Ἀθανάσιος, Γρηγόριος Ἀρειανός: εἶτα πάλιν Ἀθανάσιος: Γεώργιος αἱρετικός: εἶτα πάλιν Ἀθανάσιος, Πέτρος ὁ Ἀθανασίου μαθητής: εἶτα Λούκιος Ἀρειανός: εἶτα πάλιν Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος ὁ Θεοφίλου ἀνεψιός.

Ἱεροσολύμων ἐπίσκοποι: Μακάριος, Μάξιμος, Κύριλλος, Ἰωάννης, Πραΰλιος, Ἰουβενάλιος.

1280
Κωνσταντινουπόλεως ἐπίσκοποι: Ἀλέξανδρος, Εὐσέβιος ὁ Νικομηδείας ἐκ μεταθέσεως Ἀρειανὸς, μετὰ τοῦτον Παῦλος ὁ ὀμολογητὴς, Μακεδόνιος ὁ πνευματομάχος. Τοῦτον παρωσάμενος Εὐδόξιος ὁ δυσσεβὴς κατέσχε τὴν Ἐκκλησίαν. Δημόφιλος ὁ Βερόης τῆς Θρᾴκης αἱρετικὸς Γρηγόριος ὁ Ναζιανζοῦ, Νεκτάριος, Ἰωάννης ὁ Χρυσόστομος, Ἀρσάκιος, Ἀττικὸς, Σισίννιος.