Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

1085
Περὶ τῆς Ἰουλιανοῦ βασιλείας: ὅτι παιδόθεν ἐν εὐσεβειᾳ τραφεὶς ἐξώκειλεν εἰς ἀσέβειαν: καὶ ὅκως τὰ πρῶτα τὴν ἀσέβειαν κρύπτων, ὕστερον αὐτὴν ἐγύμνωσε.

Κωνστάντιος μὲν δὴ στένων καὶ ὀδυρόμενος ὑπεξῆλθε τὸν βίον, ὅτι τῆς πατρῴας πίστεως παρετράπη.

Ἰουλιανὸς δὲ ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν διαβαίνων, ἐπύθετο τοῦ Κωνσταντίου τὴν τελευτὴν, καὶ θαῤῥήσας ὡς οὐδένα ἀντίπαλον ἔχων τὴν βασιλείαν παρέλαβεν.

Οὗτος νέαν μὲν ἄγων τὴν ἡλικίαν σὺν Γάλλῳ τῷ ἀδελφῷ, καὶ ἄνηβος ὤν ἔτι, τὴν τῆς εὐσεβοῦς διδασκαλίας εἷλκε θηλήν.

Καὶ μὲν δὴ καὶ πρόσηβος γενόμενος, καὶ ἔφηβος, τῆς αὐτῆς μετελάγχανε. Δείσας δὲ τὸν Κωνστάντιον, τοὺς γὰρ γένει προσήκοντας ἀνῄρει δειμαίνων τὰς τυραννίδας, καὶ τοῦ τῶν ἀναγνωστῶν ἠξιώθη χοροῦ, καὶ τὰς ἱερὰς βίβλους ἐν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ὑπανεγίνωσκε τῷ λαῷ. Καὶ σηκὸν μαρτύρων ἐδομήσατο μὲν, οὐ προσεδέξαντο δὲ οἱ μάρτυρες, τὴν εἰς ἀσέβειαν αὐτοῦ παρατροπὴν προθεώμενοι.

Τῶν γὰρ δὴ θεμελίων τὸ τῆς ἐκείνου γνώμης μιμησαμένων ἀβέβαιον, πρὶν ἱερωθῆναι κατέπεσε.

Τὰ μὲν δὴ τῆς πρώτης ἡλικίας αὐτοῦ, καὶ τῆς δευτέρας τοιαῦτα ἦν.

Ἐπειδὴ δὲ εἰς τὴν ἐσπέραν ἀπαίρων Κωνστάντιος, ἐκεῖσε γὰρ αὐτὸν εἷλκεν ὁ πρὸς Μαγνέντιον πόλεμος, Καίσαρα τῆς ἑῴας τὸν Γάλλον ἀπέφηνεν, εὐσεβῆ τε ὄντα, καὶ εἰς τέλος γε διαμείναντα, τὸ μὲν ὀνησιφόρον δέος Ἰουλιανὸς ἐσκέδασε τῆς ψυχῆς. Θάρσος δὲ λαβὼν, ὡς οὐκ ὤφελε, τῶν βασιλικῶν ἐπεθύμησε σκήπτρων. Οὗ δὴ ἕνεκα τὴν Ἑλλάδα περινοστῶν μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου μαθεῖν ἱμειρόμενος.

Περιτυγχάνει δὲ ἀνθρώπῳ, ταῦτα προλέγειν ὑπισχνουμένῳ, ὅς εἵς τινα τῶν εἰδωλικῶν σηκῶν ἀγαγὼν, καὶ εἴσω γενέσθαι τῶν ἀδύτων παρασκευάσας, τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας. Ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον τὸ δέος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον. Οἱ δὲ τοῦ Δεσποτικοῦ τροπαίου τὸν τύπον ἰδόντες. καὶ τῆς σφετέρας ἥττης ἀναμνησθέντες, φροῦδοι παραυτίκα ἐγένοντο. Συνεὶς δὲ ὁ

1088
γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν, ἐμέμψατο τούτῳ. Ἰουλιανὸς δὲ καὶ τὸ δέος ἐδήλωσε, καὶ τοῦ σταυροῦ θαυμάζειν ἔφησε τὴν ἰσχύν: ἀπέδρασαν γὰρ οἱ δαίμονες, τούτου τὸν τύπον οὐκ ἐνεγκόντες ἰδεῖν.

Μὴ δὴ τοῦτο ὑπολάβῃς, ὦ ἀγαθὲ, ὁ γόης ἔφη: οὐ γὰρ ἔδεισαν, ὥς γε σὺ φής: ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ᾤχοντο. Οὕτω βουκολήσας τὸν δείλαιον, ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε: καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον. Παραλαβὼν δὲ ὅμως τὴν δυναστείαν ἐπὶ πλεῖστον ἔκρυψε τὴν ἀσέβειαν, Διαφερόντως γὰρ ἐδεδίει τοὺς στρατιώτας, τὰ τῆς εὐσεβείας εἰσδεδεγμένους μαθήματα. Πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα.

Ἔπειτα δὲ οἱ ἐκείνου παῖδες βεβαιοτέραν ἐν αὐτοῖς τὴν παρὰ τοῦ πατρὸς γεγενημένην διδασκαλίαν εἰργάσαντο. Εἰ γὰρ καὶ τοῦ ὁμοουσίου τὸ πρόσρημα βουκοληθεὶς ὑπὸ τῶν ἀγόντων αὐτὸν ὁ Κωνστάντιος οὐ προσίετο, τὴν γοῦν τούτου διάνοιαν ἀκραιφνῶς ὡμολόγει. Γνήσιον γὰρ Υἱὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον τὸν Θεὸν Λόγον ὠνόμαζε, καὶ τοὺς κτίσμα λέγειν τολμῶντας ἄντικρυς ἀπεκήρυττε: τὴν δὲ τῶν εἰδώλων παντελῶς ἀπηγόρευσε θεραπείαν. Ἐρῶ δὲ αὐτοῦ καὶ ἕτερον ἀξιέπαινον, ἱκανὸν τεκμηριῶσαι τὴν περὶ τὰ θεία σπουδήν. Ἐν γὰρ δὴ τῷ πρὸς Μαγνέντιον πολέμῳ ἅπασαν συναλίσας τὴν στρατιὰν, μεταλαχεῖν ἅπαντας τῶν θείων συνεβούλευσε μυστηρίων, ἀεὶ μὲν ἄδηλον εἶναι λέγων τοῦ βίου τὸ τέλος, οὐχ ἤκιστα δὲ ἐν πολέμῳ, μυρίων ἑκατέρωθεν ἀφιεμένων καὶ βελῶν, καὶ πελτῶν, καὶ δοράτων, καὶ μὲν δὴ καὶ ξιφῶν, καὶ κοπίδων ἐπιφερομένων, καὶ τῶν ἄλλων ὀργάνων, δἰ ὧν ὁ βίαιος ἐπάγεται θάνατος. Οὗ δὴ ἕνεκα χρὴ ἕκαστον τὴν ἀξιόκτητον ἐκείνην ἔχειν στολὴν, ἦς ὅτι μάλιστα ἐν ἐκείνῳ τῷ βίῳ δεόμεθα. Εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω: ἀμυήτοις γὰρ συμπολεμεῖν οὐκ ἀνέξομαι.

Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων, καὶ τῆς Παυλίνου χειροτονίας.

Ταῦτα Ἰουλιανὸς σαφῶς ἐπιστάμενος, τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν. Εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος, καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν Ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους, καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας, εἰς τὰς οἰκείας ἐπανελθεῖν Ἐκκλησίας προσέταξε. Τούτου δὴ ὧν τοῦ νόμου τεθέντος, εἰς μὲν τὴν Ἀντιόχειαν ἐπανῆλθεν ὁ θεῖος Μελέτιος, εἰς δὲ τὴν Ἀλεξάνδρειαν ὁ πολυΰμνητος Ἀθανάσιος, Εὐσέβιος δὲ, καὶ Ἱλάριος ὁ ἐκ τῆς Ἰταλίας, καὶ Λουκίφερ ὁ Σαρδὼ τὴν νῆσον ποιμαίνειν λαχὼν, ἐν τῇ Θηβαίων τῇ πρὸς Αἴγυπτον διῆγον: ἐκεῖ γὰρ αὐτοὺς ὁ Κωνστάντιος ἐξωστράκισεν. Οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι, χρῆναι τὰς Ἐκκλησίας ἔλεγον εἰς μίαν συναγαγεῖν συμφωνίαν. Οὐ γὰρ μόνον αὐτὰς

1089
οἱ τἀναντία φρονοῦντες ἐπολιόρκουν, ἀλλὰ καὶ αὐταὶ πρὸς ἑαυτὰς ἐστασίαζον. Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς Ἐκκλησίας διῄρητο.

Οἴ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ̓ ἑαυτοὺς συνηθροίζοντο, καὶ οἱ μετὰ Μελετίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες, ἐν τῇ λεγομένῃ Παλαιᾷ τὰς λειτουργίας ἐπετέλουν τὰς θείας. Καὶ ἦν μὲν τούτων κἀκείνων μία ἡ ὁμολογία τῆς πίστεως: ἑκάτερον γὰρ σύστημα τῆς ἐντεθείσης ἐν Νικαίᾳ διδασκαλίας ὑπερεμάχει. Μόνη δὲ αὐτοὺς ἔρις ἀπ̓ ἀλλήλων διίστη. καὶ ἡ περὶ τοὺς ἡγουμένους διάθεσις . Οὐδὲ γὰρ ἡ θατέρου τελευτὴ διέλυσε τὴν διάστασιν: πρὸ γὰρ τῆς Μελετίου χειροτονίας Εὐσταθίου τετελευτηκότος, καὶ τῶν τῆς εὐσεβείας ἀντεχομένων μετὰ τὴν Μελετίου μὲν ἐξορίαν, Εὐζωΐου δὲ χειροτονίαν, τῆς τῶν δυσσεβούντων κοινωνίας ἀποκριθέντων, καὶ καθ̓ ἑαυτοὺς συναθροιζομένων, συναφθῆναι τούτοις οἱ ἀπ̓ Εὐσταθίου τὴν ἐπωνυμίαν ἔχοντες οὐκ ἐπείσθησαν.

Τῆσδε τῆς συναφείας οἱ περὶ τὸν Εὐσέβιον καὶ Λουκίφερα πόρον ἐπεζήτουν εὑρεῖν. Καὶ Λουκίφερα μὲν ὁ Εὐσέβιος τὴν Ἀλεξάνδρειαν ἠξίου καταλαβεῖν, καὶ Ἀθανασίῳ τῷ μεγάλῳ κοινώσασθαι περὶ τούτου: αὐτὸς δέ γε τὸν περὶ τῆς συμβάσεως ἤθελεν ἀναδέξασθαι πόνον.

Ἀλλ̓ ὁ Λουκίφερ εἰς μὲν τὴν Ἀλεξάνδρειαν οὐκ ἀφίκετο, τὴν Ἀντιόχου δὲ πόλιν κατέλαβε.

Πολλοὺς δὲ περὶ συμβάσεως λόγους καὶ τούτοις κἀκείνοις προσενεγκὼν, εἶτα ἰδὼν ἀντιλέγοντας τοὺς τῆς Εὐσταθίου συμμορίας, ἡγεῖτο δὲ ταύτης Παυλῖνος πρεσβύτερος ὥν, ἐχειροτόνησεν αὐτοῖς, οὐκ εὖ γε ποιῶν, τὸν Παυλῖνον ἐπίσκοπον.

Τοῦτο τὴν διάστασιν ἐκείνην μακροτέραν εἰργάσατο.

Πέντε γὰρ καὶ ὀγδοήκοντα διέμεινεν ἔτη. μέχρι τῆς Ἀλεξάνδρου τοῦ πάσης εὐφημίας ἀξίου προεδρίας: ὃς τῆς Ἀντιοχέων Ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πάντα πόρον κινήσας, καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενέγκας σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς Ἐκκλησίας συνήρμοσε σώματι. Τότε δὲ τὴν διάστασιν ὁ Λουκίφερ αὐξήσας, πλεῖστον ἐν Ἀντιοχείᾳ διέτριψε χρόνον. Ὁ δέ γε Εὐσέβιος εἰς τὴν Ἀντιόχειαν ἀφικόμενος, καὶ γνοὺς ἐκ τῆς οὐκ ἀγαθῆς ἰατρείας δυσίατον τὸ πάθος γεγενημένον, εἰς τὴν ἑσπέραν ἀπέπλευσεν. Ὁ δὲ Λουκίφερ εἰς τὴν Σαρδὼ παραγενόμενος, ἕτερά τινα τοῖς ἐκκλησιαστικοῖς προστέθεικε δόγμασιν: οἱ δὲ ταῦτα καταδεξάμενοι, ἐκ τῆς τούτου προσηγορίας καὶ τὴν ἐπωνυμίαν εἰλήφασι: Λουκιφεριανοὶ γὰρ ἐπὶ πλεῖστον ὠνομάζοντο χρόνον. Ἀπέσβη δὲ καὶ τοῦτο τὸ δόγμα, καὶ παρεδόθη τῇ λήθῃ. Ταῦτα μὲν οὗν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο.

1092

Ὁπόσα καὶ ὁποῖα κατὰ τῶν Χριστιανῶν ἐτόλμησαν Ἔλληνες παῤ αὐτοῦ τὴν ἐξουσίαν λαβόντες.

Ἰουλιανοῦ δὲ τὴν οἰκείαν ἀσέβειαν ἐκκαλύψαντος, αἱ πόλεις στάσεων ἐνεπλήσθησαν. Ἀναθαῤῥήσαντες γὰρ οἱ τῇ τῶν εἰδώλων πλάνῃ δεδουλωμένοι, ἀνέῳξαν μὲν τοὺς τῶν εἰδώλων σηκοὺς, τὰς δὲ μυσαρὰς ἐκείνας καὶ λήθης ἀξίας τελετὰς ἐπετέλουν. Καὶ ἧττον μὲν τὸ ἐπιβώμιον πῦρ, τὴν δὲ γῆν τῷ αϊματι τῶν θυμάτων μιαίνοντες, ἐμόλυνον κνίσσῃ καὶ καπνῷ τὸν ἀέρα: ὑπὸ δὲ τῶν θεραπευομένων βακχευόμενοι δαιμόνων, λυττῶντες καὶ κορυβαντιῶντες τὰς ἀγυιὰς περιέθεον, βωμολοχίας τε καὶ κωμῳδίαις κατὰ τῶν ἁγίων ἐχρῶντο, καὶ λοιδορίας τε καὶ πομπείας οὐδὲν εἶδος ἀπῆν. Οἱ δὲ τῆς εὐσεβείας θιασῶται φέρειν τὰς τούτων μὴ δυνάμενοι βλασφημίας, ἀντελοιδοροῦντο καὶ τήν ὑπ̓ ἐκείνων πρεσβευομένην διήλεγχον πλάνην. Χαλεπαίνοντες δὲ οἱ τῆς ἀσεβείας ἐργάται, καὶ θρασύτητος ἐφόδιον ἔχοντες τὴν ἀπὸ τοῦ κρατοῦντος προσγενομένην παῤῥησίαν, πληγάς αὐτοῖς ἀνηκέστους ἐπέφερον.

Ὁ γὰρ παμμίαρος βασιλεὺς, δέον προμηθεῖσθαι τῆς τῶν ἀρχομένων εἰρήνης, αὐτὸς τοὺς δήμους κατ̓ ἀλλήλων ἐξέμηνε: περιεώρα γὰρ τὰ παρὰ τῶν θρασυτέρων κατὰ τῶν ἐπιεικεστέρων τολμώμενα, καὶ τὰς πολιτικάς δὲ καὶ στρατιωτικὰς ἀρχὰς τοῖς ὠμοτάτοις καὶ δυσσεβεστάτοις ἐπίστευεν.

Οἵ προφανῶς μὲν θύειν τοὺς τῆς εὐσεβείας ἐραστὰς οὐκ ἠνάγκαζον: πᾶν δ̓ εἶδος αὐτοῖς ἐπετίθεσαν ἀτιμίας. Ἀφείλετο γὰρ καὶ τὰ γέρα, τὰ παρὰ τοῦ Μεγάλου Κωνσταντίνου τοῖς ἱερωμένοις ἀπονενεμημένα.

Ὁποῖα δὲ οἱ τῇ τῶν εἰδώλων ἀπάτῃ προσδεδεμένοι κατ̓ ἐκεῖνον ἐτόλμησαν τὸν καιρὸν, πάμπολλα μέν ἐστι, καὶ συγγραφῆς ἰδίας δεόμενἀ ἐγὼ δὲ ὀλίγα ἐκ πολλῶν διηγήσομαι. Ἐν Ἀσκάλωνι μὲν γὰρ, καὶ ἐν Γάζῃ. πόλεις δὲ αὗται τῆς Παλαιστίνης, ἀνδρῶν ἱερωσύνης ἠξιωμένων, καὶ γυναικῶν διὰ βίου τὴν παρθενίαν ἐπηγγελμένων ἀναῤῥήξαντες τὰς γαστέρας, εἶτα κριθῶν ἐμπλήσαντες, προὔθηκαν χοίροις βοράν. Ἐν Σεβάστῃ δὲ, ἤ καὶ αὕτη εἰς τὸ προειρημένον ἔθνος τελεῖ, Ἰωάννου τοῦ Βαπτιστοῦ τὴν θήκην ἀνέῳξαν, πυῥ??ʼ τε παρέδοσαν τὰ ὀστᾶ, καὶ τὴν κόνιν ἐσκέδασαν.

Τὸ δὲ ὲν Φοινίκῃ τολμηθὲν μύσος πῶς ἄν τις ἀδακρυτὶ διηγήσαιτο; ἐν Ἠλιουπόλει γὰρ τῇ πρὸς τῷ Λιβάνῳ, Κύριλλός τις διάκονος ἦν. Οὗτος ἐν τῇ Κωνσταντίνου βασιλείᾳ, ζήλῳ πυρπολούμενος θείῳ, πολλὰ τῶν ἐκεῖ προσκυνουμένων εἰδώλων συνέτριψε. Ταύτης μεμνημένοι τῆς πράξεως οἱ δυσώνυμοι, οὐ μόνον αὐτὸν ἀνεῖλον, ἀλλὰ καὶ τὴν γαστέρα τεμόντες τοῦ ἥπατος ἀπεγεύσαντο. Τὸν

1093
μέντοι πάντα ἐφορῶντα ὀφθαλμὸν οὐ διέλαθον, ἀλλ̓ ἔδοσαν ἀξίας τοῦ τολμήματος δίκας. Ὅσοι γὰρ δὴ ἐκείνου τοῦ μύσους μετέλαχον. ἐστερήθησαν μὲν τῶν ὀδόντων, πάντων κατὰ ταυτὸν ἐκπεπτωκότων: ἐστερήθησαν δὲ γλωττῶν: διέπεσον γὰρ καὶ αὗται σηπεδόνι περιπεσοῦσαι: ἀφῃρέθησαν δὲ καὶ τὸ βλέπειν, καὶ διὰ τῶν παθημάτων ἐκήρυττον τῆς εὐσεβείας τὴν δύναμιν. Ἐν Ἐμέσῃ δὲ τῇ ὁμόρῳ πόλει, Διονύσῳ τῷ γυναιώδει τὴν νεόδμητον ἀφιέρωσαν ἐκκλησίαν, τὸ καταγέλαστον καὶ ἀνδρόγυνον ἱδρύσαντες ἄγαλμα. Ἐν Δορυστόλῳ, πόλις δὲ αὕτη τῆς Θρᾴκης ἐπίσημος, Αἰμιλιανὸς ὁ νικηφόρος ἀγωνιστὴς ὑπὸ Καπετωλίνου τοῦ τῆς Θρᾴκης ἁπάσης ἄρχοντος παρεδόθη πυρᾷ. Τὸ δέ γε Μάρκου τοῦ Ἀρεθουσίων ἐπισκόπου δρᾶμα τῆς Αἰσχύλου καὶ Σοφοκλέους δεῖται μεγαληγορίας, ἵν̓ ἀξίως τὰ ἐκείνου τραγῳδήσωσι πάθη. Ἐπεὶ γὰρ οὗτος ἐν τοῖς Κωνσταντίου καιροῖς εἰδωλικόν τινα καταλύσας σηκὸν ἐκκλησίαν ἐδείματο, τὸν Ἰουλιανοῦ μεμαθηκότες Ἀρεθούσιοι σκοπὸν, ἐγύμνωσαν τὴν δυσμένειαν. Ὁ δὲ πρῶτον μὲν ἀποδράναι κατὰ τὸν εὐαγγελικὸν ἐπειράθη νόμον. Ἐπειδὴ δὲ ἑγνω τῶν ὑπ̓ αὐτὸν ἀντ̓ αὐτοῦ συνειλῆφθαί τινας, ἐπανῆκέ τε καὶ ἑαυτὸν τῷ μιαιφόνῳ ἐξέδωκεν ἔθνει. Οἱ δὲ λαβόντες, οὔτε ὡς πρεσβύτην ᾤκτειραν. οὔτε ὡς ἀρετῆς ᾐδέσθησαν φροντιστήν: ἀλλὰ καὶ βίῳ καὶ λόγῳ τὸν ἄνδρα κοσμούμενον, πρῶτον μὲν ᾐκίσαντο τὸ σῶμα γυμνώσαντες, καὶ τοῖς μέλεσιν ἅπασιν ἐπιθέντες τὰς μάστιγας: εἶτα εἰς ὑπονόμους δυσώδεις ἐμβαλόντες, κἀκεῖθεν ἀναγαγόντες, τῷ πλήθει τῶν μειρακίων παρέδοσαν, ἀφειδῶς αὐτὸν κατακεντεῖν ταῖς γραφίσι κελεύσαντες.

Μετὰ δὲ ταῦτα, εἰς γύργαθον ἐμβαλόντες, καὶ γάρῳ καὶ μέλιτι χρίσαντες, ἐπαίθριον ᾐώρησαν ἐν θέρους ἀκμῇ, σφῆκας ὁμοῦ καὶ μελίττας εἰς θοίνην προκαλούμενοι. Ταῦτα δὲ ἔδρων, δυοῖν θάτερον ἀναγκάζοντες, ἤ τὸν σηκὸν τὸν καταλυθέντα δομήσασθαι, ἢ τὴν τῆς οἰκοδομίας ἐκτίσαι δαπάνην. Ὅ δὲ τῶν μὲν χαλεπῶν ἐκείνων παθημάτων ἠνείχετο, δράσειν δὲ τῶν προτεινομένων οὐδὲν ἐπηγγέλλετο. Ἐκεῖνοι δὲ, διὰ πενίαν αὐτὸν μὴ παρέχειν ὑπειληφότες τὰ χρήματα, τὰ μὲν ἡμίση τῶν προταθέντων ἠφίεσαν, τὰ ἄλλα δὲ ἐκτιννύειν ἐκέλευον. Ὁ δὲ ἐξηρτημένος, καὶ ὑπό τε τῶν γραφίδων κεντούμενος, ὑπό τε τῶν σφηκῶν καὶ τῶν μελιττῶν ἐσθιόμενος, οὐ μόνον οὐκ ἐδήλου τὰς ἀλγηδόνας, ἀλλὰ καὶ ἐπετώθαζε τοῖς ἀνοσίοις, καὶ ἔλεγεν αὐτοὺς μὲν εἶναι χαμαιζήλους καὶ ἐπιγείους, αὐτὸν δὲ ὑψηλὸν καὶ μετέωρον. Τέλος δὲ βραχύ τι μόριον τῶν χρημάτων ἐξῄτησαν: ὁ δὲ

1096
ἴσον εἰς ἀσέβειαν ἔφη, τὸ ὀβολὸν γοῦν ἔνα δοῦναι τῷ πάντα δοῦναι. Οὕτως ἡττηθέντες ἀπέλυσαν, ὑπεραγασθέντες τὴν καρτερίαν, καὶ διὰ τῶν ἐναντίων εἰς τἀναντία μετατεθέντες. Διὰ γὰρ τῆς ἐκείνου γλώττης μετέμαθον τὴν εὐσέβειαν.

Τίνα κατὰ τῶν Χριστιανῶν ἐνομοθέτησε.

Καὶ ἕτερα δὲ μυρία πανταχοῦ γῆς καὶ θαλάττης κατ̓ ἐκεῖνον τὸν καιρὸν ὑπὸ τῶν δυσσεβῶν κατὰ τῶν εὐσεβῶν ἐτολμήθη. Καὶ γὰρ προφανῶς λοιπὸν ὁ μισόθεος κατὰ τῆς εὐσεβείας ἐνομοθέτει.

Καὶ πρῶτον μὲν ἀπηγόρευσε τῶν Γαλιλαίων τοὺς παῖδας, οὕτω γὰρ τοῦ Σωτῆρος ἡμῶν τοὺς θιασώτας ὠνόμαζε, ποιητικῶν, καὶ ῥητορικῶν, καὶ φιλοσόφων μεταλαγχάνειν λόγων. Τοῖς οἰκείοις γὰρ. φησὶ, πτεροῖς, κατὰ τήν παροιμίαν, βαλλόμεθα. Ἐκ γάρ τῶν ἡμετέρων συγγραμμάτων καθοπλιζόμενοι τὸν καθ̓ ἠμῶν ἀναδέχονται πόλεμον. Μετὰ τοῦτον ἕτερον τέθεικε νόμον, τοὺς Γαλιλαίους κελεύων τῆς στρατείας ἐξελαύνεσθαι.

Περὶ τῆς τετάρτης ἐξορίας καὶ τῆς φυγῆς τοῦ ἁγίου Ἀθανασίου.

Κατὰ τοῦτον τὸν χρόνον Ἀθανάσιος πάλιν ὁ πένταθλος τῆς ἀληθείας ἀγωνιστὴς ἕτερον ὑπέμεινε κίνδυνον. Οὐκ ἐνεγκόντες γὰρ οἱ δαίμονες τῆς Ἀθανασίου γλώττης καὶ προσευχῆς τὴν ἰσχὺν, τοὺς ὁ??ʼκείους ὑπουργοὺς εἰς τὰς κατ̓ ἐκείνου λοιδορίας καθώπλισαν.

Καὶ πολλὰς μὲν καὶ ἄλλας ἀφῆκαν φωνᾶς, ἀντιβολοῦντες τὸν προστάτην τῆς ἀσεβείας ἐξελάσαι τὸν Ἀθανάσιον: προσέθηκαν δὲ καὶ ταύτην, Εἰ Ἀθανάσιος μείνοι, οὐδεὶς Ἕλλην μενεῖ, ἀλλ̓ ἅπαντας εἰς τὸν οἰκεῖον μεταστήσει χορόν. Ταύτας Ἰουλιανὸς τὰς ἱκετείας δεξάμενος, οὐκ ἐξελαθῆναι μόνον προσέταξεν, ἀλλὰ καὶ ἀναιρεθῆναι τὸν Ἀθανάσιον. Τῶν δὲ θιασωτῶν ὀῤῥωδούντων, προειρηκέναι λέγεται τήν ταχεῖαν τοῦ θορύβου κατάλυσιν: νέφος γὰρ αὐτὸν προσηγόρευσε διαλυόμενον ὅτι τάχιστα. Ὑπεχώρησε δὲ ὅμως, ἐληλυθέναι τοὺς ἀπεσταλμένους μεμαθηκὼς. καὶ πορθμεῖον εὑρὼν παρὰ τὴν ὄχθην τοῦ ʽ??ʼοταμοῦ, ἐπὶ τὴν ʽ??ʼηβαίων χώραν ἀνήγετο: ὁ δὲ ἀνελεῖν αὐτὸν προστεταγμένος, πυθόμενος τὴν φυγὴν κατακράτος ἐδίωκεν. Ἑτέρου δέ τινος τῶν γνωρίμων προειληφότος, καὶ σφόδρα ἐλαύνειν αὐτὸν εἰρηκότος, τινὲς μὲν τῶν συνόντων ἐπὶ τὴν ἔρημον ἐκκλίνειν ἱκέτευον: αὐτὸς δὲ τῷ κυβερνήτῃ ἐπὶ τὴν Ἀλεξάνδρειαν ἰθῦναι τὸ πορθμεῖον ἐκέλευεν. Οὕτω δὴ αὐτῶν καταντικρὺ τοῦ διώκοντος φερομένων, ἧκεν ὁ τοῦ θανάτου τὰς ἐντολὰς δεδεγμένος, καὶ πόσον ἀφέστηκεν ὁ Ἀθανάσιος ἐπηρώτα. Ὁ δὲ πελάζειν τοῦτον εἰπὼν, ἐκεῖνον μὲν ἀπέπεμψεν, αὑτὸς δὲ τὴν Ἀλεξάνδρειαν κατέλαβε, καὶ τὸ λειπόμενον τῆς Ἰουλιανοῦ βιοτῆς αὐτόθι διέλαθεν.

1097

Τὰ κατὰ τὸν ἐν Δάφνῃ Ἀπόλλωνα, καὶ κατὰ τὸν ἄγιον Βαβύλαν.

Ἰουλιανὸς δὲ Πέρσαις ἐπιστρατεῦσαι βουλόμενος, εἰς ʽ??ʼταντα μὲν τὰ κατὰ τὴν Ῥωμαίων ἡγεμονίαν χρηστήρια τοὺς εὐνουστάτους τῶν ὑπηκόων ἐξέπεμψεν, αὐτὸς δὲ τὸν Πύθιον τὸν Δαφναῖον ἱκέτευε δηλῶσαι αὐτῷ τὰ ἐσόμενα. Ὁ δὲ τοὺς γειτονεύοντας νεκροὺς ἔφη ἐμποδὼν γίνεσθαι τῇ μαντείᾳ, καὶ χρῆναι τούτους πρότερον εἰς ἕτερον μετατεθῆναι χωρίον, εἶθ̓ οὕτως ἀπαγγεῖλαι τὴν πρόῤῥησιν. Οὐ γὰρ ἄν εἴποιμί τι, μὴ τοῦ τεμένους ἐκκαθαρθέντος.

Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν αὐτόθι κατέκειτο τοῦ καλλινίκου μάρτυρος Βαβύλα καὶ τῶν συναθλησάντων αὐτῷ μειρακίων τὰ λείψανα: καὶ δῆλος ἦν ὁ ψευδόμαντις ὑπὸ τῆς ἐκείνου χάριτος τῆς συνήθους ψευδολογίας εἰργόμενος. Τοῦτο δὴ καὶ Ἰουλιανὸς συνεὶς, ἐκ γὰρ τῆς παλαιᾶς εὐσεβείας ἐγνώκει τῶν νικηφόρων μαρτύρων τὴν δύναμιν, ἄλλο μὲν ἐκεῖθεν οὐδὲν μετεκόμισε σῶμα, μόνων δὲ τῶν νικηφόρων μαρτύρων τὰ λείψανα τοῖς τοῦ Χριστοῦ θιασώταις μετενεγκεῖν παρηγγύησεν. Οἱ δὲ ἀσμένως τὸ ἄλσος καταλαβόντες, καὶ ἐπὶ ζεύγους τεθεικότες τὴν λάρνακα, πανδημεὶ ταύτης ἡγοῦντο χορεύοντες, καὶ τὴν Δαυῖτικὴν ᾅδοντες μελῳδίαν, καὶ καθ̓ ἕκαστον κῶλον ἐπιφθεγγόμενοι: Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς. Ἧτταν γὰρ τοῦ δαίμονος ὑπελάμβανον τοῦ μάρτυρος τὴν μετάστασιν.

Περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ.

Ἰουλιανὸς δὲ τὴν ἐντεῦθεν αὐτῷ προσγινομένην αἰσχύνην οὐκ ἐνεγκὼν, τῇ ὑστεραίᾳ τοὺς τῆς χορείας ἐκείνης ἡγεμόνας συλληφθῆναι προσέταξε. Σαλλούστιος δὲ ῦπαρχος ὤν τηνικαῦτα, καίτοι τῇ δυσσεβείᾳ δουλεύων, πεῖσαι τὸν τύραννον ἠβουλήθη, δόξης ἐφιεμένοις τοῖς Χριστιανοῖς μὴ παρασχεῖν τὸ ποθούμενον.

Ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ, ζήλῳ θείῳ κοσμούμενον, βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας, καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμάσι μὲν τὰ νῶτα κατέξανεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς: καὶ τοῦτο ποιῶν διετέλεσεν, ἕωθεν ἀρξάμενος, μέχρι ληγούσης ἡμέρας. Εἶτα αὐτῷ τὰ ἐκ σιδήρου δεσμὰ περιθεὶς, φυλαχθῆναι προσέταξε. Ταῦτα ἔωθεν τὸν Ἰουλιανὸν διδάξας, καὶ τοῦ νέου τὴν καρτερίαν ἀπαγγείλας, ἑαυτῶν μὲν ἧτταν εἶναι, τῶν δὲ Χριστιανῶν εὔκλειαν ἔλεγε τὰ γινόμενα. Οὕτω πεισθεὶς ὁ θεομίσης, ταῦτα παθεῖν ἑτέρους οὐκ εἴασε. Καὶ μέντοι καὶ τὸν Θεόδωρον ἐκέλευσε τῆς εἱρκτῆς ἀφεθῆναι: τοῦτο γὰρ ἦν ὄνομα τῷ νέῳ ἐκείνῳ καὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ. Τοῦτον ἤροντό τινες, εἰ τῆς ὀδύνης ἐπῄσθετο τὰς πικρὰς ἐκείνας καὶ ὠμοτάτας ὑπομείνας βασάνους: ὁ δὲ ἔφη τὴν μὲν ἀρχὴν

1100
ὀλίγης ἀλγηδόνος αἰσθέσθαι: εἶτα οἱ ἐπιφανῆναί τινα, ὀθόνῃ μαλακῇ τε καὶ ψυχρᾷ τοῦ προσώπου συνεχῶς ἐκματτόμενον τὸν ἱδρῶτα, καὶ παρεγγυῶντα θαῤῥεῖν. Διά τοι τοῦτο καὶ τῶν δημίων παυσαμένων, οὐχ ἡσθῆναι, ἀλλὰ ἀνιαθῆναι ἔφη. Συναποστῆναι γὰρ ἔλεγε καὶ τὸν τὴν ψυχαγωγίαν προσφέροντα.

Ὁ δὲ ψευδόμαντις δαίμων τοῦ μὲν μάρτυρος τὸ κλέος ἐπηύξησε, τὸ δὲ οἰκεῖον ἐγύμνωσε ψεῦδος.

Σκηπτὸς γὰρ οὐρανόθεν καταπεμφθεὶς, τὸν σηκὸν ἐνέπρησεν ἅπαντα, καὶ αὐτὸ τὸ τοῦ Πυθίου ἄγαλμα κόνιν λεπτοτάτην ἀπέφηνε. Ξύλινον γὰρ ἦν, ἔξωθεν ἠλειμμένον χρυσῷ. Τοῦτο Ἰουλιανὸς ὁ Ἰουλιανοῦ θεῖος νύκτωρ μαθὼν, τῆς ἑῴας δὲ ὕπαρχος ἦν, κατὰ τάχος ἐλαύνων τὴν Δάφνην κατέλαβεν, ἐπικουρῆσαι σπουδάζων τῷ παῤ αὐτῶν προσκυνουμένῳ θεῷ.

Ἰδὼν δὲ τὸν καλούμενον θεὸν κόνιν γεγενημένον, τοὺς νεωκόρους ᾐκίζετο, παρὰ Χριστιανοῦ τινος τν̔??ʼ ἐμπρησμὸν γεγενῆσθαι τοπάζων. Οἱ δὲ καὶ αἰκιζόμενοι φάναι τι ψευδὲς οὐκ ἠνέσχοντο. Τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν, ἀλλ̓ ἄνωθεν λαβεῖν τὴν ʽ??ʼρχήν: καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι, ἔφασαν τὸν πρηστῆρα οὐρανόθεν φερόμενον τεθεᾶσθαι.

Περὶ τῆς δημεύσεως τῶν ἱερῶν κειμηλίων, καὶ τῆς τῶν σιτηρεσίων ἀφαιρέσεως.

Ἀλλὰ καὶ ταῦτα οὑτωσὶ γεγενῆσθαι μεμαθηκότες οἱ δυσσεβεῖς, κατὰ τοῦ Θεοῦ τῶν ὅλων ὡπλίζοντο, καὶ τά τε ἱερὰ σκεύη τοῖς βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε, καὶ τῆς μεγάλης ἐκκλησίας, ἤν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς θύρας, ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν.

Οἱ δὲ τῆς Ἀρείου συμμορίας ταύτην τηνικαῦτα κατεῖχον. Ἰουλιανῷ δὲ τῷ τῆς Ἑῴας ὑπάρχῳ συνεισῆλθε. εἰς τὸν θεῖον νεὼν Φίλιξ μὲν ταμίας ὢν τῶν βασιλικῶν θησαυρῶν, Ἐλπίδιος δὲ τῶν ἰδίων τοῦ βασιλέως χρημάτων τε καὶ κτημάτων τὴν ἡγεμονίαν πεπιστευμένος: κόμητα δὲ πριβάτων τὸν τοιοῦτον Ῥωμαῖοι προσαγορεύειν εἰώθασι.

Καὶ τὸν Φίλικα δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χριστιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας χαριζομένους τῷ δυσσεβεῖ βασιλεῖ. Ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερᾶς τραπέζης ἐξέκρινε: τὸν δὲ Εὐζώῖον πειραθέντα κωλῦσαι κατὰ τῆς κόῤῤης ἐπάταξε: φάναι δὲ λέγεται ὡς ἔρημα τὰ τῶν Χριστιανῶν τῆς θείας ὑπάρχει κηδεμονίας. Ὁ δὲ Φίλιξ τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος, Κωνσταντῖνος γὰρ καὶ Κωνστάντιος φιλοτίμως ταῦτα κατεσκευάσαντο, Ἰδοὺ, ἔφη, ἐν ποίοις σκεύεσιν ὑπηρετεῖται ὁ Μαρίας Υἱός.

Ἀλλὰ τῶν δυσσεβῶν τούτων καὶ μανικῶν τολμημάτων οὐκ εἰς μακρὰν ἔτισαν δίκας.

1101

Τὰ κατὰ Ἰουλιανὸν τὸν θεῖον βασιλέως. καὶ τὸν Φἵ??ʼικα.

Ἰουλιανὸς μὲν γὰρ παραυτίκα νόσῳ χαλεπῇ περιπεσὼν. ὑπὸ σηπεδόνος διεφθάρη τὰ ἔγκατα, καὶ τὴν κόπρον οὐκέτι διὰ τῶν ἀποκριτικῶν μορίων παρέπεμπεν, ἀλλὰ τὸ μυσαρὸν στόμα, τὸ τῆς βλασφημίας γενόμενον ὄργανον, ἀποκρίσεως κόπρου ἐγένετο μόριον. Φασὶ δὲ αὐτοῦ τήν γυναῖκα πίστει λαμπρυνομένην, ταῦτα φάναι πρὸς τὸν ὁμόζυγον: Ὑμνεῖν, ὧ ἄνερ, προσήκει τὸν Σωτῆρα Χριστὸν, ὅτι σοι διὰ τῆς παιδείας τὴν οἰκείαν ὑπέδειξε δύναμιν.

Οὐ γὰρ ἃν ἔγνως τίς ὁ παρὰ σοῦ πολεμούμενος, εἰ τῇ συνήθει μακροθυμίᾳ χρησάμενος, ταύτας σοι τὰς θεηλάτους πληγὰς οὐκ ἐπήγαγεν. Ἐκ τῶνδε τῶν λόγων, καὶ τῶν ἐπικειμένων παθῶν, συνεὶς τῆς νόσου τὴν αἰτίαν ὁ δείλαιος, ἀποδοῦναι τὴν ἐκκλησίαν τὸν βασιλέα ἱκέτευσε τοῖς ταύτην ἐστερημένοις: ἀλλ̓ οὔτε ἐκεῖνον ἔπεισε, καὶ αὐτὸς τοῦ βίου τὸ τέλος ἐδέξατο. Ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα, αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε. τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συῤῥεόντων τὸ μόριον.

Οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος, ἀπέσβη καὶ αὐτὸς, καὶ τῷ αἰωνίῳ παρεπέμφθη θανάτῳ.

Οὗτοι μὲν οὗν τῆς δυσσεβείας ταύτας ἔτισαν δίκας.

Περὶ τοῦ υἱοῦ τοῦ ἱερέως.

Νέος δέ τις, ἱερέως υἱὸς, ἐν δυσσεβείᾳ τραφεὶς, κατ̓ ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν. Γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ, καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος, συνήθης ἦν τῆς τούτου μητρός. Αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον, ἔτι γὰρ μειρακύλλιον ἦν, ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν. Καὶ τῆς μητρὸς τελευτησάσης ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος, καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε. Παγίως δὲ τὰς συμβουλὰς εἰσδεξάμενος, ἤρετο τὴν διδάσκαλον, τίς ἃν γένοιτο πόρος, δἰ οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν, καὶ τῆς παῤ αὐτῆς κηρυττομένης ἀληθείας μεταλαχεῖν. Ἡ δὲ ἔλεγε, χρῆναι τὸν πατέρα φυγεῖν, καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου Δημιουργὸν, καὶ πόλιν ἑτέραν καταλαβεῖν, ἐν ᾗ λαθεῖν δυνατὸν, καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας: ὑπισχνεῖτο δὲ τούτου προνοήσειν αὐτή. Ἀτὰρ ἔφη ὁ νέος: Ἥξω λοιπὸν, καὶ τὴν ἐμαυτοῦ σοι παραδώσω ψυχήν. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Ἰουλιανὸς μὲν εἰς τὴν Δάφνην δημοθοινίαν ἐπιτελέσων ἀνῆλθε: συνανῆλθε δὲ καὶ ὁ τούτου πατὴρ, ἱερεύς τε ὥν, καὶ εἰωθὼς συνέπεσθαι τῷ βασιλεῖ: τῷ δὲ πατρὶ συνῆν καὶ οὗτος, καὶ ὁ τούτου γε ἀδελφός: νεωκόρω γὰρ ἤστην, τὰ βασιλέως ἐδέσματα περιῤῥαίνοντες. Ἑπτὰ δὲ ἡμέρας ἐν τῇ Δάφνῃ πανηγυρίζειν εἰώθασιν. Τῇ οὗν ἡμέρᾳ τῇ

1104
πρώτῃ παραστὰς οὗτος τῇ βασιλέως στιβάδι, καὶ τὰ ὄψα κατὰ τὸ ἔθος διαῤῥάνας καὶ τοῦ μύσους ἐμπλήσας, δρόμῳ χρησάμενος, τὴν Ἀντιόχου κατέλαβε, καὶ πρὸς τὴν θαυμασίαν ἐκείνην ἀφικόμενος ἄνθρωπον: Ἐγὼ μὲν ἥκω σοι ἔφη, μὴ ψευσάμενος τὴν ὑπόσχεσιν: σὺ δὲ σωτηρίας ἑκατέρας ἐπιμελήθητι, καὶ τὴν ἐπαγγελίαν ἐκπλήρωσον. Παραυτίκα δὴ οὗν ἐκείνη διαναστᾶσα, πρὸς τὸν τοῦ Θεοῦ ἅνθρωπον Μελέτιον τὸν νέον ἀπήγαγεν: ὁ δὲ τέως αὐτὸν ἄνω διάγειν ἐν τῷ καταγωγίῳ προσέταξεν. Ὁ δὲ πατὴρ τὸν παῖδα ἐπιζητῶν, τήν τε Δάφνην περιενόστει, καὶ εἰς τὸ ἄστυ ἀφικόμενος, περιῄει τὰς ἀγυιὰς καὶ τοὺς στενωποὺς, πάντοσε περιάγων τὼ ὀφθαλμὼ, καὶ τοῦτον ἀνιχνεῦσαι ποθῶν. Ἐπειδὴ δὲ κατ̓ ἐκεῖνο τὸ χωρίον ἐγένετο, ἔνθα τὸ καταγώγιον ὁ θεῖος εἶχε Μελέτιος, ἀναβλέψας εἶδεν ἐκεῖνον ἀπὸ τοῦ δρυφάκτου διακύπτοντα: καὶ δραμὼν εἵλκυσέ τε καὶ κατήγαγε, καὶ εἰς τὴν οἰκίαν ἀπαγαγὼν, πρῶτον μὲν αὐτῷ μάστιγας παμπόλλας ἐπήγαγεν, εἶτα ὀβελίσκους πυρακτώσας, καὶ ταῖς χερσὶ, καὶ τοῖς ποσὶ, καὶ τοῖς νώτοις ἐπέθηκεν: ἔπειτα καθείρξας ὲν τῷ θαλάμῳ, καὶ κλεῖθρα ἔξωθεν ἐπιθεὶς, εἰς τὴν Δάφνην ἀνῆλθε. Ταῦτα ἐγὼ τοῦ ἀνδρὸς πρεσβύτου ἤδη γεγονότος διηγουμένου ἀκήκοα. Προστέθεικε δὲ καὶ ταῦτα, ὡς ἔνθους γενόμενος, καὶ θείας χάριτος ἐμπλησθεὶς, συνέτριψε μὲν ἅπαντα τὰ τοῦ πατρὸς εἴδωλα, ἐκωμῴδει δὲ αὐτῶν τὴν ἀσθένειαν. Ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τὴν τοῦ πατρὸς παρουσίαν, καὶ τὸν Δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι. καὶ συντρίψαι τὰ κλεῖθρα, καὶ τὰς θύρας ἀναπετάσαι: Σοῦ γὰρ δὴ ἕνεκα, ἐφη, ταῦτα πέπονθά τε καὶ δέδρακα. Ταῦτά μου, ἔφη, λέγοντος, ἐξέπεσε μὲν τὰ κλεῖθρα, ἀνεῴχθησαν δὲ αἱ θύραι: ἐγὼ δὲ πάλιν πρὸς τὴν διδάσκαλον ἔδραμον. Ἡ δὲ σχῆμά μοι γυναικὸς περιθεῖσα, καὶ σὺν αὐτῇ γε εἰς τὴν καμάραν καθίσασα, τῷ θείῳ με πάλιν Μελετίῳ προσήγαγεν: ὁ δὲ τῷ τῶν Ἱεροσολύμων με παρέδωκεν ἐπισκόπῳ: Κύριλλος δὲ τηνικαῦτα ἦν: καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν. Μετὰ δὲ την Ἰουλιανοῦ τελευτὴν, καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδήγησε. Καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἅλλω. ἐδίδαξε. Τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες, τῆς σωτηρίας μετέλαχον.

Περὶ τοῦ Ἰουβεντίνου καὶ Μαξιμίνου, τῶν ἀγίων μαρτύρων.

Ἰουλιανὸς δὲ παῤῥησιαίτερον, μᾶλλον δὲ ἀναιδέστερον κατὰ τῆς εὐσεβείας ὡπλίζετο, τὸ μὲν τῆς ἐπιεικείας περικείμενος προσωπεῖον, πάγας δὲ κατασκευάζων καὶ θήρατρα, πρὸς τὸν τῆς ἀσεβείας ὄλεθρον τοὺς ἐξαπατωμένους ἀγρεύοντα. Πρῶτον μὲν γὰρ τὰς ἐν τῷ ἄστει, καὶ τὰς ἐν Δάφνῃ πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν, ἵν: ἕκαστος ἀπολαύων τοῦ νάματος του μύσους μεταλαγχάνῃ.

Ἔπειτα δὲ καὶ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐνεπίμπλα. Περιεῤῥαίνοντο γὰρ καὶ ἄρτοι, καὶ κρέα, καὶ ὀπῶραι, καὶ λάχανα, καὶ τἄλλα

1105
ὅσα ἐδώδιμα. Ταῦτα ὁρῶντες οἱ τῆς τοῦ σεσωκότος προσηγορίας τετυχηκότες, ἔστενον μὲν καὶ ὠλοφύροντο βδελυττόμενοι τὰ γινόμενα: μετελάμβανον δὲ ὅμως, ἀποστολικῷ πειθόμενοι νόμῳ: Πᾶν γὰρ, φησὶ, τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν. Δύο δέ τινες ὲν στρατείᾳ διαπρέποντες, ἀσπιδηφόροι γὰρ ἦσαν καὶ βασιλέως πεζαίτεροι, ἔν τινι συμποσίῳ θερμότερον τῶν γιγνομένων τὸ μῦσος ἐθρήνησαν. καὶ τοῖς θαυμασίοις τῶν ἐν Βαβυλῶνι διαπρεψάντων μειρακίων ἐκέχρηντο ῥήμασι: Παρέδωκας γὰρ ἡμᾶς. ἔλεγον, βασιλεῖ παρανόμῳ ἀποστάτῃ παρὰ πάντα τὰ ἔθνη τὰ ὄντα ἐπὶ τῆς γῆς. Ταῦτά τις τῶν ὁμοτραπέζων ἐκείνων μεμήνυκεν. Ὁ δὲ παραυτίκα ἀγαγὼν τοὺς ἀρίστους ἐκείνους ἄνδρας, ἐπυνθάνετο τίνα εἴη τὰ εἰρημένα. Οἱ δὲ παῤῥησίας ἀφορμὴν ὑπειληφότες τὴν τοῦ βασιλέως ἐρώτησιν, τὸν ἀξιέπαινον παραθήξαντες ζῆλον, εἶπον τοιάδε: Ἐν εὐσεβείᾳ τραφέντες, ὦ βασιλεῦ, καὶ νόμοις ἀξιεπαίνοις δεδουλευκότες, Κωνσταντίνου γὰρ καὶ τῶν ἐκείνου παίδων ἦσαν οἱ νόμοι, ὀλοφυρόμεθα νῦν μύσους ἅπαντα πεπληρωμένα θεώμενοι, καὶ ταῖς ἐναγέσι θυσίαις τὰ βρώματα καὶ ποτὰ μολυνόμενα. Ταῦτα καὶ οἴκοι τεθρηνήκαμεν, καὶ σοῦ παρόντος ἀποδυρόμεθα.

Τοῦτο γὰρ δὴ μόνον τῆς σῆς δυσχεραίνομεν βασιλείας. Τούτων ἀκούσας τῶν λόγων ὁ πραότατος καὶ φιλοσοφώτατος παρὰ τῶν ἐκείνῳ προσομοίων ὀνομαζόμενος. τὸ μὲν τῆς ἐπιεικείας ἀπεδύσατο προσωπεῖον, τὸ δὲ τῆς δυσσεβείας ἐγύμνωσε πρόσωπον, καὶ πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπ̔??ʼθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ, καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν. Αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν, ἀλλὰ τὴν παροινίαν. Ὡς γὰρ βασιλέα ὑβρικότας ἔφησε τιμωρήσασθαι: ταῦτα δὲ θρυλεῖσθαι προσέταξε. βασκαίνων τοῖς τῆς ἀληθείας ἀθληταῖς τῆς τῶν μαρτύρων προσηγορίας τε καὶ τιμῆς. Τούτων ὁ μὲν Ἰοβεντῖνος, ὁ δὲ Μαξιμῖνος προσηγογορεύετο.

Τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγωνιστὰς εὐσεβείας τιμήσασα, πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται.

Καὶ ἅλλοι δὲ τῶν ἐν τέλει καὶ ἀξιώματι, παραπλησίῳ παῤῥησίᾳ χρησάμενοι τῶν ἴσων στεφάνων ἀπήλαυσαν.

Περὶ Βαλεντινιανοῦ τοῦ ὕστερον βασιλεύσαντος.

Καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος, ὁ μικρὸν ὕστερον βασιλεύσας, χιλίαρχος δὲ ἦν τηνικαῦτα, τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος, ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον. Ὁ μὲν γὰρ ἐμβρόντητος ἐκεῖνος εἰς τὸ τῆς Τύχης τέμενος

1108
εἰσῂει χορεύων: ἑκατέρωθεν δὲ τῶν θυρῶν εἱστήκεισαν νεωκόροι, περιῤῥαντηρίοις τοὺς εἰσιόντας προκαθαίροντες, ὡς ἐνόμιζον: ἐπειδὴ δὲ τοῦ βασιλέως ἡγούμενος τῇ χλανίδι ῥανίδα πελάσασαν εἶδε Βαλεντινιανὸς, ὁ βασιλείας ἑκατέρας χάριν τούτου τετυχηκὼς, πὺξ ἔπαισε τὸν νεωκόρον, μεμολύνθαι φήσας, οὐ κεκαθάρθαι. Θεασάμενος δὲ τὸ γεγονὸς ὁ ἐξάγιστος, εἰς φρούριον αὐτὸν παρὰ τὴν ἔρημον κείμενον ἐξέπεμψεν, αὐτόθι διάγειν προστεταχώς.

Ἀλλ̓ ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων, μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο.

Οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελομένους ὁ δίκαιος γεραίρει κριτής: ἀλλ̓ ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος. Ὁ δὲ τύραννος καὶ ἕτερον κατὰ τῆς εὐσεβείας ἐξεῦρε μηχάνημα. Τοῖς γὰρ στρατιωτικοῖς καταλόγοις κατὰ τὸ παλαιὸν ἔθος διανέμων χρυσίον, ἐκάθητο μὲν αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ: προὔθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη, καὶ λιβανωτὸν ἐπί τινος τραπέζης παρεπέθηκε, προσέταξε δὲ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβαλεῖν τῷ βωμῷ τὸν λιβανωτὸν, εἶτα τὸ χρυσίον παρά τῆς αὐτοῦ κομίσασθαι δεξιᾶς.

Τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς: οἱ δὲ προμεμαθηκότες, σκηψάμενοι νόσον τήν χαλεπὴν ἐκείνην διέφυγον θήραν. Ἅλλοι δὲ τῶν χρημάτων ὀρεγόμενοι, τῆς σφετέρας ὠλιγώρησαν σωτηρίας: ἕτεροι δὲ δειλίᾳ προὔδωκαν τήν εὐσέβειαν.

Περὶ τῶν ἄλλων ὁμολογητῶν.

Μετὰ μέντοι τὴν ὀλεθρίαν ἐκείνην τῶν χρημάτων διανομὴν, ἕν τινι συσσιτίῳ τινὲς τῶν τὸ χρυσίον εἰληφότων κατὰ ταὐτὸν εἱστιῶντο. Τούτων εἷς φιάλην δεξάμενος, οὐ πρότερον ἔπιε, πρὶν τὴν σωτήριον ἐπιθεῖναι σφραγῖδα. Τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου, καὶ φήσαντος ἐναντίον εἷναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τ̔??ʼ τῶν ὑπ̓ αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον. Ὁ δὲ τοῦ βωμοῦ, καὶ τοῦ λιβανωτοῦ, καὶ τῆς γεγενημένης ἀρνήσεως ὑπέμνησε: ταῦτα γὰρ τῆς Χριστιανικῆς ὁμολογίας ἀντίπαλα.

Τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους, ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλλοντες τρίχας, ἐξανέστησάν τε τοῦ συμποσίου, καὶ διὰ τῆς ἀγορᾶς θέοντες, Χριστιανοί τε εἷναι ἐβόων, καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι, καὶ παλινῳδίαν ᾅδειν, καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἧτταν ἀναπαλαίειν. Μετὰ τούτων θέοντες τῶν βοῶν κατέλαβον τὰ βασίλεια, τῶν τοῦ τυράννου σοφισμάτων καταβοῶντες, καὶ πυρὶ παραδοθῆναι παρακαλοῦντες, ἵνα πυρὶ μιανθέντες διὰ πυρὸς ἑτέρου τὴν κάθαρσιν δέξωνται.

Ταῦτα καὶ ὅσα τούτοις προσόμοια παῤ ἐκείνων

1109
λεγόμενα, ἐξέμηνε τὸν τοῦ ἀλιτηρίου θυμόν: καὶ πρῶτον μὲν αὐτῶν τὰς κεφαλὰς ἀποτμηθῆναι προσέταξεν.

Ἀπαγομένων δὲ αὑτῶν ἔξω τοῦ ἄστεος, ἠκολούθει τὸ τῆς πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας, καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παῤῥησίαν θαυμάζοντες. Ἐπειδὴ δὲ τὸ χωρίον ἐκεῖνο κατέλαβον, ἔνθα τοὺς κακούργους κολάζειν εἰώθεσαν, ἐλιπάρησε τὸν δήμιον ὁ τῶν ἄλλων πρεσβύτερος, τοῦ πάντων αὐτῶν νεωτάτου πρῶτον τὴν κεφαλὴν ἐκτεμεῖν, ἵνα μὴ τῶν ἅλλων θεασάμενος τήν σφαγὴν, τὴν δειλίαν εἰσδέξηται. Ἐπειδὴ δὲ ὁ μὲν ἐπέθηκε τῷ δαπέδῳ τὰ γόνατα, ὁ δὲ τὸ ξίφος ἐγύμνωσεν, ἧκε τις μηνύων τὴν ἄφεσιν, καὶ βοῇ κωλύων πόῤῥωθεν τὴν ἀναίρεσιν. Τότε ὁ νεώτατος, τὴν τῆς σφαγῆς δυσχεράνας ἀπαλλαγήν: Οὐκ ἦν ἄρα, ἔφη, Ῥωμανὸς ἄξιος κληθῆναι μάρτυς Χριστοῦ. Τοῦτο γὰρ ἦν αὐτῷ ὄνομα. Ἀλλὰ τὴν μὲν σφαγὴν ὁ κακομήχανος ἐκεῖνος ἐκώλυσε φθόνῳ βαλλόμενος, καὶ τῆς εὐκλείας βασκαίνων τοῖς ἀθληταῖς: οὑκ εἴασε δὲ ὅμως αὐτοὺς τὰς πόλεις οἰκεῖν, ἀλλ̓ εἰς τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡγεμονίας ἐξέπεμψε.

Περὶ Ἀρτεμίου τοῦ δουκὸς, καὶ Πουβλίας τῆς διακόνου, καὶ τῆς κατὰ Θεὸν παῤῥησίας αὐτῆς.

Καὶ Ἀρτέμιον δὲ, στρατηγὸς δὲ οὗτος τῶν ἐν Αἰγύπτῳ στρατιωτῶν ἐγεγόνει, ἐπειδὴ πλεῖστα τῶν εἰδώλων συνέτριψε, τὴν ἀρχὴν ἐκείνην ἐν τοῖς Κωνσταντίου χρόνοις λαχὼν, οὐ μόνον τῶν ὄντων ἐγύμνωσεν, ἀλλὰ καὶ τῆς κεφαλῆς τὸ λοιπὸν̔??ʼἐστέρησε σῶμα. Ταῦτα καὶ τὰ τοιαῦτα δέδρακεν ὁ πραότατος καὶ ὀργῆς ἐγκρατέστατος παρὰ τῶν δυσσεβούντων ὀνομαζόμενος. Ἐγὼ δέ γε καὶ γυναικὸς ἀρίστης ἀξιέπαινον διήγημα προσθήσω τῇ συγγραφῇ. Κατεφρόνησαν γὰρ τῆς τούτου λύττης καὶ γυναῖκες, τῷ θείῳ ζήλῳ καθωπλισμέναι. Πουβλία τις ἦν κατ̓ ἐκεῖνον τὸν χρόνον ὀνομαστοτάτη, καὶ πολυθρύλητος ἐκ τῶν τῆς ἀρετῆς κατορθωμάτων γεγενημένη. Αὕτη καὶ τοῦ γάμου τὸν ζυγὸν πρὸς ὀλίγον δεξαμένη καιρὸν, καρπὸν ἀξιάγαστον τῷ Θεῷ προσενήνοχεν. Ἰωάννης γὰρ ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον, καὶ πολλάκις μὲν τῆς ἀποστολικῆς προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγεμονίαν φυγὼν, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν. Αὕτη χορὸν ἔχουσα παρθένων τὴν διὰ βίου παρθενίαν ἐπηγγελμένων, ἀεὶ μὲν ὕμνει τὸν πεποιηκότα καὶ σεσωκότα Θεόν. Τοῦ δὲ βασιλέως παριόντος, γεγωνότερον κοινῇ ἔψαλλον, εὐκαταφρόνητον ἡγούμεναι καὶ καταγέλαστον τὸν ἀλάστορα. ᾞδον δὲ μάλιστα ἐκεῖνα τὰ ᾅσματα, ἃ τῶν εἰδώλων κωμῳδεῖ τὴν ἀσθένειαν, καὶ μετὰ τοῦ Δαβὶδ ἔλεγον: Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. Καὶ μετὰ τὴν τῆς ἀναισθησίας

1112
διήγησιν ἔλεγον: Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ̓ αὐτοῖς. Τούτων ἀκούσας ἐκεῖνος, καὶ λίαν ἀνιαθεὶς, σιγᾷν αὐταῖς προσέταξε κατὰ τὸν τῆς παρόδου καιρόν.

Ἡ δὲ μικρὸν τῶν ἐκείνου νόμων φροντίσασα, πλείονος τὸν χορὸν προθυμίας ἐνέπλησε: καὶ πάλιν ἐκείνου διϊόντος ψάλλειν ἐκέλευσεν: Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ. Ὁ δὲ χαλεπήνας, τοῦ χοροῦ τὴν διδάσκαλον ἀχθῆναι προσέταξε: καὶ γῆρας ἰδὼν αἰδοῦς ἀξιώτατον, οὔτε τοῦ σώματος τὴν πολιὰν ᾤκτειρεν, οὔτε τὴν τῆς ψυχῆς τετίμηκεν ἀρετὴν, ἀλλὰ τισὶ τῶν δορυφόρων ἐκέλευσεν ἐπὶ κόῤῥης αὐτὴν ἑκατέρας παῖσ̔??ʼ, καὶ ταῖς χερσὶ φοινίξαι τὰς παρειάς. Ἡ δὲ ὡς ἄκραν τιμὴν δεξαμένη τὴν ἀτιμίαν, ἀνελήλυθε μὲν εἰς τὸ δωμάτιον, συνήθως δὲ αὐτὸν ταῖς πνευματικαῖς ἔβαλλε μελῳδίαις, καθάπερ ὁ τῆς μελῳδίας ἐκείνης συγγραφεὺς καὶ διδάσκαλος τὸ πονηρὸν ἐκεῖνο κατέπαυε πνεῦμα τὸ τῷ Σαουλ ἐνοχλοῦν.

Τὰ κατὰ Ἰουδαίους, καὶ τὴν τῆς οἰκοδομῆς ἐπιχείρησιν, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς θεηλάτους πληγάς.

Καὶ γὰρ οὗτος, τοὺς ἀλάστορας εἰσοικισάμενος δαίμονας, κορυβαντιῶν διετέλει, καὶ κατὰ τῆς εὐσεβείας λυττῶν. Διὰ γὰρ δὴ τοῦτο καὶ τοὺς Ἰουδαίους κατ̓ αὐτῶν καθώπλισε τῶν εἰς Χριστὸν πεπιστευκότὡ??ʼ: καὶ πρῶτον μὲν αὐτοὺς συναλίσας, ἤρετο τί δή ποτε, τοῦ νόμου θύειν κελεύοντος, ταῖς θυσίαις οὐ χρῶνται. Ἐπειδὴ δὲ ἔφασαν ἐνὶ τόπῳ τὴν σφετέραν περιγεγράφθαι λατρείαν, παραυτίκα πρὁ??ʼέταξεν ὁ θεομισὴς ἐκεῖνος ἀνεγεῖραι τὸν καταλυθέντα ναὸν, τὴν Δεσποτικὴν ὑπολαμβάνων ὁ μάταιος πρόῤῥησιν διελέγχειν: ἔδειξε δὲ μᾶλλον τὴν ταύτης ἀλήθειαν, Τούτων γὰρ ἐκεῖνοι τῶν λόγων ἀσπασίως ἀκούσαντες, ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. Οἱ δὲ πάντοθεν συνέθεον, καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομίαν εἰσφέροντες, Ἐχορήγησε δὲ ὅτι πλεῖστα καὶ ὁ τοῦτο προστεταχὼς. οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλὰ τῇ ἀληθείᾳ μαχόμενος. Συναπέστειλε δὲ καὶ ἄρχοντα, τῶν δυσσεβῶν προσταγμάτων ἄξιον ὑπουργόν. Φασὶ δὲ αὐτοὺς, καὶ σκαπάνας ἐξ ὕλης ἀργύρου, καὶ ἄμμας, καὶ κοφινίδας κατασκευάσαι.

Ἐπεὶ δὲ ὀρύττειν ἤρξαντο, καὶ τὸν χοῦν ἐκφορεῖν, πανημέριον μὲν τοῦτο ἔδρων μυριάδες πολλαὶ, νύκτωρ δὲ ὁ χοῦς αὐτομάτως ἀπὸ τῆς φάραγγος μετετίθετο.

Κατέλυσαν δὲ καὶ αὐτὰ τῆς οἰκοδομίας τὰ λείψανα, νεόδμητα πάντα κατασκευάσειν ἐλπίσαντες. Ἐπειδὴ δὲ καὶ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες, καὶ στρόβιλοι καὶ καταιγῖδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν. Ἔτι δὲ μεμηνότων ἐκείνων καὶ

1113
τῇ μακροθυμίᾳ μὴ σωφρονιζομένων τῇ θείᾳ, πρῶτον ἐν σεισμὸς ἐγένετο μέγιστος, καὶ τοὺς παντελῶς ʽ??ʼμυήτους τῶν θείων ἱκανὸς καταπλῆξαι. Ἐπειδὴ δὲ οὐκ ἔδεισαν, πῦρ ἐκ τῶν ὀρυσσομένων θεμελίων ἀναδραμὸν πλείστους τῶν ὀρυττόντων κατέπρησε, τοὺς δὲ ἄλλους ἐσκέδασε. Καὶ νύκτωρ δὲ παμπόλλων ἐν τινι πελαζούσῃ καθευδόντων στοᾷ, κατηνέχθη μὲν ἀθρόως σὺν τῷ ὀρόφῳ τὸ οἰκοδόμημα, τοὺς δὲ καθεύδοντας συνέχωσεν ἅπαντας. Κατὰ δὲ τὴν αὐτὴν νύκτα, καὶ αὖ πάλιν τῇ ὑστεραίᾳ, ὤφθη ὲν τῷ οὐρανῷ τοῦ σωτηρίου σταυροῦ τὸ σχῆμα φωτοειδὲς, καὶ αὐτὰ δὲ τὰ τῶν Ἰουδαίων ἐσθήματα σταυρῶν ἐπεπλήρωτο, οὐκ ἔτι μέντοι φωτοειδῶν, ἀλλ̓ἐκ μελαίνης κατεσκευασμένων χροιᾶς. Ταῦτα οἱ ἀντίθεοι θεασάμενοι, καὶ τὰς θεηλάτους μάστιγας ὀῤῥωδήσαντες, ἀπέδρασάν τε καὶ τὰ οἰκεῖα κατέλαβον, Θεὸν ὁμολογοῦντες τὸν ὑπὸ τῶν προγόνων τῷ ξύλῳ προσηλωθέντα. Ταῦτα ἤκουσε μὲν Ἰουλιανὸς, παρὰ πάντων γὰρ ᾔδετο, τῷ δὲ Φαραῶ παραπλησίως τὴν καρδίαν ἐσκλήρυνεν.

Περὶ τῆς κατὰ Περσῶν στρατείας.

Ἐπειδὴ δὲ Πέρσαι τὴν Κωνσταντίου πυθόμενοι τελευτὴν ἐθάῤῥησαν, καὶ εἰς τοὺς Ῥωμαίων ὅρους ἀφίκοντο πόλεμον προσαγγείλαντες, ἔδοξεν αὐτῷ συναγεῖραι τὴν στρατιὰν, τὸν ταύτης οὐκ ἔχοντι πρόμαχον. Πέμψας δὲ εἰς Δελφοὺς. καὶ Δῆλον, καὶ Δωδώνην, καὶ τὰ ἄλλα χρηστήρια, εἰ χρὴ στρατεύειν ἐπηρώτα τοὺς μάντεις. Οἱ δὲ καὶ στρατεύειν ἐκέλευον, καὶ ὑπισχνοῦντο τὴν νίκην. Ἔνα δὲ τῶν χρησμῶν εἰς ἔλεγχον τοῦ ψεύδους ἐνθήσω τῇ συγγραφῇ.

Ἔστι δὲ οὗτος: Νῦν πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ Θηρὶ ποταμῷ: τῶν δ̓ ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης. Τὸ μὲν οὗν τῶν ἐπῶν καταγέλαστον κωμῳδείτωσαν οἱ λόγιον θεὸν καὶ τῶν Μουσῶν ἀρχηγέτην τὸν Πύθιον ὀνομάζοντες: ἐγὼ δὲ αὐτοῦ τὸ ψεῦδος εὑρὼν, τὸν ἐξηπατημένον ὀδύρομαι. Θῆρα δὲ ποταμὸν τὸν Τίγριν ὠνόμασεν, ἐπειδήπερ τούτου ἐστὶ θηρίον ὁμώνυμον. Οὗτος δὲ ἐκ τῶν Ἀρμενίων ἀναβλυστάνων ὀρῶν, καὶ διὰ τῆς Ἀσσυρίας ῥέων, εἰς: τὸν Περσικὸν εἰσβάλλει κόλπον. Ὑπὸ τούτων ὁ δείλαιος βουκοληθεὶς τῶν χρησμῶν, καὶ τὴν νίκην ὠνειροπόλει, καὶ μετὰ τὴν Περσικὴν μάχην τὸν πρὸς τοὺς Γαλιλαίους ἐφαντάζετο πόλεμον. Τοὺς δὲ Χριστιανοὺς Γαλιλαίους ὠνόμαζεν, ἀτιμίαν αὐτοῖς ἐκ τῆς προσηγορίας προσάψειν ἡγούμενος. Ἕδει δὲ αὐτὸν σκοπῆσαι λόγοις ἐντεθραμμένον, ὡς ἥκιστα δόξῃ λυμαίνεται προσηγορίας ἐναλλαγὴ: οὐδὲ γὰρ εἰ Σωκράτης ὠνομάσθη Κριτίας, καὶ Φάλαρις ὁ Πυθαγόρας προσηγορεύθη, λώβης ἂν μετέσχον τινὸς ἐκ τῆς τῶν ὀνομάτων μεταβολῆς: οὐδέ γε ὁ Νιρεὺς Θερσίτης ἐπικληθεὶς, ἀπώλεσεν ἂν ὅ παρὰ τῆς φύσεως ἐδέξατο κάλλος. Ἀλλὰ τούτων οὐδὲν ὁ ταῦτα πεπαιδευμένος εἰς νοῦν βαλὼν, ἐκ τῆς οὐδαμόθεν ἡμῖν ἁρμοζούσης προσηγορίας πημαίνειν ἡμᾶς

1116
ὑπέλαβε, καὶ τῇ τῶν χρησμῶν ψευδολογίᾳ πιστεύσας, ἠπείλει ταῖς ἐκκλησίαις ἐνιδρῦσαι τῆς δαίμονος τῆς ἀκολάστου τὸ εἴδωλον.

Περὶ τῆς τοῦ πολιτευομένου Βεροιαίου παῤῥησίας.

Μετὰ τούτων δὲ ἀπάρας τῶν ἀπειλῶν, ὑφ̓ ἑνὸς ἀνδρὸς ἐν Βεροίᾳ κατηγωνίσθη. Οὗτος ὁ ἀνὴρ, καὶ ἄλλως μὲν περιφανὴς ἐτύγχανεν ὥν: τῶν γὰρ αὐτόθι πολιτευομένων ἡγεῖτο: περιφανέστερον δὲ αὐτὸν ὁ ζῆλος ἀπέδειξε. Τὸν γὰρ ὑ??ʼὸν θεασάμενος εἰς τὴν τότε κρατοῦσαν ἀσέβειαν ἐξοκείλαντα, ἐξήλασε τῆς οἰκίας, καὶ προφανῶς ἀπεκήρυξεν. Ὁ δὲ ὲν τῷ πελάζοντι τῇ πόλει σταθμῷ τῷ βασιλεῖ προσελθὼν, τήν τε οἰκείαν γνώμην, καὶ τὴν τοῦ πατρὸς ἐδήλωσεν ἀποκήρυξιν.

Ὁ δὲ ἡσυχίαν ἄγειν τῷ νεωτέρῳ ἐκέλευσε, καταλλάξειν ὑποσχόμενος τὸν πατέρα. Ἐπεὶ δὲ ἀφίκετο εἰς τὴν Βέροιαν, τοὺς ἐν τέλει καὶ ἀξιώμασι συνεκάλεσεν εἰς ἑστίασιν. Ἐν δὲ τούτοις ἦν καὶ ὁ τούτου πατήρ: τοῦτον μετὰ τοῦ παιδὸς εἰς τὴν αὐτοῦ στιβάδα κατακλιθῆναι προσέταξε. Τοῦ δὲ ἀρίστου μεσοῦντος, ἔφη πρὸς τὸν πατέρα: Οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρως ἐκκλινομένην, καὶ μετάγειν μὴ βουλομένην εἰς ἕτερα. Μὴ δὴ οὖν βιάσῃ τὸν παῖδα τοῖς σοῖς δόγμασιν ἀκολουθεῖν οὐ βουλόμενον: οὐδὲ γὰρ ἐγώ σε, ἔφη. βιάζομαι τοῖς ἐμοῖς ἕπεσθαι, καίτοι μάλα ῥᾳδίως ἀναγκάσαι δυνάμενος. Ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας, περὶ τούτου ἔφη: Ὧ βασιλεῦ, τοῦ ἀλάστορος λέγεις, τοῦ θεομισοῦς, καὶ τὸ ψεῦδος τῆς ἀληθείας προελομένου; Ὁ δὲ πάλιν τὸ τῆς πραότητος περιθεὶς προσωπεῖον: Παῦσαι, ἔφη, ἄνθρωπε, λοιδορούμενος. Καὶ πρὸς τὸν νέον ἀποκλίνας τὸ πρόσωπον: Ἐγώ σου, ἔφη, φροντιῶ, ἐπειδή σου τὸν πατέρα δρᾶσαι τοῦτο οὐκ ἔπεισα. Τοῦδε μέντοι τοῦ διηγήματος οὐ μάτην ἐμνήσθην, ἀλλὰ δεῖξαι βουλόμενος, οὐ μόνον τοῦ θαυμασίου ἀνδρὸς τὴν ἀξιάγαστον παῤῥησίαν, ἀλλ̓ ὅτι καὶ πλεῖστοι τῆς ἐκείνου κατεφρόνησαν δυναστείας.

Περὶ τῆς τοῦ παιδαγωγοῦ: προῤῥήσεως.

Καὶ γὰρ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἣ κατὰ παιδαγωγὸν μετασχὼν, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένῳ: Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος.

Δυσσεβὴς δὲ οὗτος ὢν, καὶ τὴν νίκην προσμένων, καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπειλὰς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα, Τί ποιεῖ, λέγων, ὁ τοῦ τέκτονος υἱός; Ὁ δὲ τῆς θείας ἀναπλησθεὶς χάριτος, προείρηκε τὸ μετ̓ ὀλίγον ἐσόμενον. Γλωσσόκομον γὰρ, ἔφη, σοφιστὰ, ὁ τοῦ παντὸς κατασκευάζει Δημιουργὸς, ὂν σὺ κωμῳδῶν τέκτονος υἱὸν προσηγόρευσας. Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ὁ

1117
τοῦ ἀλάστορος ἐκείνου θάνατος ἐμηνύθη, καὶ ἐν γλωσσοκόμῳ κείμενος ἐκομίσθη, καὶ τῶν ἀπειλῶν ὁ κόμπος μάταιος ἀπεφάνθη, καὶ ὁ Θεὸς ἐδοξάσθη.

Περὶ τῆς τοῦ ἁγίου Ἰουλιανοῦ μονάζοντος προφητείας.

Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, Ἰουλιανὸν λέγω, τὸν Σάββαν τῇ τῶν Σύρων φωνῇ ἐπίκλην, οὖ τὴν πολιτείαν ἔν τῇ Φιλοθέῳ συνεγράψαμεν ἱστορίᾳ, σπουδαιότερον τῷ Θεῷ τῶν ὅλων τὴν ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς. Κατ̓ ἐκείνην δὲ τὴν ἡμέραν, καθ̓ ἢν ἐκεῖνος ἐδέξατο τὴν σφαγὴν, οὗτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ ἑ??ʼκοσι σταθμῶν τοῦ φροντιστηρίου μέχρι τοῦ στρατοπέδου ἀριθμουμένων. Φασὶ δὲ αὐτὸν ποτνιώμενον, καὶ τὸν φιλάνθρωπον ἀντιβολοῦντα Δεσπότην, ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φορὰν, διαχυθῆναι δὲ, καὶ θυμηδίας πλησθῆναι, καὶ γανωθῆναι τὸ πρόσωπον, καὶ τούτῳ μηνύσαι τὴν τῆς ψυχῆς ἡδονήν.

Ταύτην οἱ συνηθέστεροι τὴν μεταβολὴν αὐτοῦ θεασάμενοι, μηνύσαι σφίσιν ἱκέτευσαν τῆς εὐφροσύνης τὴν ἀφορμήν. Ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον, τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον, δίκας εἰσπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων, καὶ κεῖσθαι νεκρὸν, τῆς ἐπιβουλῆς πεπαυμένον. Τοιαῦτα μεμαθηκότες ἐχόρευον ἄπαντες, καὶ τῷ Θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον, Ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκείνου τελευτὴν μεμηνυκότων, αὐτὴν εἶναι καὶ τὴν ἡμέραν, καὶ τὴν ὤραν, καθ̓ ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε.

Περὶ τῆς ἐν Περσίδι σφαγῆς Ἰουλιανοῦ τοῦ βασιλέως: Τὴν ἐκείνου δὲ ἀβουλίαν σαφέστερον ὁ θάνατος ἔδειξε. Διαβὰς γὰρ τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων ἡγεμονίαν, καὶ τὴν στρατιὰν διαβιβάσας, ἐνέπρησε παραυτίκα τὰ σκάφη, πολεμεῖν ἀναγκάζων, οὐ πείθων τοὺς στρατιώτας. Οἱ δὲ ἄριστοι στρατηγοὶ ἀναπιμπλάναι προθυμίας τοὺς ἀρχομένους εἰώθασι, κἂν ἀθυμοῦντας ἴδωσι, ψυχαγωγοῦσι, καὶ ταῖς ἐλπίσιν ἐπαίρουσιν: οὗτος δὲ τὴν ἀγαθὴν εὐθὺς ἀπέκοψεν ἐλπίδα, τῆς ἐπανόδου τὴν διαβάθραν ἐμπρήσας. Πρὸς δὲ τούτοις, δέον πάντοθεν κομίζειν τε καὶ πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφὴν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξεν φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν, Καταλιπὼν γὰρ τὴν οἰκουμένην, διῄει τὴν ἔρημον. Ἐνταῦθα δὴ καὶ ποτοῦ καὶ τροφῆς οἱ στρατιῶται σπανίζοντες, καὶ τῆς πορείας ἡγεμόνας οὐκ ἔχοντες, ἀλλ̓ ὲν ἐρήμῳ χώρᾳ πλανώμένοι, τὴν τοῦ σοφωτάτου βασιλέως ἔγνωσαν ἀβουλίαν.

Ὀλοφυρόμενοι δὲ καὶ στένοντες, εὗρον ἐξαπίνης κείμενον τὸν κατὰ τοῦ πεποιηκότος λυττήσαντα:

1120
καὶ τὸν Ἄρεα τὸν πολεμόκλονον ἐπίκουρον οὐ γενόμενον κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸν Λοξίαν τὸ ψευδῆ μαντευσάμενον, καὶ τὸν τερπικέραυνον κατὰ τοῦ κτείναντος τοῖς κεραυνοῖς οὐ χρησάμενον, καὶ τὸν τῶν ἀπειλῶν κόμπον ἐῤῥιμμένον εἰς ἔδαφος. Τὸν μέντοι τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς ἔγνω μέχρι καὶ τήμερον. Ἀλλ̓ οἱ μέν τινα τῶν ἀοράτων ταύτην αὐτῷ ἐπενηνοχέναι φασίν: οἱ δὲ τῶν νομάδων ἔνα, τῶν Ἰσμαηλιτῶν καλουμένων: ἄλλοι δὲ στρατιώτην τὸν λιμὸν καὶ τὴν ἔρημον δυσχεράναντα. Ἀλλ̓ εἴτε ἄνθρωπος, εἴτε ἄγγελος ὦσε τὸ ξίφος, δῆλον ὡς τοῦτο δέδρακε τοῦ θείου νεύματος γεγονὼς ὑπουργός. Ἐκεῖνον δέ γε φασι, δεξάμενον τὴν πληγὴν, εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος, καὶ τοῦτο ῥίψαι εἰς τὸν ἀέρα, καὶ φάναι: Νενίκηκας, Γαλιλαῖε: καὶ κατὰ ταὐτὸ τήν τε νίκην ὁμολογῆσαι, καὶ τὴν βλασφημίαν τολμῆσαι οὕτως ἐμβρόντητος ἦν.