Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων.

Εὐθὺς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε, καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ Βασιλεῖ τῶν ὅλων προσήνεγκε. Νόμον γὰρ ἔγραψε, καὶ τοὺς ἐληλαμένους ποιμένας ἐπανελθεῖν κελεύων, καὶ τοῖς σφετέροις ἀποδοθῆναι ποιμνίοις, καὶ τοὺς θείους οἴκους παραδοθῆναι τοῖς τὴν Δαμάσου κοινωνίαν προαιρουμένοις. Δάμασος δὲ οὗτος Ῥώμης ἐπίσκοπος ἦν, καὶ ἀξιεπαίνῳ βίῳ κοσμούμενος, καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων αἱρούμενος: μετὰ Λιβέριον δὲ τῆς Ἐκκλησίας παρειλήφει τὴν κηδεμονίαν. Συνεξέπεμψε δὲ τῷ νόμῳ καὶ Σάπωρα τὸν στρατηγὸν, ὀνομαστότατον τηνικάδε ὄντα. Καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοὺς δὲ ἀρίστους ποιμένας τοῖς θείοις ποιμνίοις τούτων ἀποδοθῆναι προσέταξε.

1200
Καὶ ἐν ἑκάστῳ μὲν ἔθνει τοῦτό γε ἀδηρίτως ἐγένετο, ὲν Ἀντιοχείᾳ δὲ τῇ τῆς Ἑῴας ἡγουμένῃ ἔρις ἀνήφθη τοιάδε.

Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς Ἀπολιναρίου τοῦ Λαοδικέως καινοτομίας, καὶ περὶ τῆς Μελετίου φιλοσοφίας καὶ φιλοθεΐας.

Διχῆ μὲν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὑπεραγωνιζόμενοι δογμάτων διῄρηντο: καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν κατ̓ Εὐσταθίου τοῦ μεγάλου τυρευθεῖσαν ἐπιβουλὴν, τὴν Ἀρειανικὴν βδελυξάμενοι βδελυρίαν, καὶ κατὰ σφᾶς αὐτοὺς ἀθροιζόμενοι, Παυλῖνον εἶχον ἡγούμενον: οἱ δὲ μετὰ τὴν Εὐζὡ??ʼου χειροτονίαν σὺν Μελετίῳ τῷ πάνυ τῶν δυσσεβούντων ἀποκριθέντες, καὶ τοὺς κινδύνους ἐκείνους οὓς διεξήλθομεν ὑπομείναντες, ὑπὸ τῆς Μελετίου σοφωτάτης διδασκαλίας ἰθύνοντο. Πρὸς δὲ τούτοις Ἀπολινάριος ὁ Λαοδικεὺς ἑτέρας συμμορίας ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν: ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσωπεῖον, καὶ τῶν ἀποστολικῶν δογμάτων δόξας ὑπερασπίζειν μικρὸν ὕστερον προφανὴς ὤφθη πολέμιος.

Καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις, βαθμούς τινας ἀξιωμάτων γεννήσας: καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν. τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην, ἐστερῆσθαι τῆς γεγενημένης ἔφησε σωτηρίας. Οὐκ εἰληφὼς γὰρ ταύτην κατὰ τὸν ἐκείνου λόγον ὁ Θεὸς Λόγος, οὔτε ἰατρείας ἠξίωσεν, οὔτε τιμῆς μετέδωκεν: ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων: ἡ δὲ ψυχὴ ἡ κατ̓ εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε, τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη.

Πολλὰ δὲ πρὸς τούτοις καὶ ἕτερα εἷπεν ἐσφαλμένῃ καὶ τυφλωττούσῃ διανοίᾳ. Ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας Παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ Θεῷ Αόγῳ συγκατεληλυθέναι φησίν: ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα. Καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα. Ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων, οὐ μόνον τοὺς οἰκείους τῆς βλάβης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων ταύτησ̓ μετέδωκε. Χρόνῳ γὰρ ὕστερον, τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν, καὶ τὴν τῆς Ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες, καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον: τὴν δὲ προτέραν οὐκ ἀπέθεντο νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐῤῥωμένων ταύτης ἐνέπλησαν. Ἐκ τῆσδε τῆς ῥίζης ἐν ταῖς Ἐκκλησίαις ἐβλάστησεν ἡ μία τῆς σαρκὸς καὶ τῆς θεότητος φύσις, καὶ τὸ τῇ θεότητι τοῦ Μονογενοῦς προσάπτειν τὸ πάθος, καὶ τἄλλα, ὅσα τοῖς λαοῖς καὶ τοῖς ἱερεῦσι τὴν

1201
διαμάχην γεγέννηκεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται.

Τότε δὲ, ἀφικομένου Σάπωρος τοῦ στρατηγοῦ, καὶ τὸν βασιλικὸν ὑποδείξαντος νόμον, ἰσχυρίζετο μὲν ὁ Παυλῖνος αὐτὸς εἷναι τῆς Δαμάσου μερίδος: ἰσχυρίζετο δὲ καὶ Ἀπολινάριος κατακρύπτων τὴν νόσον. Ὁ δὲ θεῖος Μελέτιος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος. Φλαβιανὸς δὲ ὁ σοφώτατος, τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη, τοῦ στρατηγοῦ ἐπαΐοντος: Εἰ τὴν Δαμάσου, ὧ φιλότης, κοινωνίαν ἀσπάζῃ. ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν. Ἐκεῖνος γὰρ μίαν τῆς Τριάδος οὐσίαν ὁμολογῶν, τὰς τρεῖς ὑποστάσεις διαῤῥήδην κηρύττει: σὺ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα. Δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν, καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον. Οὕτως ἐκεῖνον τοῖς ἐλέγχοις ἐπιστομίσας, πρὸς τὸν Ἀπολινάριον ἔφη: Θαυμάζω σε, ὦ φίλος, οὕτως ἀνέδην κατὰ τῆς ἀληθείας μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος Δάμασος τελείαν ὑπὸ τοῦ Θεοῦ Λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν: σὺ δὲ τοὐναντίον λέγων διατελεῖς. Τὸν γὰρ νοῦν τὸν ἡμέτερον τῆς σωτηρίας ἀποστερεῖς. Εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦντες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν, καὶ τὴν Δαμάσου στέρξον διδασκαλίαν, καὶ τοὺς θείους λάβε σηκούς. Ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέπαυσε παῤῥησίαν. Μελέτιος δὲ, ὁ πάντων ἀνθρώπων πραότατος, φιλοφρόνως ἅμα καὶ ἠπίως ἔφη πρὸς τὸν Παυλῖνον: Ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε Κύριος, καὶ σὺ τῶν ἄλλων ἀναδέξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια, καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην: κοινῇ δὲ τὰ πρόβατα νέμοντες, κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν. Εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι πειράσομαι. Ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς Εὐαγγέλιον, ἑκατέρωθεν ἡμᾶς καθῆσθαι παρεγγυῶ: καὶ εἰ μὲν πρῶτος ἐγὼ δεξαίμην τοῦ βίου τὸ πέρας, μόνος σχῇς, ὧ φίλος, τὴν τῆς ποίμνης ἡγεμονίαν.

Εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι. Ταῦτα ἠπίως μὲν ἄμα καὶ φιλοφρόνως ὁ θεῖς εἷπε Μελέτιος: ὁ δὲ Παυλῖνος οὐκ ἔστερξεν. Ὁ δὲ στρατηγὸς, κριτὴς τῶν εἰρημένων γενόμενος, τῷ μεγάλῳ Μελετίῳ τὰς ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγούμενος.

Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

Ἀπολινάριος δὲ τῆς τῶν Ἐκκλησιῶν ἡγεμονίας διαμαρτὼν, διαῤῥήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε, καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν. Καὶ αὐτὸς μὲν ὲν Λαοδικείᾳ τὰ

1204
πλεῖστα διέτριβεν: ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον, καὶ τοῖς ἀποστολικοῖς δόγμασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον. Ὁ δὲ θεῖος Μελέτιος, Διόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς Ἐκκλησίας διασώσαντα σκάφος, Ταρσέων κατέστησε ποιμένα, καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος. Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὅς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώμασι δὲ μᾶλλον οἰκείοις ἥ προγονικοῖς ἐλαμπρύνετο. Κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος. Οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον, ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε. Μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν , τοῦτον ἀπέστειλε ἰατρὸν ἀλεξίκακον: καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς, καὶ τοῖς θείοις ἐνετέθραπτο δόγμασι. Καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη. Τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέλαβε τοὺς λύκους εἰς πρόβατα. Ὁ δὲ μέγας Εὐσέβιος, ἐκ τῆς ὑπερορίας ἐπανελθὼν, Ἀκάκιον μὲν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν: ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾅδουσιν ἅπαντες.

Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον: ἀξιαγάστω δὲ ἤστην ἄμφω, καὶ ζήλῳ θείῳ κεκοσμημένω. Φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων, καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσης κεχειροτονηκέναι ποιμένα: Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο.

Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνὸν, ταῖς Κάραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει. Ὁ δὲ θεῖος Εὐσέβιος ἔσχατον ἐπίσκοπον Μάριν τῇ Δολιχῇ κεχειροτόνηκε: πολίχνη δὲ αὕτη σμικρὰ, καὶ τῆς Ἀρειανικῆς νόσου κατ̓ ἐκεῖνο τοῦ καιροῦ μετειλήφει. Τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα, καὶ πολλοῖς εἴδεσιν ἀρετῶν ἠγλαϊσμένον, ἐνιδρύσαι τοῖς ἱερατικοῖς ἐθελέσας θώκοις ὁ μέγας Εὐσέβιος, τὴν Δολιχὴν κατέλαβεν.

Εἰσιόντι δὲ αὐτῷ γυνή τις, τῆς Ἀρειανικῆς νόσου ἐμπεπλησμένη, κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὅς τήν τε κεφαλὴν συνέτριψε, καὶ μετ̓ ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέπεμψεν. Ὁ δὲ τελευτῶν παρηγγύησεν ὅρκοις τοὺς παρόντας πεδήσας, μηδὲ μίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν.

Καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου Δεσπότην, ὅς περὶ τῶν ἐσταυρωκότων ἔφη: Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι: καὶ τὸν ὁμόδουλον Στέφανον, μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα:

1205
Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Τοιοῦτο μετὰ τοὺς παντοδαποὺς ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τέλος, καὶ τοὺς ἐν τῇ Θρᾴκῃ βαρβάρους διαφυγὼν, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δἰ ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. Ταῦτα μὲν οὗν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ, τὴν Θρᾴκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν, εἰς τὴν Πανονίαν ἀφίκετο.

Περὶ τῆς Θεοδοσίου στρατηγίας.

Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος, διά τε τὴν τῶν προγόνων περιφάνειαν, καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν, ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων καὶ ὁμοφύλων βαλλόμενος, ἐν ταῖς Σπανίαις διέτριβεν: ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. Ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δράσαι, φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι, δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν, τὴν Θεοδοσίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν. Αὐτίκα δὴ οὖν, ἐκ τῶν Σπανιῶν τὸν ἅνδρα μεταπεμψάμενος, καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. Ὁ δὲ τῇ πίστει φραξάμενος θαρσαλέως ἐξώρμησε, καὶ τῆς Θρᾴκης ἐπιβὰς, καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην.

Ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν, τὴν τάξιν κατέλιπον: τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατακράτος ἐδίωκον.

Πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο. Οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων, ἀλλὰ καὶ ὑπ̓ ἀλλήλων ἐκτείνοντο. Οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγὸς, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελὼν, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγγελος. Καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπληττομένῳ τὸ γεγονός: οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι, καὶ πεφευγέναι αὐτὸν ἔλεγον, καὶ διεφθαρκέναι τὴν στρατιάν. Ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι, καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος. Ῥᾴδιον δὲ, ἔφη, καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. Τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς, ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα, καὶ ταῦτα μηνύσοντας.

Περὶ τῆς τούτου βασιλείας, καὶ ὧν προεῖδεν ὀνείρων.

Ὁ δὲ ἄριστος στρατηγὸς αὐτοῦ μείνας, ὄψιν εἶδε θεσπεσίαν τινὰ, καὶ παῤ αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων Θεοῦ. Ἐδόκει γὰρ ὁρᾷν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων Ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ βασιλικὴν περιθέντα,

1208
καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν.

Ταῦτα νύκτωρ ἰδὼν, ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί: ὁ δὲ σαφὲς εἷναι τὸ ἐνύπνιον ἔφη, καὶ μηδὲν αἰνιγματῶδες, μηδὲ ἀμφίβολον ἔχειν. Ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας. Πεισθεὶς δὲ ὁ βασιλεὺς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγὸν, βασιλέα κεχειροτόνηκε, καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε. Καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν παρέπεμψεν. Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν, τῆς τῶν Ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγεμονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησε. Αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐνεπέπληστο λώβης: ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ, ὁ τῶν Κωνσταντίνου παίδων πρεσβύτατος, καὶ Κώνστας ὁ νεώτατος, τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν, καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ βασιλεὺς τῆς Ἑσπέρας ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν.

Τίνες ἐπίσημοι προστάται τῆς Ἀρείου συμμορίας ἐγένοντο.

Τὸ δὲ τμῆμα τῶν Ἑῴων πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο. Ἄρειός τε γὰρ Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὥν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε: καὶ Εὐσέβιος, καὶ Πατρόφιλος, καὶ Ἀέτιος, οἱ Παλ ιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος, οἱ Φοίνικες, καὶ Λαοδικείας Θεόδοτος, καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ μετὰ τοῦτον Ἀθανάσιός τε καὶ Νάρκισσος, οἱ Κίλικες, τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν σπέρματα: Εὐσέβιός τε καὶ Θεόγνιος, οἱ Βιθυνοὶ, καὶ Μηνόφαντος ὁ Ἐφέσιος, καὶ Θεόδωρος ὁ Περίνθιος, καὶ Μάρις ὁ Χαλκηδόνιος, καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τὴν τῶν ζιζανίων σπορὰν ἄρδοντές τε καὶ θάλποντες. Τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς, Κωνσταντίου τε ἡ εὐκολία, καὶ ἡ Βάλεντος μοχθηρία. Τούτου δὴ ἕνεκα, μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν συναθροισθῆναι προσέταξεν. Ἐπειδὴ δὲ ἀφίκοντο, πεντήκοντα δὲ ἦσαν καὶ ἑκατὸν, παρηγγύησε μηδένα αὐτῷ μηνύσαι ὅστις ὁ μέγας εἴη Μελέτιος: ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης μηνυθῆναι τὸν ἄνδρα. Καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας, τῷ μεγάλῳ Μελετίῳ προσέδραμεν, καὶ οἷόν τις παῖς φιλοπάτωρ, διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει, καὶ ὀφθαλμοὺς, καὶ χείλη, καὶ στέρνα καὶ κεφαλὴν, καὶ τὴν στεφανώσασαν δεξιάν. Ἐδήλωσε δὲ καὶ τὴν ὄψιν ἥν εἶδε. Φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε.

1209

Περὶ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου.

Κατ̓ ἐκεῖνον δὲ τὸν χρόνον ὁ τὴν Ναζιανζὸν τὰ τελευταῖα ποιμάνας ἐν Κωνσταντινουπόλει διέτριβε, ταῖς Ἀρειανικαῖς ἀντιταττόμενος βλασφημίαις: καὶ τόν τε θεῖον λαὸν ταῖς εὐαγγελικαῖς ἄρδων διδασκαλίαις, τούς τε τῆς ποίμνης ἔξω πλανωμένους ἀγρεύων, καὶ τῆς ὀλεθρίου πόας ἐλευθερῶν, οὕτω τὴν ποίμνην ἐκείνην ἐξ ὀλίγου μεγάλην ἀπέφηνεν.

Τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος, καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος, τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες, ἐκώλυσαν τὴν μετάθεσιν, ἐβεβαίωσε τῷ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν: ὀλίγου δὲ διελθόντος χρόνου, ὁ μὲν θεῖος Μελέτιος εἰς τὴν ἄλυπον μετέστη ζωὴν, ὑπὸ πάντων τῶν τοῦ λόγου μετειληχότων ταῖς ἐπιταφίοις τελειωθεὶς εὐφημίαις.

Τιμόθεος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ὅς Πέτρον διεδέξατο τὸν τῆς Ἀθανασίου προεδρίας κληρονόμον γενόμενον, ἀντὶ τοῦ θαυμασίου Γρηγορίου, Μάξιμόν τινα κεχειροτόνηκε κυνικὸν, εὐθὺς αὐτοῦ τὰς κυνικὰς ἀποκείρας τρίχας: καὶ τῆς Ἀπολιναρίου δὲ τερθρείας ἀνάπλεως οὗτος ἦν.

Ἀλλ̓ οὐκ ἤνεγκαν τοῦ γεγενημένου τὴν ἀτοπίαν οἱ τηνικαῦτα συνειλεγμένοι: ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι, καὶ ζήλου θείου καὶ σοφίας ἀνάπλεοι, Ἑλλάδιος μὲν ὁ τῆς τοῦ μεγάλου Βασιλείου προεδρείας διάδοχος, Γρηγόριος δὲ καὶ Πέτρος, οἱ τοὺς αὐτοὺς Βασιλείῳ πατέρας αὐχήσαντες: Ἀμφιλόχιος δὲ Λυκαόνων ἠγεῖτο, καὶ Πισίδων Ὄπτιμος, καὶ Κιλίκων Διόδωρος. Παρῆν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας, καὶ Εὐλόγιος ὁ Ἐδέσης, καὶ Ἀκάκιος, καὶ Ἰσίδωρος ὁ ἡμέτερος, καὶ Κύριλλος ὁ Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί. Τότε δὴ οὗν οὗτοι πάντες, τῶν Αἰγυπτίων σφᾶς αὐτοὺς ἀποκρίναντες, σὺν τῷ μεγάλῳ Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας.

Ὁ δὲ θεῖος παρεκάλει Γρηγόριος, περὶ συμφωνίας συνηθροισμένους τὴν πρὸς ἀλλήλους ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρὸς ἀδικίας. Ἐγώ τε γὰρ, ἔφη, τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς, τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον. Τῶν γὰρ λίαν ἀτοπωτάτων, ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν, καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν. Ἐπίχαρτοι γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα. Ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον, καὶ νοῦν ἔχοντα, τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὖ διαθεῖναι δυνάμενον, ἀρχιερέα προβάλλεσθε. Ταύταις οἱ ἄριστοι ποιμένες ταῖς ὑποθήκαις πεισθέντες,

1212
Νεκτάριον εὐπατρίδην ἄνδρα, καὶ περιφανείᾳ γένους κοσμούμενον, καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυνόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως, τὸν δὲ Μάξιμον, ὡς τῆς Ἀπολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες, ἀπεκήρυξαν. Καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας, καὶ τὴν ἐκτεθεῖσαν πίστιν ἐν Νικαίᾳ βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας.

Τοῦ δὲ ἐπιγενομένου θέρους, εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ πλεῖστοι τούτων παραγενόμενοι, ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι, συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἑσπέρας ἐπισκόπων ἐδέξαντο, εἰς τὴν Ῥώμην αὐτοὺς ἀφικέσθαι προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης.

Ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος: ἐπέστειλαν δὲ, τόν τε κλύδωνα τὸν κατὰ τῶν Ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες, καὶ τὴν γεγενημένην αὐτῶν ἀμέλειαν αἰνιττόμενοι. Ἐν κεφαλαίῳ δὲ καὶ τὸ ἀποστολικὸν τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα.

Σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα.

Συνοδικὸν παρὰ τῆς ἐν Κωνσταντινουπόλει συνόδου.

Κυρίοις τιμιωτάτοις, καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς, Δαμάσῳ, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ, Ἀσχολίῳ, Ἀνεμίῳ, Βασιλείῳ, καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις, τοῖς συνεληλυθόσιν ἐν τῇ μεγάλῃ πόλει Ῥώμῃ, ἡ ἁγία σύνοδος τῶν ὀρθοδόξων ἐπισκόπων, τῶν συνεληλυθότων ἐν τῇ μεγάλῃ πόλει Κωνσταντινουπόλει, ἐν Κυρίῳ χαίρειν.

Τὸ μὲν ὡς ἀγνοοῦσαν τὴν ὑμετέραν εὐλάβειαν διδάσκειν, καὶ διηγεῖσθαι τῶν παθημάτων τὸ πλῆθος, τῶν ἐπαχθέντων ἡμῖν παρὰ τῆς τῶν Ἀρειανῶν δυναστείας, περιττὸν ἴσως. Οὕτε γὰρ οὕτω πάρεργον τὰ καθ̓ ἡμᾶς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν, ὡς δεῖσθαι τοῦ μαθεῖν ταῦτα, οἷς ἐχρῆν συναλγεῖν: οὔτε τοιοῦτοί τινες περισχόντες ἡμᾶς χειμῶνες, ὡς λανθάνειν ἀπὸ σμικρότητος.

Ὅ τε χρόνος τῶν διωγμῶν νεαρὸς, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην, οὐ τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δἰ ἀγάπην τὰ τῶν πεπονθότων οἰκειουμένοις.

Χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν Ἐκκλησίας διὰ μυρίων ἐπανήκασι θλίψεων: τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανεκομίσθη τὰ λείψανα: τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, ἔτι βράσσοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ, πικρότερα τῶν ἐπὶ τῆς ἀλλοτρίας ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθοις παῤ αὐτῶν τελειωθέντες κατὰ τὸν μακάριον Στέφανον. Ἅλλοι διαφόροις καταξανθέντες αἰκίαις, ἔτι τὰ στίγματα τοῦ Χριστοῦ, καὶ τοὺς μώλωπας ἐν τῷ σώματι περιφέρουσι. Χρημάτων δὲ ζημίας καὶ προτιμήσεις

1213
πόλεων, καὶ τὰς τῶν καθ̓ ἕνα δημεύσεις, καὶ συσκευὰς, καὶ ὕβρεις, καὶ δεσμωτήρια, τίς ἂν ἐξαριθμήσασθαι δύναται; Πᾶσαι γὰρ ὄντως ἐφ̓ ἡμᾶς αἰ θλίψεις ἐπληθύνθησαν ὑπὲρ ἀριθμὸν, ἴσως μὲν ἐπεὶ δίκας ἁμαρτημάτων ἐτίνομεν, ἴσως δὲ καὶ τοῦ φιλανθρώπου Θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος. Τούτων μὲν οὗν τῷ Θεῷ χάρις, ὃς καὶ διὰ τοσούτων θλίψεων τοὺς ἑαυτοῦ δούλους ἐπαίδευσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ πάλιν ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν. Ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς, καὶ πολλοῦ χρόνου καὶ πόνου, πρὸς τὴν τῶν Ἐκκλησιῶν ἐπανόρθωσιν, ἴν̓ ὥσπερ ἐκ μακρᾶς ἀῤῥωστίας, ταῖς κατὰ μικρὸν ἐπιμελείαις τὸ σῶμα τῆς Ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν. Καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦμεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος, καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν λύκοι, καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωσθῆναι, κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν Ἐκκλησιῶν βλάβην.

Ἦν μὲν οὖν ὅπερ εἰρήκαμεν ἀναγκαῖον, πλείονα ἡμᾶς προσασχοληθῆναι χρόνον. Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης Θεοῦ βουλήσει συγκροτοῦντες, καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως γραμμάτων, ἵν̓ ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν: εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατὸν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς Ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσασθαι. Τίς γὰρ ἡμῖν δώσει πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθησόμεθα, καὶ πρὸς ὑμᾶς καταπαύσομεν; ἐπεὶ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς Ἐκκλησίας, ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας, καὶ τὸ πρᾶγμα παντάπασιν ἧν τοῖς πολλοῖς ἀδύνατον: συνεδεδραμήκειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν, ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων: πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως παρεσκευασμένοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν, μήτε προακούσαντες ὅλως, πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν:

1216
πρὸς δὲ τούτοις, καὶ τῆς προθεσμίας διὰ στενότητα, μήτε πρὸς παρασκευὴν μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρὸν, μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι, καὶ τὰς παῤ αὐτῶν συγκαταθέσεις λαβεῖν: ἐπειδὴ ταῦτα, καὶ πολλὰ πρὸς τούτοις ἕτερα, τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τῶν πραγμάτων ἐπανόρθωσιν, καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπόδειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους συλλειτουργοὺς καὶ ἀδελφοὺς ἡμῶν ἐπισκόπους, Κυριακὸν, Εὐσέβιον καὶ Πρισκιανὸν, προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες: δἰ ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν, καὶ σκοπὸν ʽ??ʼνωσεως ἔχουσαν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πίστεως φανερὸν ποιοῦμεν. Ἡμεῖς γὰρ, εἴτε διωγμοὺς, εἴτε θλίψεις, εἴτε βασιλικὰς ἀπειλὰς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως, τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν τριακοσίων ὀκτωκαίδεκα Πατέρων κυρωθείσης, ὑπέστημεν.

Ταύτην γὰρ καὶ ὑμῖν, καὶ ἡμῖν, καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν δεῖ, πρεσβυτάτην οὖσαν, καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Δηλαδὴ θεότητος καὶ δυνάμεως, καὶ οὐσίας μιᾶς τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας, καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελείαις ὑποστάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις: ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων, εἰτοῦν τῶν ἰδιοτήτων ἀναιρουμένων: μήτε μὴν τῶν Εὐνομιανῶν, καὶ Ἀρειανῶν, καὶ Πνευματομάχων τὴν βλασφημίαν ἰσχύειν, τῆς οὐσίας, ἢ τῆς φύσεως, ἢ τῆς θεότητος τεμνομένης, καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ Τριάδι μεταγενεστέρας τινὸς, ἤ κτιστῆς, ἢ ἑτεροουσίου φύσεως ἐπαγομένης. Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ Κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον, οὔτε ἄνουν, ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχόμενοι: ὅλον δὲ εἰδότες τέλειον μὲν ὄντα πρὸ αἰώνων Θεοῦ Λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενον. Τὰ μὲν οὖν κατὰ τὴν πίστιν, τὴν παῤ ἡμῶν ἀνυποστόλως κηρυττομένην, ὡς ἐν κεφαλαίῳ τοιαῦτα: περὶ ὦν καὶ ἐπὶ πλεῖον ψυχαγωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν Ἀντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελθούσης συνόδου γεγενημένῳ

1217
καταξιώσαντες ἐντυχεῖν, καὶ τῷ πέρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνόδου, ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν, καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγραφον πεποιήκαμεν. Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μέρος ἐν ταῖς Ἐκκλησίαις, παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε, καὶ τῶν ἁγίων ἐν Νικαίᾳ Πατέρων ὅρος καθ̓ ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας, καὶ εἴπερ ἐκεῖνοι βούλοιντο σὺν αὐτοῖς τοὺς ὁμόρους, πρὸς τὸ συμφέρον ποιεῖσθαι τὰς χειροτονίας. Οἷς ἀκολούθως, τάς τε λοιπὰς Ἐκκλησίας παῤ ἡμῖν οἰκονομεῖσθαι γινώσκετε, καὶ τῶν ἐπισημοτάτων Ἐκκλησιῶν ἀναδεδεῖχθαι τοὺς ἱερεῖς. Ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεοπαγοῦς, ὡς ἂν εἴποι τις, Ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέοντος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νεκτάριον ἐπίσκοπον κεχειροτονήκαμεν, ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ̓ ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου, παντός τε τοῦ κλήρου, καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως. Τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς Ἐκκλησίας τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν Χριστιανῶν ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον Φλαβιανὸν οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως συνδραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς Ἐκκλησίας ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης ἤνπερ ἔνθεσμον χειροτονίαν ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν. Τῆς δέ γε μητρὸς ἁπασῶν τῶν Ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς τε παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι, καὶ πλεῖστα πρὸς τοὺς Ἀρειανοὺς ἐν διαφόροις τόποις ἀθλήσαντα. Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παῤ ἡμῖν κεκρατηκόσι, καὶ τὴν ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσιτευούσης ἀγάπης, καὶ τοῦ κυριακοῦ φόβου, πᾶσαν μὲν καταστέλλοντος ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν Ἐκκλησιῶν οἰκοδομὴν προτιμοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ̓ ἕνα συνηθείας ἢ χάριτος. Οὕτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου, καὶ τῆς Χριστιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ τῶν ἀποστόλων κατεγνωσμένον: Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλὼ, ἐγὼ δὲ Κηφᾶ: πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν ἡμῖν οὐ μεμέρισται, Θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς Ἐκκλησίας τηρήσομεν, καὶ τῷ βήματι τοῦ Κυρίου μετὰ παῤῥησίας παραστησόμεθα. Ταῦτα κατά τε τῆς Ἀρείου, καὶ Ἀετίου, καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου, καὶ Φωτεινοῦ, καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν. Ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν, εἰρηκότες, Καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ Κυρίου λόγον ἀδιάστροφον σώζομεν οὔτε ἄψυχον, οὔτε ἄνουν, ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχόμενοι.
1220

Συνοδικὸν Δαμάσου ἐπισκόπου Ῥώμης κατὰ Ἀπολιναρίου καὶ Τιμοθέου γραφέν.

Καὶ Δάμασος δὲ ὁ πανεύφημος, ταύτην μαθὼν ἀναφυεῖσαν τὴν αἵρεσιν, οὐκ Ἀπολινάριον μόνον, ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπεκήρυξε: καὶ τοῦτο τοῖς τὴν Ἑῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων ἐδήλωσεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον.

Ἐπιστολὴ Δαμάσου ἐπισκόπου Ῥώμης.

Ὄτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχετε, υἱοὶ τιμιώτατοι. Καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος Ἀπόστολος καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἷναι τῆς τιμῆς: ἀλλὰ διὰ τοῦτο οἱῳδή ποτε τρόπῳ σπουδάζομεν, εἴ πως δυνηθείημεν πρὸς τὴν δόξαν τῆς μακαριότητος αὐτοῦ παραγενέσθαι. Γινώσκετε τοίνυν, ὅτι τὸν πάλαι Τιμόθεον, τὸν βέβηλον, τὸν μαθητὴν Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ τοῦ λοιποῦ ἰσχύειν. Εἰ δ̓ ἔτι ὁ ὄφις ἐκεῖνος ὁ παλαιὸς, ἅπαξ καὶ δεύτερον καταδηχθεὶς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς Ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα ἐκκλίνατε, ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης μάλιστα, ἥτις ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ἐγγράφως ἐξετέθη, βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε, καὶ μὴ ματαιολογίας καὶ ἠφανισμένας ζητήσεις μετὰ τοῦτο ὑπομείνητε ἀκούειν τοὺς κληρικοὺς ἢ τοὺς λαϊκοὺς ὑμῶν. Ἤδη γὰρ ἅπαξ τύπον ἐδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν Χριστιανὸν ἐκεῖνο φυλάττοι, ὅπερ παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου: Εἴ τις ὑμᾶς εὐαγγελίζεται παῤ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Ὁ γὰρ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν, τῷ γένει τῶν ἀνθρώπων διὰ τοῦ ἰδίου πάθους πληρεστάτην ἀπέδωκε τὴν σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον ταῖς ἀμαρτίαις ἐνεχόμενον πάσης ἁμαρτίας ἐλευθερώσῃ. Τοῦτον εἴ τις ἀνθρωπότητος ἢ θεότητος ἔλαττον ἐσχηκέναι εἴποι, πνεύματος διαβόλου πεπληρωμένος, τῆς γεέννης υἱὸν ἑαυτὸν ἀποδείκνυσι.

1221
Τί τοίνυν πάλιν παῤ ἐμοῦ ζητεῖτε τὴν καθαίρεσιν Τιμοθέου; Καὶ ἐνταῦθα κρίσει τῆς ἀποστολικῆς καθέδρας, παρόντος καὶ Πέτρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων πόλεως, καθῃρέθη ἅμα τῷ διδασκάλῳ αὐτοῦ Ἀπολιναρίῳ, ὅς καὶ ἐν ἡμέρᾳ τῆς κρίσεως τὰς ὀφειλομένας τιμωρίας καὶ βασάνους ὑπομενεῖ.

Εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων, ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται, ὅστις δή ποτε βούλεται, τῷ κανόνι τῆς Ἐκκλησίας ἀντιπαλαίσας. Ὁ Θεὸς ὑμᾶς ὑγιαίνοντας διαφυλάττοι, υἱοὶ τιμιώτατοι. Καὶ ἄλλα δέ τινα συναθροισθέντες ἐν τῇ μεγάλῃ Ῥώμῃ γεγράφασι κατὰ διαφόρων αἱρέσεων, ἅπερ ἀναγκαῖον ᾠήθην ἐνθεῖναι τῇ συγγραφῇ.

Ὁμολογία τῆς καθολικῆς πίστεως, ἣν ὁ πάπας Δάμασος ἀπέστειλε πρὸς ἐπίσκοπον Παυλῖνον ἐν τῆ Μακεδονίᾳ, ὃς ἐγένετο ἐν Θεσσαλονίκῃ.

Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν, ὥστε τολμᾷν τινας βεβήλῳ στόματι εἰπεῖν, τὸ Πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ Υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον Πνεῦμα. Ὁμοίως δὲ ἀναθεματίζομεν καὶ τοὺς τῇ Σαβελλίου ἀκολουθοῦντας πλάνῃ, τὸν αὐτὸν λέγοντας καὶ Πατέρα εἷναι καὶ Υἱόν. Ἀναθεματίζομεν Ἄρειον καὶ Εὐνόμιον, οἴ τῇ ἴσῃ δυσσεβείᾳ, εἰ καὶ τοῖς ῥήμασι διαφέρονται, τὸν Υἱὸν καὶ τὸ ἄγιον Πνεῦμα κτίσμα εἷναι διισχυρίζονται. Ἀναθεματίζομεν τοὺς Μακεδονιανοὺς, οἵτινες ἐκ τῆς Ἀρείου ῥίζης καταγόμενοι, οὐχὶ τὴν ἀσέβειαν, ἀλλὰ τὴν προσηγορίαν ἐνήλλαξαν. Ἀναθεματίζομεν Φωτεινὸν, ὅς τὴν τοῦ Ἐβίωνος αἵρεσιν ἀνακαινίζων, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ὡμολόγει.

Ἀναθεματίζομεν καὶ τοὺς δύο εἶναι υἱοὺς διισχυριζομένους, ἕνα πρὸ τῶν αἰώνων, καὶ ἄλλον μετὰ τὴν τῆς σαρκὸς ἐκ τῆς Μαρίας ἀνάληψιν. Ἀναθεματίζομεν κἀκείνους, οἵτινες ἀντὶ λογικῆς ψυχῆς διισχυρίζονται ὅτι ὁ τοῦ Θεοῦ Λόγος ἐστράφη ἐν τῇ ἀνθρωπίνῃ σαρκί. Αὐτος γὰρ οὗτος ὁ τοῦ Θεοῦ Λόγος, οὐχὶ ἀντὶ τῆς λογικῆς καὶ νοερᾶς ψυχῆς ἐν τῷ ἑαυτοῦ σώματι γέγονεν, ἀλλὰ τὴν ἡμετέραν, τοῦτ̓ ἔστι λογικὴν καὶ νοερὰν, ἅνευ τῆς ἁμαρτίας ψυχὴν ἀνέλαβε καὶ ἔσωσεν. Ἀναθεματίζομεν καὶ τοὺς λέγοντας τὸν Λόγον τοῦ Θεοῦ τῇ ἐκτάσει καὶ τῇ συστολῇ ἀπὸ τοῦ Πατρὸς κεχωρίσθαι, καὶ ἀνυπόστατον αὐτὸν εἷναι, ἤ μέλλειν τελευτᾷν βλασφημοῦντας. Τοὺς δὲ ἀπὸ Ἐκκλησιῶν εἰς ἑτέρας Ἐκκλησίας μετελθόντας ἄχρι τοσούτου ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀλλοτρίους ἔχομεν, ἄχρις οὗ πρὸς αὐτὰς ἐπανέλθωσι τὰς πόλεις, ἐν αἷς πρῶτον ἐχειροτονήθησαν. Ἐὰν δέ τις, ἅλλου ἀπὸ τόπου εἰς τόπον μετελθόντος, ἐν τόπῳ τοῦ ζῶντος ἐχειροτονήθη, ἄχρι τοσούτου σχολάσῃ ἀπὸ τοῦ ἀρχιερατικοῦ

1224
ἀξιώματος ὁ τὴν ἰδίαν πόλιν καταλείψας, ἄχρις οὗ ὁ διαδεξάμενος αὐτὸν ἀναπαύσηται ἐν Κυρίῳ.

Εἴ τις μὴ εἴπῃ ἀεὶ τὸν Πατέρα, καὶ ἀεὶ τὸν Υἱὸν, καὶ ἀεὶ τὸ ἅγιον Πνεῦμα εἶναι, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ τὸν Υἱὸν γεννηθέντα ἐκ Πατρὸς, τουτέστιν, ἐκ τῆς οὐσίας τῆς θείας αὐτοῦ, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, ἀληθινὸν Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ, ὡς ἀληθινὸν Θεὸν τὸν Πατέρα αὐτοῦ, καὶ πάντα δύνασθαι, καὶ πάντα εἰδέναι, καὶ τῷ Πατρὶ ἴσον, ἀνάθεμα ἔστω. Εἴ τις εἴπῃ, ὅτι ἐν σαρκὶ διάγων ὁ Υἱὸς τοῦ Θεοῦ, ὅτε ἦν ἐν τῇ γῇ, ἐν τοῖς οὐρανοῖς καὶ σὺν τῷ Πατρὶ οὐκ ἦν, ἀνάθεμα ἔστω. Εἵ τις εἴπῃ, ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ τὴν ὀδύνην ὑπέμεινεν ὁ Υἱὸς τοῦ Θεοῦ θεότητι, καὶ οὐχὶ σαρκὶ καὶ ψυχῇ λογικῇ, ἤνπερ ἀνέλαβεν ἐν τῇ τοῦ δούλου μορφῇ, ὡς εἴρηκεν ἡ ἁγία Γραφὴ, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, τὸν τοῦ Θεοῦ Λόγον παθόντα σαρκὶ, καὶ θανάτου γευσάμενον σαρκὶ, γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή ἐστι καὶ ζωοποιὸς ὁ Υἱὸς, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, ὅτι ἐν σαρκὶ ἥνπερ ἀνέλαβε καθέζεται ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐν ᾗ καὶ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκροὺς, ἀνάθεμα ἔστω.

Εἵ τις μὴ εἴπῃ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν ἐκ τῆς θείας οὐσίας, καὶ Θεὸν Θεοῦ Λόγον, ἀνάθεμα ἔστω.

Εἵ τις μὴ εἴπῃ πάντα δύνασθαι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ πάντα εἰδέναι, καὶ πανταχοῦ παρεῖναι, ὡς καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα, ἀνάθεμα ἔστω. Εἵ τις εἴπῃ τὸ Πνεῦμα τὸ ἅγιον ποίημα, ἣ διὰ τοῦ Υἱοῦ γεγενῆσθαι, ἀνάθεμα ἔστω. Εἵ τις μὴ εἴπῃ, πάντα διὰ τοῦ Υἱοῦ τοῦ σαρκωθέντος, καὶ τοῦ ἁγίου Πνεύματος, τὸν Πατέρα πεποιηκέναι, τοῦτ̓ ἔστιν τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀνάθεμα ἔστω. Εἵ τις μή εἴπῃ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος μίαν θεότητα, ἐξουσίαν, δυναστείαν μίαν, δόξαν, κυριότητα μίαν, βασιλείαν μίαν, θέλησιν καὶ ἀλήθειαν, ἀνάθεμα ἔστω. Εἵ τις τρία πρόσωπα μὴ εἴπῃ ἀληθινὰ, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, εἰς ἀεὶ ζῶντα, τὰ πάντα κατέχοντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, πάντα δυνάμενα, πάντα κρίνοντα, πάντα ζωοποιοῦντα, πάντα δημιουργοῦντα, πάντα σώζοντα, ἀνάθεμα ἔστω. Εἵ τις μὴ ἑ??ʼπῃ προσκυνητὸν τὸ Πνεῦμα τὸ ἅγιον παρὰ πάσης τῆς κτίσεως, ὡς καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα, ἀνάθεμα

1225
ἑ̓́??ʼτω. Εἵ τις περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καλῶς φρονήσει, περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐ καλῶς ἔχει, ἀνάθεμα, ὅτι αἱρετικός ἐστιν: ὅτι πάντες οἱ αἱρετικοὶ περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ περὶ τοῦ ἁγίου Πνεύματος κακῶς φρονοῦντες, ἐν τῇ τῶν Ἰουδαίων καὶ τῶν ἐθνικῶν ἀπιστίᾳ τυγχάνειν ἐλέγχονται.

Εἵ τις δὲ μερίσει θεότητα, Θεὸν τὸν Πατέρα λέγων ἀνὰ μέρος, καὶ Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ ἅγιον Πνεῦμα, καὶ διισχυρίσαιτο Θεοὺς λέγεσθαι, καὶ οὐ Θεὸν, διὰ τὴν μίαν θεότητα καὶ δυναστείαν, ἥνπερ εἷναι πιστεύομεν καὶ οἴδαμεν, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, Θεὸν ἕνα ὲν τρισὶν ὑποστάσεσιν: ἢ πάλιν ὑπεξελόμενος τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ὡς μόνον ὑπονοῆσαι τὸν Πατέρα Θεὸν λέγεσθαι, ἢ πιστεύεσθαι ἕνα Θεὸν, ἀνάθεμα ἔστω. Τὸ γὰρ ὄνομα τῶν θεῶν καὶ τοῖς ἀγγέλοις καὶ πᾶσιν ἀγίοις παρὰ Θεοῦ ἐχαρίσθη: περὶ δὲ τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διὰ τὴν μίαν καὶ ἴσην θεότητα, οὐχὶ τῶν θεῶν ὀνόματα, ἀλλὰ τοῦ Θεοῦ ἡμῶν ἐνδείκνυται καὶ σημαίνεται, ἵνα πιστεύωμεν ὅτι εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα βαπτιζόμεθα, καὶ οὐχὶ εἰς τὰ τῶν ἀρχαγγέλων ἥ ἀγγέλων ὀνόματα, ὡς οἱ αἱρετικοὶ, ἢ ὡς Ἰουδαῖοι, ἢ ἐθνικοὶ παραφρονοῦντες. Αὕτη τοίνυν ἡ τῶν Χριστιανῶν σωτηρία ἐστὶν, πιστεύοντες τῇ Τριάδι, τοῦτ̓ ἔστι τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ βαπτιζόμενοι εἰς τὴν αὐτὴν μίαν θεότητα, καὶ δυναστείαν, καὶ θε ιότητα, καὶ οὐσίαν, εἰς αὐτὸν πιστεύωμεν.

Ταῦτα μὲν οὗν Γρατιανοῦ περιόντος ἐγένετο.

Περὶ τῆς Γρατιανοῦ τελευτῆς, καὶ Μαξίμου τυραννίδος.

Ἐπειδὴ δὲ ἐκεῖνος ἕν τε πολέμοις ἀριστεύων, καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων, ἐξ ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κληρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμώνυμον τοῦ πατρὸς, Μάξιμος δέ τις τῆς Βαλεντινιανοῦ καταφρονήσας νεότητος, ἥρπασε τὴν τῆς Ἐσπέρας ἡγεμονίαν.

Περὶ Ἰουστίνης τῆς Βαλεντινιανοῦ γαμετῆς, καὶ τῆς κατὰ Ἀμβροσίου ἐπιβουλῆς.

Κατ̓ ἐκεῖνον τὸν χρόνον Ἰουστῖνα, ἡ Βαλεντινιανοῦ τοῦ μεγάλου γαμετὴ, τοῦ δὲ νέου μήτηρ, ἅ πάλαι τῆς Ἀρειανικῆς διδασκαλίας ἐδέξατο σπέρματα, δῆλα πεποίηκε τῷ παιδί. Τοῦ μὲν γὰρ ὁμοζύγου τὸ θερμὸν ἐπισταμένη τῆς πίστεως, λαθεῖν ʽ??ʼπαντα τὸν χρόνον ἐσπούδασε. Τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἁπαλὸν καὶ εὔεικτον θεωμένη, προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάῤῥησεν. Ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβ̔??ʼν: εἰς γὰρ τὸ τῆς φύσεως

1228
δέλεαρ ἀποβλέπων, τὸ θανατηφόρον ἄγκιστρον οὐχ ἑώρα: Ἀμβροσίῳ πρώτῳ τοὺς περὶ τούτων προσενήνοχε λόγους, ἡγ̔??ʼύμενος εἰ τοῦτον μεταπείσοι, τῶν ἅλλων ῥᾳδίως ἃν περιέσεσθαι. Ὁ δὲ τῆς τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας, καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὅν παρέλαβεν ἄσυλον. Ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφορὰν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ Κυρίου διδασκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρυς ἐναντία, καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα. Ὁ δὲ νέος, οἷα δὴ νέος, καὶ παρὰ μητρὸς ἠπατημένης θηγόμενος, οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίνετο, καὶ λόχοις ὁπλιτῶν τε καὶ πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου.

Ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα οὐδὲν ἐδεδίξατο τῶν ὑπ̓αὐτοῦ γενομένων: μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα, μειρακυλλίοις ὑπό τινων προσφερόμενα: τότε δὴ χαλεπήνας, προφανῶς αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἕξω βῆναι προθύρων. Ὁ δέ: Ἑκὼν μὲν, ἔφη, τοῦτο οὐ δράσω, οὐδὲ προδώσω τοῖς λύκοις τὸν τῶν προβάτων σηκὸν, οὐδὲ τοῖς βλασφημοῦσι τὸν θεῖον παραδώσω νεών. Ἀλλ̓ εἴ σοι κτεῖναι δοκεῖ, ἔνδον ἐπένεγκέ μοι τὸ ξίφος, ἥ τὴν αἰχμήν. Ἀσπασίως γὰρ δέξομαι τὴν τοιαύτην σφαγήν.

Περὶ τῶν παρὰ Μαξίμου τοῦ τυράννου Βαλεντινιανῷ δηλωθέντων.

Χρόνου δὲ συχνοῦ τριβομένου, μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα: ἐπέστειλε δὲ τῷ Βαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν, καὶ παραινῶν μὴ προέσθαι τὴν πατρῴαν εὐσέβειαν.

Προστέθεικε δὲ καὶ τοῦ πολέμου τὴν ἀπειλὴν, εἰ μὴ πείθοιτο: καὶ μέντοι καὶ τὸ ἔργον τοῖς λόγοις ἐπέθεικε. Τὴν γὰρ στρατιὰν ἀγείρας, ἐπὶ τὴν Μεδιόλανον ὥρμησεν, ἔνθα ἐκεῖνος διῆγεν. Ὁ δὲ μαθὼν τὴν ἔφοδον, εἰς Ἰλλυρίους ἵκετο φεύγων, τῇ πείρᾳ μαθὼν τίνων ἐκ τῆς μητρῴας ἀπώνατο συμβουλῆς.

Περὶ τῶν παρὰ Θἑ??ʼδοσίου τοῦ βασιλέως περὶ τούτου γραμμάτων.

Πυθόμενος δὲ Θεοδόσιος ὁ πανεύφημος βασιλεὺς, τά τε παρὰ τοῦ βασιλέως πραχθέντα, καὶ τὰ παρὰ τοῦ τυράννου γραφέντα, ἔγραψε τῷ πεφευγότι νέῳ, μὴ χρῆναι θαυμάζειν, εἰ τῷ βασιλεῖ μὲν τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται: τῇ γὰρ εὐσεβείᾳ πεπολέμηκε μὲν ὁ βασιλεὺς, ὁ δὲ τύραννος ἐπεκούρησε: καὶ ὁ μὲν ταύτην προέμενος, ἀποδιδράσκει γυμνός: ὁ δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνωμένου κρατεῖ. Τῇ γὰρ εὐσεβείᾳ καὶ ὁ ταύτης σύνεστι νομοθέτης. Ταῦτα μὲν οὗν ἑκὰς ὥν ἐπέστειλεν.

Ἐπειδὴ δὲ τὴν φυγὴν μεμαθηκὼς εἰς ἐπικουρίαν

1229
ἀφίκετο, καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν, εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον εἶδε: πρῶτον μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε, καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξήλασε νόσον, καὶ εἰς τὴν πατρῴαν εὐσέβειαν ἐπανήγαγεν: εἶτα θαῤῥεῖν παρεγγυήσας, καὶ κατὰ τοῦ τυράννου στρατεύσας, ἀναιμωτὶ μὲν τῷ νέῳ τὴν βασιλείαν παρέδωκε, τὸν δὲ τύραννον ἔκτεινεν. Ἀδικεῖν γὰρ ὑπέλαβεν, καὶ τὰς πρὸς Γρατιανὸν γεγενημένας παραβαίνειν συνθήκας, εἰ μὴ ποινὴν τοὺς ἀπεκτονότας εἰσπράξαιτο τῆς σφαγῆς.

Περὶ Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου.

Μετὰ δὲ τῆν ἐκεὶθεν ἐπάνοδον, ἀφίκετο μὲν ὁ θαυμάσιος Ἀμφιλόχιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγους. Ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν, οὐκ ἐδέξατο. Ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυτίκα σιγήσας, μνήμης ἀξίαν ἐξεῦρε μηχανήν. Εἴσω γὰρ αὗθις τῶν βασιλείων γενόμενος, καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκάδιον θεασάμενος, νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεὺς, αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν ʽ??ʼίόν. Ὁ δὲ βασιλεὺς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν. Ὁ δὲ ἀποχρῆναι ἔφη τὴν αὐτῷ παῤ αὐτοῦ προσενεχθεῖσαν τιμήν. Ὁ δὲ δυσχεράνας, οἰκείαν̔??ʼ ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν.

Τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν, καὶ βοῶν ἔφη: Ὁρᾷς, ὦ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον παροινοῦσι χαλεπαίνεις πικρῶς. Πίστευσον δή οὗν, καὶ τὸν τῶν ὅλων Θεὸν τοὺς τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν Σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν: Οὕτω συνεὶς ὁ βασιλεὺς, καὶ τά τε πεπραγμένα τά τε εἰρημένα θαυμάσας, νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἰρετικῶν συλλόγους κωλύοντα. Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώπων πολεμίου τὰς ἄρκυς. Πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος, τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ: εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον. Κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκείμενον. Καὶ ἄλλας δὲ μυρίας τοῖς ἁνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον. Καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ̓ αὐτοῦ μηχαναῖς: μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίνεται, τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχανημάτων διαλύων τὴν ῥύμην. Τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος οὗτος μετασχὼν βασιλεὺς, καὶ τῶν παθημάτων μετέλαχε, καὶ τῷ δικαίῳ θ̔??ʼμῷ ἀμετρία προσγενομένη ὠμόν τε καὶ παράνομον εἰργάσατο πάθος. Ἐρῶ δὲ καὶ

1232
τοῦτο τῆς τῶν ἐντευξομένων ὠφελείας ἕνεκα. Οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην.

Περὶ τῶν ἐν Θεσσαλονίκῃ σφαγῶν, καὶ περὶ τῆς τοῦ ἐπισκόπου Ἀμβροσίου παῤῥησίας, καὶ τῆς τοῦ βασιλέως εὐσεβείας.

Θεσσαλονίκη πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, εἰς μὲν τὸ Μακεδόνων ἔθνος τελοῦσα, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας, καὶ μέντοι καὶ ἄλλων παμπόλλων ἐθνῶν, ὅσα τῶν Ἰλλυριῶν τὸν ὕπαρχον ἡγούμενον ἔχει. Ἐν ταύτῃ στάσεως γενομένης τινὸς, κατελεύσθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινές. Ὁ δὲ βασιλεὺς ἐξαφθεὶς ὑπὸ ἀγγελθέντων, οὐκ ἤνεγκε τοῦ θυμοῦ τὴν ὁρμὴν, οὐδὲ τῷ χαλινῷ τοῦ λογισμοῦ τὴν τούτου ῥύμην ἐκώλυσεν: ἀλλὰ τούτῳ τὴν ψῆφον ἐξενεγκεῖν τῆς τιμωρίας ἐπέτρεψε.

Ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβὼν, οἷα δὴ αὐτόνομός τε καὶ τύραννος, τὸν δεσμὸν ἀποῤῥήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν ζυγὸν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε, καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινεν.

Ἑπτὰ γὰρ, ὥς φασιν. ἀνῃρέθησαν χιλιάδες, οὐ κρίσεως ἡγησαμένης, καὶ τῶν τὰ δεινὰ ἐκεῖνα τετολμηκότων κατακριθέντων, ἀλλ̓ ὡς ἐν ἀμήτῳ πάντων ὁμοῦ δίκην ἀσταχύων κατατμηθέντων. Ταύτην μαθὼν τὴν ὀδυρμῶν γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὖ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς Μεδιόλανον τὸν βασιλέα, καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουληθέντα νεὼν, ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν προπυλαίων τοιάδε λέγων ἐκώλυσεν: Οὐκ οἶσθα, ὡς ἔοικε, ὦ βασιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ παῦλαν ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν. Οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δύναμις ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ̓ ἐπιπροσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ. Χρὴ μέντοι εἰδέναι τὴν φύσιν, καὶ τὸ ταύτης θνητόν τε καὶ διαῤῥέον. καὶ τὸν πρόγονον χοῦν ἐξ οὖ γεγόναμεν, καὶ εἰς ὅν ἀποῤῥέομεν, καὶ μὴ τῷ ἄνθει τῆς ἁλουργῖδος ἀποβουκολούμενον, ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν. Ὁμοφυῶν ἄρχεις, ὧ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων: εἶς γὰρ ἁπάντων Δεσπότης καὶ ὁ Βασιλεὺς, ὁ τῶν ὅλων Δημιουργός. Ποίοις τοίνυν ὀφθαλμοῖς ὄφει τὸν τοῦ κοινοῦ Δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ Δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτον διὰ τὸν τοῦ θυμοῦ λόγον ἐκχέας παρανόμως αἷμα; Ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν ᾦ ὁ Θεὸς ὁ τῶν ὅλων Δεσπότης ἄνωθεν γίνεται σύμψηφος. Ἰατρικὸς

1233
δὲ οὗτος, καὶ πρόξενος ὑγιείας. Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις, τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασιλέων ἴδια, στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. Χρόνου δὲ συχνοῦ διελθόντος, ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες, κατέλαβεν ἡ τοῦ Σωτῆρος ἡμῶν γενέθλιος ἑορτή: ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα.

Τοῦτο θεασάμενος ʽΡουφῖνος, μάγιστρος δὲ τηνικαῦτα ἦν, καὶ πολλῆς μετεῖχε παῤῥησίας, ἅτε δὴ συνηθέστερος ὢν, προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον.

Ὁ δὲ πικρῶς ἀνοιμώξας, καὶ σφοδρότερον προχέας τὸ δάκρυον Σὺ μὲν, ἔφη, ʽΡουφῖνε, παίζεις. τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν: ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμφορὰν λογιζόμενος, ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς, καὶ εἰσίασιν ἀδεῶς, καὶ τὸν οἰκεῖον ἀντιβολοῦσιν Δεσπότην, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος, καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀποκέκλεισται.

Μέμνημαι γὰρ τῆς Δεσποτικῆς φωνῆς, ἤ διαῤῥήδην φησίν: Ὅ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς. Ὁ δέ: Δραμοῦμαι, ἔφη, εἵ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπαρήσας λῦσαί σου τὰ δεσμά. Οὐ πείσεται, ἔφη ὁ βασιλεύς. οἴδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασιλείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον. Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ ʽΡουφῖνος λόγοις πείθειν ὑπέσχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ τάχος ἐκέλευσε: καὶ αὐτὸς δὲ, ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς, ἠκολούθησε μετὰ βραχὺ, ταῖς ὑποσχέσεσι τοῦ ʽΡουφίνου πεισθείς . Αὐτίκα δὲ τὸν ʽΡουφῖνον ἱ̓??ʼὼν ὁ θεῖος Ἀμβρόσιος Τὴν τῶν κυνῶν ὰναίδειαν, ἔφη, ʽΡουφῖνε, ζηλοῖς. Τοσαύτης γὰρ μιαιφονίας γενόμενος σύμβουλος, τὴν αἰδὼ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε ἐρυθριᾷς, οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος. Ἐπειδὴ δὲ ὁ ʽΡουφῖνος ἠντιβόλει, καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος: Ἐγὼ, ἔφη, ὦ ʽΡουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων. Εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι. δέξομαι κἀγὼ μεθ̓ ἡδονῆς τὴν σφαγήν. Τούτων ὁ ʽΡουφῖνος ἀκούσας, ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιεπισκόπου σκοπὸν, καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν. Ὁ δὲ βασιλεὺς. κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών: Ἄπειμι, ἔφη, καὶ τὰς δικαίας δέξομαι παροινίας. Ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών: πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος, ἐν δὲ τῷ ἀσπαστικῷ

1236
οὗτος οἴκῳ καθῆστο, ἐλιπάρει λυθῆναι τῶν δεσμῶν. Ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρουσίαν, καὶ κατὰ τοῦ Θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε, καὶ τοὺς ἐκείνου νόμους πατεῖν. Ὁ δὲ βασιλεὺς: Οὐ θρασύνομαι, ἔφη, κατὰ τῶν κειμένων νόμων, οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι: ἀλλά σε λῦσαί μοι τὸν δεσμὸν ἀξιῶ, καὶ τὴν τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίαν λογίσασθαι, καὶ μὴ κλεῖσαί μοι θύραν, ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ Δεσπότης ἀνέῳξεν. Ὁ δὲ ἀρχιερεὺς ἔφη: Ποίαν οὖν μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρανομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα; Ὁ δὲ βασιλεύς: Σὸν ἔργον, φησὶ, τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα: ἐμὸν δὲ τὸ δέξασθαι τὰ προσφερόμενα. Τότε ὁ θεῖος Ἀμβρόσιος: Ἐπειδὴ τῷ θυμῷ, ἔφη, τὸ δικάζειν ἐπιτρέπεις, καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν, ἀλλ̓ ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττὰς. καὶ τριάκοντα ἡμέρας αἱ φονευτικαὶ καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐγγεγραμμέναι, τὴν τοῦ λογισμοῦ προσδεχόμεναι κρίσιν. Διελθουσῶν δὲ τῶν ἡμερῶν. οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν: καὶ τηνικαῦτα, τοῦ θυμοῦ πεπαυμένου, καθ̓ ἑαυτὸν δικάζων ὁ λογισμὸς, ἐξετάσει τὰ ἐγνωσμένα, καὶ ὄψεται εἴτε ἄδικα, εἴτε δίκαια εἴη: καὶ εἰ μὲν εὕρῃ ἄδικα, δῆλον ὅτι διαῤῥήξει τὰ γεγραμμένα: εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις. Ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβὼν, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε, καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβεβαίωσε γράμμασι. Τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος. Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαῤῥήσας τοῦ θείου νεὼ,οὐχ ἑστὼς τὸν Δεσπότην ἱκέτευσεν, οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυῖτικὴν ἀφῆκε φωνήν: Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου. Καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας, καὶ τὸ μέτωπον τύπτων, καὶ ταῖς τῶν δακρύων σταγόσι τοὗ??ʼαφος καταῤῥαίνων, συγγνώμης ἠντιβόλει τυχεῖν. Ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη: προσενεγκὼν δὲ, ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν. Ἀλλὰ πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ̓ ἐξεπαίδευσε τὴν τῶν τόπων διαφοράν. Καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο: τοῦ δὲ βασιλέως εἰρηκότος, ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν, ὑπουργῷ τῷ τῶν διακόνων ἡγουμένῳ χρησάμενος, ὅτι Τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά: τοῖς δὲ ἄλλοις ἅπασιν, ἅ??ʼυτά τε καὶ ἄψαυστα: ἔξιθι
1237
τοίνυν, καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως: ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ. Καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσήγησιν, ἀντεδήλωσεν, ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ̓ ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών: Χάριν δὲ ὀφείλω, ἔφη. καὶ τῆσδε τῆς ἰατρείας. Τοσαύτῃ καὶ τηλικαύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ. Ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παῤῥησίαν, τοῦ δὲ τὴν εὐπείθειαν: καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα, τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα. Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν.

Ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεὼν, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε. Τοῦ δὲ τῆς ἐκκλησίας προέδρου, Νεκτάριος δὲ τηνικαῦτα ἦν, δεδηλωκότος: Τί δή ποτε μὴ μεμένηκας ἔνδον, δυσχεράνας;— Μόλις, ἔφη, βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφορὰν, μόλις εὗρον ἀληθείας διδάσκαλον. Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον. Τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος.

Περὶ Πλακίλλης τῆς βασιλίδος.

Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς.

Ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν μετ̓ αὐτοῦ δεξαμένη, τῶν θείων αὐτῷ συνεχῶς ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα. Οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον. Τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. Αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων, καὶ ἅπαντα τὰ μέλη λελωβημένων. παντοδαπὴν ἐποιεῖτο φροντίδα, οὐκ οἰκέταις, οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ̓ αὐτουργὸς γιγνομένη, καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνουμένη, καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα. Οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα, τοὺς κλινοπετεῖς δἰ ἑαυτῆς ἐνοσήλευεν, αὕτη καὶ χύτρας ἁπτομένη, καὶ ζωμοῦ γευομένη, καὶ τρύβλιον προσφέρουσα, καὶ ἄρτον κλῶσα, καὶ ψωμοὺς ὀρέγουσα, καὶ κύλικα κύλικα ἀποκλύζουσα, καὶ τἄλλα πάντα ἐργαζομένη. ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται. Καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέλεγεν, ὡς Τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει: ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω. Καὶ τῷ ὁμοζύγῳ δὲ συνεχῶς εἰώθει λέγειν: Ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι, τί μὲν ἧσθα πάλαι, τί δὲ γέγονας νῦν: ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος, οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ̓ ἢν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα. Τοιούτοις ἀεὶ κεχρημένη λόγοις, οἶόν τινα καλλίστην ἀρδείαν καὶ πρόσφορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι.

1240
Προτέρα μέντοι τοῦ ἀνδρὸς ἐτελεύτησε, καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσε.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγονυίας στάσεως.

Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν.

Ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν.

Ἀλλ̓ ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαννυμένους, ἄλλα τε ἔδρασεν, ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης, τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι, κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος. Ταῦτα πυθόμενος ὁ βασιλεὺς, καὶ χαλεπήνας ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια, καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν: ἐζηλοτύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. Μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει, καὶ καταλύσειν, καὶ εἰς κώμην τὸ ἄστυ μετασκευάσειν, Οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας, παῤ αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν.

Ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μὲν, οὐκ ἐγένετο δὲ, τοῦ νόμου κωλύοντος ὅν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. Ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνου κομίζοντες, Ἐλεβῆχός τε στρατηγὸς τηνικαῦτα ὢν, καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος, μάγιστρον δὲ οἱ ʽΡωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν: ἐν δέει μὲν ἦσαν ἄπαντες, τὰς ἀπειλὰς πεφρικότες. Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ, πολλοὶ δὲ ἦσαν τηνικαῦτα καὶ ἄριστοι, πολλὰς καὶ παραινέσεις καὶ παρακλήσεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος, καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὢν, ἐν δὲ ταῖς τῶν ὀρῶν κορυφαῖς διαιτώμενος, καὶ νύκτωρ καὶ μεθ̓ ἡμέραν τῷ Σωτῆρι τῶν ὅλων καθαρὰς προσφέρων εὐχὰς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὁρμὴν, οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβὼν, ἐν μέσῳ τῷ ἄστει, τῆς χλανίδος θατέρου λαβόμενος, ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. Οἱ δὲ μικρὸν γερόντιον, εὐτελῆ ῥάκη περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν: ἐπεὶ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετὴν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων, καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς, τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις: Εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ: Οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. Μὴ τοίνυν μόνην ὄρα

1241
τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου. Ἄνθρωπος γὰρ ὢν, ὁμοφυῶν βασιλεύεις. Κατ̓ εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. Μὴ τοίνυν ὠμῶς οὕτως καὶ ἀπηνῶς τοῦ Θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς. Παροξυνεῖς γὰρ τὸν Δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. Σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς. Ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογικὴ, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι. Πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνα, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκόνος πολλὰς δημιουργῆσαι χαλκᾶς: αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα. Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι, διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα, καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε, καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν. Οὐκ ἔδει γὰρ ἔφη, ἐμοῦ πλημμελήσαντος, γυναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν: κατ̓ ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλίσαι. Προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται. τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. Ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παῤῥησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ. καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὅν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν.

Περὶ τῶν πανταχοῦ γῆς καταλυθέντων ναῶν.

Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν, καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυθῆναι κελεύων.

Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας, καὶ τὴν οἰκουμένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευε: τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν, ἀλλ̓ ἀβάτους εἶναι προσέταξε.

Καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκολούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν, καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα.

Ἰοβιανὸς δὲ τὴν βασιλείαν παραλαβὼν, πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν: καὶ Βαλεντινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. Ὁ δὲ Βάλης πᾶσι μὲν %5τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλοιντο, καὶ τὰ θρησκευόμενα θεραπεύειν: μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. Πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον, καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν, καὶ οἱ τοῦ Διονύσου τὰ ὄργια τετελεσμένοι, μετὰ τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες, καὶ μεμηνότες, καὶ βακχεύοντες, καὶ τ̔??ʼλλα δρῶντες, ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ. Ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς, πρόῤῥιζά τε ἀνέσπασε, καὶ λήθῃ παρέδωκε.

1244