Historia Ecclesiastica

Theodoret, Bishop of Cyrus

Theodoret, Bishop of Cyrus, Theodoretus Cyrensis Episcopus Opera Omnia, Volume 3. (Patrologiae Graecae Tomus 82). Schulze, Johann Ludwig, editor. Paris: Migne, 1864.

Περὶ τῆς δευτέρας ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου.

Τότε δὴ ὁ Κωνστάντιος, τὰ κατὰ τῶν ἐπισκόπων τυρευόμενα τῇ πείρᾳ μεμαθηκὼς, ἐπέστειλεν Ἀθανασίῳ τῷ μεγάλῳ καὶ ἅπαξ, καὶ δὶς, καὶ μέντοι καὶ τρὶς, προτρέπων ἐκ τῆς Ἐσπέρας ἐπανελθεῖν. Ἐγὼ δὲ τὴν μέσην ἐπιστολὴν μικρὰν οὖσαν ἐνθήσω τῇ συγγραφῇ.

Κωνστάντιος νικητὴς, Αὔγουστος, Ἀθανασίῳ.

Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον Κομιτάτον παραγένῃ, διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια: ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στεῤῥότητα δεδώκαμεν, δἰ ὧν καὶ προτρεπόμεθα, χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε δημοσίοις ὀχήμασι, καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὦν ἐπιθυμεῖς ἀπολαῦσαι δυνηθῇς.

Οὕτως αὐτὸν ἐπανελθόντα εὐμενῶς τε εἶδε, καὶ τὴν Ἀλεξανδρέων ἀπολαβεῖν Ἐκκλησίαν ἐκέλευσεν.

Ἀλλ̓ οἱ τότε παραδυναστεύοντες, τὴν Ἀρειανικὴν εἰσδεδεγμένοι νόσον, ἔφασκον χρῆναι τὸν Ἀθανάσιον μίαν παρασχεῖν ἐκκλησίαν τοῖς κοινωνεῖν οὐ βουλομένοις αὐτῷ. Ταῦτα ἐκείνων μὲν τῷ βασιλεῖ, τοῦ δὲ βασιλέως πρὸς αὐτὸν εἰρηκότος, ἔφη δίκαιον εἶναι τοῖς τοῦ βασιλέως ἐπιτάγμασιν εἴκειν: βούλεσθαι μέντοι καὶ αὐτὸν ἀπαγγεῖλαί τινα, καὶ αἰτῆσαι.

Τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλομένους εὐκτηρίων νεῶν, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρασχεθῆναι τῶν θείων. Ἐπειδή δὲ ἐπένευσε βασιλεὺς , ὀρθὴν εἶναι καὶ δικαίαν ἐπιψηφίσας τὴν αἴτησιν, ἀντεῖπον οἱ τῆς αἱρετικῆς φάλαγγος προστατεύοντες, μηδετέροις χρῆναι τὰς

1024
ἐκκλησίας παρασχεθῆναι εἰπόντες. Οὕτω τὸν Ἀθανάσιον θαυμάσας Κωνστάντιος, ἀπέπεμψεν εἰς τὴν Ἀλεξάνδρειαν. Ἐτεθνήκει δὲ ὁ Γρηγόριος, ὑπ̓ αὐτῶν ἐκείνων δεξάμενος τὴν σφαγήν. Θεασάμενοι δὴ οὗν τὸν νομέα, δημοθοινίας ἐπετέλουν καὶ ἑορτὰς λαμπροτάτας, αὐτὸν γεραίροντες, καὶ τὸν Θεὸν ἀνυμνοῦντες. Ἀλλὰ πάλιν σμικροῦ διεληλυθότος χρόνου Κώνστας μὲν τοῦ βίου τὸ τέρμα κατείληφε.

Περὶ τῆς τρίτης ἐξορίας αὐτοῦ, καὶ φυγῆς.

Κωνστάντιον δὲ οἱ ἄγοντες οὗπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γεγενημένης διαφορᾶς: καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φ̔??ʼσεως δεσμὰ διαῤῥήξαντες. πόλεμον ἅν κατ̓ ἀλλήλων ἐκίνησαν. Τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος, οὐκ ἐλαθῆναι μόνον, ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον. Καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον. Ὅπως δὲ καὶ οὗτος ἐπεστράτευσε, κἀκεῖνος διέφυγεν, αὐτὸς ὁ ταῦτα πεπονθὼς, καὶ παραδόξως σωθεὶς, κάλλιον διηγήσεται. Ἐν γὰρ τῇ τῆς φυγῆς Ἀπολογίᾳ ταῦτα διέξεισιν: Ἐξετασάτωσαν ὅμως καὶ τὸν τρόπον τῆς ἀναχωρήσεως, καὶ μανθανέτωσαν παρὰ τῶν ἰδίων. Ἦσαν γὰρ Ἀρειανοὶ συνδραμόντες τοῖς στρατιώταις, εἰς τὸ παροξύνειν αὐτοὺς, καὶ ἀγνοοῦσι δεικνύναι ἡμᾶς.

Εἰ καὶ οὕτως δὲ ἀσυμπαθεῖς τυγχάνουσιν, ἀλλὰ κ̔??ʼν ἀκούοντες ἠρεμείτωσαν αἰσχυνόμενοι. Νὺξ μὲν γὰρ ἤδη ἦν, καὶ τοῦ λαοῦ τινες ἐπαννύχιζον προσδοκωμένης συνάξεως. Ὁ δὲ στρατηλάτης ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλέον ἥ πεντακισχιλίων, ἐχόντων ὅπλα, καὶ ξίφη γυμνὰ, καὶ τόξα, καὶ βέλη, καὶ ῥόπαλα, καθὰ καὶ πρότερον εἴρηται. Καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε, στήσας τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας ἀπὸ τῆς ἐκκλησίας παρελθεῖν αὐτούς. Ἐγὼ δὲ, ἄλογον ἡγούμενος ἐν τοσαύτῃ συγχύσει καταλεῖψαι τοὺς λαοὺς, καὶ μὴ μᾶλλον προκινδυνεύειν αὐτῶν, καθεσθεὶς ἐπὶ τοῦ θρόνου, προέτρεπον τὸν μὲν διάκονον ἀναγινώσκειν ψαλμὸν, τοὺς δὲ λαοὺς ὑπακούειν, Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ: καὶ πάντας οὕτως ἀναχωρεῖν, καὶ εἰς τοὺς οἴκους ἀπιέναι. Ἀλλὰ τοῦ στρατηλάτου βίᾳ λοιπὸν ἐπεισελθόντος, καὶ τῶν στρατιωτῶν περιλαβόντων τὸ ἱερατεῖον ἕνεκεν τοῦ συλλαβεῖν ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ, καὶ οἱ ἀπὸ τῶν λαῶν, ἐβόων

1025
καὶ ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς. Ἐγὼ δὲ μᾶλλον ἀντέλεγον μὴ πρότερον ἀναχωρήσειν, εἰ μὴ πάντες καθ̓ ἕκαστον ὑπεξέλθοιεν. Ἀναστὰς οὗν καὶ προστάξας εὐχὴν, οὕτως ἀντηξίουν ἀπιέναι τοὺς πάντας, βέλτιον εἶναι λέγων ἐμὲ κινδυνεύειν, ἢ βλαβῆναί τινας ἐξ ὑμῶν. Ἐξελθόντων τοίνυν τῶν πλείστων, καὶ τῶν λοιπῶν ἐπακολουθούντων, οἱ σὺν ἡμῖν ὄντες ἐκεῖ μοναχοὶ, καί τινες τῶν κληρικῶν, ἀνελθόντες εἵλκυσαν ἡμᾶς. Καὶ οὕτως ἐπὶ μάρτυρι τῇ ἀληθείᾳ, τῶν στρατιωτῶν μὲν περιεστηκότων τὸ ἱερατεῖον, τῶν δὲ περιερχομένων τὴν ἐκκλησίαν, διήλθομεν τοῦ Κυρίου ὁδηγοῦντος, καὶ αὐτοῦ φυλάττοντος, καὶ λανθάνοντες αὐτοὺς ἀνεχωροῦμεν, δοξάζοντες μεγάλως τὸν Θεον. ὅτι μὴ προδεδώκαμεν τὸν λαὸν, ἀλλὰ καὶ προπέμψαντες αὐτοὺς, διασωθῆναι καὶ διεκφυγεῖν τὰς χεῖρας τῶν ζητούντων ἠδυνήθημεν.

Περὶ Γεωργίου, καὶ τῶν ὑπ̓ αὐτοῦ ἐν Ἀλεξανδρείᾳ τολμηθέντων κακῶν.

Οὕτω τούτου τὰς μιαιφόνους ἐκείνων διαφυγόντος χεῖρας, Γεώργιος μὲν λύκος ἕτερος τῶν προβάτων ἐκείνων ἐπιστεύθη τὴν ἐξουσίαν, ὠμοτέρως δὲ λύκου παντὸς, καὶ ἄρκτου, καὶ παρδάλεως, τοῖς προβάτοις ἐχρῆτο. Τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας, οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν, ἁλλὰ καὶ τῶν Πατέρων ἀναθεματίζειν τὴν πίστιν ἠνάγκαζε. Σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὅς ὲν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας, καὶ ταύτῃ τὰς παρθένους γυμνὰς περιστήσας, ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν. Αἱ δὲ θέαμα δεινὸν καὶ ἐλεεινὸν πιστοῖς ὁμοῦ καὶ ἀπίστοις προκείμεναι, καὶ τὴν ἀτιμίαν μεγίστην τιμὴν ἐνόμιζον, καὶ τὰς ὑπὲρ τῆς πίστεως μάστιγας ἀσμένως ὑπέμενον. Καὶ ταῦτα δὲ σαφέστερον ὁ τούτων ποιμὴν διηγήσεται. Εἶτα ἐλθὼν τῇ Τεσσαρακοστῇ ὁ παῤ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκἰας Γεώργιος. ηὔξησεν ἃ παῤ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα, παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο αἰ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο: ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τετολμημένα.

Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν, ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν Μανιχαῖον ὄντα. Καὶ λοιπὸν αὐτὸς, μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ, καὶ τόξα καὶ βέλη

1028
φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους, οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν, τοιαῦτα εἰργάσαντο, οἶα παῤ αὐτῶν ἔπρεπε ἀκούσαντα πρᾶξαι. Πυρκαϊὰν γὰρ ἀνάψας. καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας λοιπὸν, οὕτω αὐτὰς κατέκοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωσθῆναι.

Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψε ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἐναποπαγέντας ὲν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν.

Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν: τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ̓ ἔκρυψαν ὡς ἠθέλησαν ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένοι τὴν διάνοιαν οἱ παράφρονες.

Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων, χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα. μείζων ἐξηχεῖτο κατ̓ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν ἐπισκόπους μὲν, Ἀμμώνιον, Μούϊον, Γάῖον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψινόσιριν, Νιλάμμωνα, Ἀγάπιον, Ἀνάγαμφον. Μάρκον, Ἀμμώνιον ἕτερον, καὶ Μάρκον ἕτερον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, πρεσβυτέρους δὲ, Ἱέρακα καὶ Διόσκορον: καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὡς τινὰς μὲν αὑτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν, ἐξᾶραι τὴν ἀλήθειαν. Καὶ παραμυθητικοὺς δὲ λόγους ταῖς παρθένοις ἐκείναις, αἱ τὰ παγχάλεπα ἐκεῖνα ὑπέμειναν, γράφων, καὶ ταῦτα ἐντέθεικε.

Διὰ τοῦτο, φησὶ, μηδὲ γενέσθω τις ὑμῶν περίλυπος, εἰ καὶ θαπτομέναις ὑμῖν φθονοῦσιν οἱ δυσσεβεῖς, καὶ κωλύουσι τὰς ἐκφοράς: καὶ μέχρι γὰρ τούτων ἡ καταστροφὴ τῶν Ἀρειανῶν ἔφθασε: καὶ

1029
τὰς μὲν πύλας κλείουσι, περὶ δὲ τὰ μνήματα ὡς δαίμονες καθέζονται, ἵνα μή τις τῶν ἀπογενομένων ἀποτεθῇ. Ταῦτα μὲν οὖν καὶ τὰ προσόμοια τούτοις ὁ Γεώργιος ἐν Ἀλεξανδρείᾳ εἰργάζετο. Ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐνόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος. ἢ τεθνεῶτος κομισθῆναι αὐτοῦ τὴν κεφαλὴν, καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον.

Περὶ τῆς ἐν Μεδιολάνῳ γενομένης συνόδου.

Αὐτὸς δὲ ὁ Κωνστάντιος, Μαγνεντίου μετὰ τὴν Κώνσταντος τελευτὴν τῆς Ἑσπέρας κεκρατηκότος, ἐπὶ τὴν Εὐρώπην ἐξώρμησε, κατὰ τῆς ἐκείνου τυραννίδος στρατεύων. Ἀλλ̓ οὐδὲ ὁ χαλεπὸς οὗτος πόλεμος τὸν κατὰ τῶν Ἐκκλησιῶν κατέλυσε πόλεμον.

Πείθουσι γὰρ δὴ τὸν πάντα ῥᾳδίως πειθόμενον, καὶ τὴν αἱρετικὴν εἰσδεξάμενον νόσον, εἰς Μεδιόλανον. πόλις δὲ αὕτη τῆς Ἰταλίας, σύνοδον συναγεῖραι, καὶ πρῶτον μὲν τοὺς συνεληλυθότας ἅπαντας ἀναγκάσαι τῇ παρὰ τῶν ἀδίκων ἐκείνων δικαστῶν καθ̓ ἕκαστον ἐν Τύρῳ γεγενημένῃ καθαιρέσει συνθέσθαι, ἑ??ʼθ̓ οὕτως Ἀθανασίου τῶν Ἐκκλησιῶν ἐξελαθέντος, ἑτέραν πίστεως διδασκαλίαν ἐκθέσθαι. Ἀλλὰ συνῆλθον μὲν τὰ βασιλικὰ δεξάμενοι γράμματα. οὐδ̓ ἕτερον δὲ δρᾶσαι τῶν εἰρημένων ἠνέσχοντο: ἀλλ̓ ἄντικρυς παρόντα τὸν βασιλέα διελέγξαντες ὡς ἄδικα παρεγγυῶντα καὶ δυσσεβῆ, καὶ τῶν Ἐκκλησιῶν ἐξηλάθησαν, καὶ τὰς τῆς οἰκουμένης ἐσχατιὰς οἰκεῖν κατεκρίθησαν. Καὶ τοῦτο δὲ πάλιν Ἀθανάσιος ὁ θαυμάσιος ὲν ἐκείνῃ τῇ Ἀπολογίᾳ συνέγραψε.

Τίς τοσοῦτον δύναται μνημονεῦσαι, ὅσον ἐκεῖνοι πεποιήκασιν; Ἄρτι γὰρ εἰρήνην ἐχουσῶν τῶν Ἐκκλησιῶν, καὶ τῶν λαῶν εὐχομένων ἐν ταῖς συνάξεσιν, ὁ μὲν ἐπίσκοπος τῆς Ῥώμης Λιβέριος, καὶ Παυλῖνος ὁ τῆς μητροπόλεως τῶν Γαλλιῶν, καὶ Διονύσιος ὁ τῆς μητροπόλεως Ἰταλίας, καὶ Λουκίφερος ὁ τῆς μητροπόλεως τῶν κατὰ Σαρδηνίαν νήσων, καὶ Εὐσέβιος ἀπὸ τῆς Ἰταλίας. οἱ πάντες ἐπίσκοποι ἀγαθοὶ. καὶ τῆς ἀληθείας κήρυκες, ἁρπάζονται καὶ ἐξορίζονται, πρόφασιν οὐδὲ μίαν ἔχοντες, ἢ ὅτι μὴ συνέθεντο τῇ Ἀρειανῇ αἱρέσει, μηδὲ ὑπέγραψαν αὐτοῖς καθ̓ ἡμῶν ὲν αἷς ἐπλάσαντο διαβολαῖς,

1032
καὶ ἔπραξαν συκοφαντίαις. Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου περιττόν ἐστιν ἐμὲ λέγειν. Ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καἰ τοῦτον ἐξορισθῆναι πεποιήκασιν. Οὐ γὰρ ἄσημος, ἀλλὰ καὶ πάντων μάλιστα ἐπιφανὴς ὁ γέρων. Ποίας γὰρ οὐχ ἡγήσατο συνόδου, καὶ λέγων ὀρθῶς οὐ πάντας ἔπεισε; Ποία τις ἐκκλησία τῆς τούτου προστασίας οὐκ ἔχει σημεῖα τὰ κάλλιστα; Τὶς λυπούμενός ποτε προσῆλθεν αὐτῷ, καὶ οὐ χαίρων ἀπῆλθεν ἀπ̓ αὐτοῦ; Τίς ᾔτησε δεόμενος, καὶ οὐκ ἀνεχώρησε τυχὼν ὧν ἠθέλησε; Καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ οὗτος εἰδὼς ἅς ποιοῦσι διὰ τὴν ἀσέβειαν αὐτῶν συκοφαντίας, οὐχ ὑπέγραψε ταῖς καθ̓ ἡμῶν ἐπιβουλαῖς. Ὁποῖα μὲν δὴ κατὰ τῶν ἁγίων ἐκείνων ἀνδρῶν ἐτολμήθη, τὰ συγγεγραμμένα διδάσκει. Ὁπόσα δὲ καὶ ἄλλοις ἐπεβούλευσαν πλείστοις οἱ τῆς Ἀρειανικῆς φάλαγγος προστατεύοντες, πάλιν ὁ θεῖος οὗτος ἀνὴρ ἐν τῷδε διηγήσατο τῷ συγγράμματι. Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; Τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτως διέθηκαν, ὡς ἤ τελευτῆσαι κακῶς, ἢ λωβηθῆναι πανταχόθεν; Ἅ γὰρ οἱ δικασταὶ δοκοῦσι ποιεῖν, καὶ ταῦτα ἐκείνων ἐστὶν ἐνεργήματα, καὶ μᾶλλον οὗτοι τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται.

Ποῖος τοίνυν τόπος οὐκ ἔχει τῆς κακίας αὐτῶν ὑπόμνημα; Τίνα φρονοῦντα κατ̓ αὐτῶν οὐ συνεσκευάσαντο πλασάμενοι προφάσεις κατὰ τὴν Ἰεζάβελ; Ποία νῦν Ἐκκλησία οὐ θρηνεῖ διὰ τὰς ἐκείνων κατὰ τῶν ἐπισκόπων αὐτῶν ἐπιβουλάς; Ἀντιόχεια μὲν, δἰ Εὐστάθιον τὸν ὁμολογητὴν καὶ ὀρθόδοξον: Βαλανέαι δὲ, δἰ Εὐφρατίωνα: καὶ Πάλτος μὲν καὶ Ἀντάραδος, διὰ Κυμάτιον καὶ Καρτέριον: ἡ δὲ Ἀδριανούπολις, διὰ Εὐτρόπιον τὸν φιλόχριστον, καἰ τὸν μετ̓ αὐτὸν Λούκιον, τὸν πολλάκις παῤ αὐτῶν καὶ ἁλύσεις φορέσαντα, καὶ οὕτως ἀποθανόντα: καὶ Ἄγκυρα μὲν διὰ Μάρκελλον, Βέροια δὲ διὰ Κῦρον, καὶ Γάζα δἰ Ἀσκληπᾶν: τούτους γὰρ πολλά πρότερον ὑβρίσαντες, καὶ ἐξορισθῆναι πεποιήκασιν οἱ δείλαιοι. Θεόδουλον δὲ καὶ Ὀλύμπιον ἀπὸ τῆς Θρᾴκης ὄντας, καὶ ἡμᾶς δὴ καὶ πρεσβυτέρους ἡμετέρους οὕτως ἐποίησαν ζητηθῆναι, ὡς εἰ εὑρεθείημεν κεφαλῆς ὑποστῆναι τιμωρίαν: καὶ τάχα ἄν ἀπεθάνομεν οὕτως, εἰ μὴ παρὰ γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε. Τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον Δονάτον, τὰ δὲ

1033
καθ̓ ἡμῶν πρὸς Φιλάγριον δοθέντα γράμματα. Ταῦτα τῆς δυσσεβοῦς συμμορίας τὰ κατὰ τῶν ἁγίων τολμήματα.

Ὅσιος δὲ οὗτος Κορδούβης ἐπίσκοπος ἦν, καὶ ἐν τῇ μεγάλῃ διαπρέψας κατὰ Νίκαιαν συνόδῳ, καὶ τῶν ἐν τῇ Σερδικῇ συνεληλυθότων πρωτεύσας.

Ἐγὼ δὲ Λιβερίου τοῦ πανευφήμου τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν, καὶ τοὺς ἀξιαγάστους λόγους, οἷς ἐχρήσατο πρὸς Κωνστάντιον, ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ. Ἀνάγραπτοι γὰρ παρὰ τῶν τηνικαῦτα φιλοθέων γεγένηνται, ὡς ἱκανοὶ παραθῆξαι καὶ διεγεῖραι πρὸς ζῆλον τῶν θείων τοὺς ἐραστάς.

Οὗτος δὲ μετὰ Ἰούλιον, ὅς Σίλβεστρον διεδέξατο, τὴν Ῥωμαίων ἴθυνεν Ἐκκλησίαν.

Διάλογος Κωνσταντίου βασιλέως καὶ Λιβερίου πάπα Ῥώμης: Κωνστάντιος βασιλεὺς εἶπεν: Ἡμεῖς, καὶ διὰ τὸ Χριστιανόν σε εἶναι, καὶ ἐπίσκοπον τῆς ἡμετέρας πόλεως, ἄξιον ἐκρίναμεν, καὶ τοῦτο μεταστειλάμενοι παραινοῦμέν σοι, τῆς ἀποῤῥήτου ἀπονοίας τοῦ ἀνοσίου Ἀθανασίου τὴν κοινωνίαν ἀρνήσασθαι.

Τοῦτο γὰρ ἡ οἰκουμένη εὖ ἔχειν ἐδοκίμασε, συνόδου τε ψηφίσματι ἀλλότριον τῆς ἐκκλησιαστικῆς κοινωνίας ἔκρινε. Λιβέριος ἐπίσκοπος εἶπε: Βασιλεῦ, τὰ ἐκκλησιαστικὰ κρίματα μετὰ πολλῆς δικαιοκρισίας γίνεσθαι ὀφείλει. Διόπερ εἴ σου δοκεῖ τῇ εὐσβείᾳ, κριτήριον συσταθῆναι κέλευσον: καὶ εἰ ὀφθείη Ἀθανάσιος ἄξιος καταδίκης, τότε κατὰ τὸν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας τύπον ἐξενεχθήσεται ἡ κατ̓ αὐτοῦ ψῆφος. Οὐδὲ γὰρ οἶόν τε καταψηφίσασθαι ἀνδρὸς, ὅν οὐκ ἐκρίναμεν. Κωνστάντιος βασιλεὺς εἶπε: Πᾶσα ἡ οἰκουμένη κατεψηφίσατο περὶ τῆς ἀνοσιότητος αὐτοῦ, καὶ ὡς ἐξ ἀρχῆς τὸν καιρὸν διαπαίζει. Λιβέριος ἐπίσκοπος εἶπεν: Ὅσοι ὑπέγραψαν, οὐκ αὐτόπται τῶν γεγενημένων ἦσαν, ἀλλὰ διὰ δόξαν, καὶ φόβον, καὶ ἀτιμίαν τὴν παρὰ σοῦ. Ὁ βασιλεύς: Τί ἐστι δόξα, καὶ φόβος, καὶ ἀτιμία; Λιβέριος: Ὅσοι τὴν δόξαν τοῦ Θεοῦ οὐκ ἀγαπῶσι, τὰς παρὰ σοῦ μᾶλλον δωρεὰς προτιμήσαντες, ὅν μὴ ταῖς ὄψεσιν εἶδον, οὐ κρίναντες κατεδίκασαν, ὅπερ ἐστὶν ἀλλότριον Χριστιανῶν.

Ὁ βασιλεύς: Καίτοι κέκριται κατὰ πρόσωπον ἐν τῇ γενομένῃ συνόδῳ ἐν Τύρῳ, καὶ ἐν τῇ συνόδῳ κατεψηφίσαντο πάντες οἱ ἐπίσκοποι τῆς οἰκουμένης.

Λιβέριος: Οὐδέποτε κατὰ πρόσωπον κέκριται ὁ ἄνθρωπος.

Ὅσοι γὰρ τότε συνελθόντες κατεψηφίσαντο αὐτοῦ, ἀναχωρήσαντος Ἀθανασίου ἐκ τοῦ κριτηρίου, κατεψηφίσαντο ἀλόγως. Εὐσέβιος ὁ εὐνοῦχος εἶπεν: Ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν

1036
ἀλλότριος τῆς καθολικῆς πίστεως ἀπεδείχθη. Λιβέριος: Πέντε μόνοι ἐπέκριναν τῶν συμπλευσάντων αὐτῷ ἐν τῷ Μαρεώτῃ, οὓς ἀπέστειλαν κατὰ τοῦ ἐγκαλουμένου συστήσασθαι κατ̓ αὐτοῦ ὑπομνήματα.

Ἀπὸ τούτων τοίνυν οἱ δύο τεθνήκασι, Θεογόνιος καὶ Θεόδωρος, οἱ δὲ λοιποὶ τρεῖς ζῶσι, Μάρης, καὶ Οὐάλης, καὶ Οὐρσάκιος. Ἀπὸ τούτων τῶν ἀποσταλέντων κατὰ Σαρδικὴν τοῦ πράγματος τούτου ἕνεκα συνεκροτεῖτο ψῆφος, οἵ ἐν τῇ συνόδῳ βιβλία ἐπιδεδώκασι, συγγνώμην αἰτοῦντες ἐφ̓ οἷς ἐν τῷ Μαρεώτῃ κατὰ συκοφαντίαν ἐκ μονομεροῦς συνεστήσαντο κατὰ Ἀθανασίου ὑπομνήματα: ἅτινα βιβλία αὐτῶν νῦν ἔχομεν μετὰ χεῖρας. Τίνι δεῖ τούτων πείθεσθαι ἡμᾶς, βασιλεῦ, κοινωνεῖν, τοῖς πρότερον καταψηφισαμένοις, καὶ ἐκ δευτέρου συγγνώμην αἰτήσασιν, ἤ τοῖς νῦν τούτων καταψηφισαμένοις; Ἐπίκτητος ἐπίσκοπος εἶπε: Βασιλεῦ, οὐ πίστεως ἕνεκεν σήμερον, οὐδὲ κριμάτων ἐκκλησιαστικῶν ἀντιποιούμενος Λιβέριος τὸν λόγον ποιεῖται, ἀλλ̓ ἴνα τοῖς ἐν Ῥώμῃ συγκλητικοῖς καυχήσηται, ὡς συλλογισάμενος τὸν βασιλέα. Ὁ βασιλεὺς εἶπε Λιβερίῳ: Πόσον εἶ μέρος τῆς οἰκουμένης, ὅτι σὺ μόνος συναίρῃ ἀνθρώπῳ ἀνοσίῳ, καὶ τῆς οἰκουμένης τὴν εἰρήνην καὶ ὅλου τοῦ κόσμου λύεις; Λιβέριος: Οὐ διά τὸ ἐμὲ μόνον εἶναι ὁ τῆς πίστεως ἐλαττοῦται λόγος.

Καὶ γὰρ κατὰ τὸ παλαιὸν, τρεῖς μόνοι εὑρίσκονται ἀντιστάντες προστάξει. Εὐσέβιος ὁ εὐνοῦχος εἶπε: Τὸν βασιλέα ἡμῶν Ναβουχοδονόσορ ἐποίησας.

1037
Αιβέριος: Οὐχί: ἀλλ̓ οὕτως ἀλόγως καταδικάζεις ἄνθρωπον ὂν οὐκ ἐκρίναμεν. Ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπογραφὴν προχωρῆσαι, βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκτεθεῖσαν, ἵν̓ οὕτως, ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ, καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς Ἐκκλησίαις, συγκατατιθέμενοι τῆ ἀποστολικῇ πίστει, τότε ἐπὶ τῆς Ἀλεξανδρέων οἱ πάντες, ἀπαντήσαντες ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι, καὶ ὁ ἀντιποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν, συμπεριενεχθῶμεν. Ἐπίκτητος ἐπίσκοπος εἶπεν: Ἀλλ̓ ὁ δρόμος τῶν δημοσίων οὐχ ὑποστήσεται τὴν χρείαν τῆς τῶν ἐπισκόπων παρόδου. Λιβέριος: Οὐ χρείαν ἔχει τὰ ἐκκλησιαστικὰ δημοσίου δρόμου: αἱ γὰρ ἐκκλησίαι ἱκαναί εἰσιν ἕως τῆς θαλάσσης διαπέμψασθαι τοὺς ἑαυτῶν ἐπισκόπους. Ὁ βασιλεύς: Τὰ ἤδη τύπον ἐσχηκότα ἀναλύεσθαι οὐ δυνατόν ἐστι.

Τῶν γὰρ πλειόνων ἐπισκόπων ἡ ψῆφος ἰσχύειν ὀφείλει.

Σὺ μόνος εἶ ὁ ἀντιποιούμενος τῆς φιλίας τοῦ ἀνοσίου ἐκείνου. Λιβέριος εἶπεν: Βασιλεῦ, οὐδέ ποτε ἠκούσαμεν, μὴ παρόντος τοῦ ἐγκαλουμένου, κριτοῦ ἀνοσιότητα καταγγέλλοντος, ὡς ἰδίαν ἔχθραν εἰσφέροντος τῷ ἀνθρώπῳ. Ὁ βασιλεύς: Πάντας μὲν κοινῶς ἠδίκησεν, οὐδένα δὲ οὕτως ὡς ἐμέ. Ὅστις μὴ ἀρκεσθεὶς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ μειζοτέρου μου ἀδελφοῦ, οὐδὲ τὸν μακαρίτην Κώνσταντα ἐπαύσατο παροξύνων εἰς ἡμετέραν ἔχθραν, εἰ μὴ ἡμεῖς πλείονι ἡμερότητι ὑπηνέγκαμεν τὴν τοῦ παροξύνοντος καὶ τοῦ παροξυνομένου ῥοπήν. Οὐδὲν δέ μοι τοιοῦτον κατόρθωμα, οὐδὲ τὸ κατὰ Μαγνέντιον καὶ Σιλβανὸν, ὡς τοῦ μιαροῦ ἐκείνου περιαιρουμένου τῶν ἐκκλησιαστικῶν πραγμάτων. Λιβέριος: Μὴ διὰ τῶν ἐπισκόπων ἀμύνου τὴν ἔχθραν, βασιλεῦ. Αἱ γὰρ χεῖρες τῶν ἐκκλησιαστικῶν εἰς τὸ ἁγιάζειν εὐκαιρεῖν ὀφείλουσιν. Ὅθεν εἴ σοι δοκεῖ, κέλευσον ἀνακληθῆναι τοὺς ἐπισκόπους εἰς τοὺς ἰδίους τόπους: καὶ εἰ ὀφθείησαν ὁμόφρονες τοῦ σήμερον ἀντιποιουμένου ἐν τῇ κατὰ Νίκαιαν ἐκτεθείσῃ ὀρθοδόξῳ πίστει, τότε συνελθόντες ἐπὶ τὸ αὐτὸ ἴδοιεν ὑπὲρ εἰρήνης τοῦ κόσμου, ἴνα μὴ τὸν μὴ ἁμαρτήσαντα ἅνδρα χαραχθῆναι δοκιμασθῇ. Ὁ βασιλεύς: Ἔν ἐστι τὸ ζητούμενον. Βούλομαι γάρ σε ἀσπασάμενον τὴν πρὸς τὰς Ἐκκλησίας κοινωνίαν, πάλιν εἰς τὴν Ῥώμην ἀποστεῖλαι. Διὰ τοῦτο πείσθητι τῇ εἰρήνῃ, καὶ ὑπογράψας ὑπόστρεψον εἰς τὴν Ῥώμην. Λιβέριος: Ἤδη τοῖς ἀδελφοῖς τοῖς ἐν: Ῥώμῃ ἀπεταξάμην. Μείζους γάρ εἰσιν οἱ ἐκκλησιαστικοὶ θεσμοὶ τῆς ἐν Ῥώμῃ διατριβῆς. Ὁ βασιλεύς: Οὐκοῦν τριῶν ἡμερῶν ἔχεις σκέψεως διάστημα, εἰ βούλει ὑπογράψας ὑποστρέψαι εἰς τὴν Ῥώμην, ἤ ἐννοῆσαι ἐν ποίῳ τόπῳ

1040
μετατεθῆναι βούλει. Λιβέριος: Τὸ τῶν τριῶν ἡμερῶν διάστημα οὐ μετατίθησι λογισμόν. Ὅθεν ὅπου βούλει ἀπόστειλόν με. Ὁ δὲ βασιλεὺς, μετὰ δύο ἡμέρας κριθέντος Λιβερίου, καὶ μὴ μετατεθέντος τοῦ λογισμοῦ, εἶπεν ἐξορισθῆναι εἰς τὴν Βέροιαν τῆς Θρᾴκης. Ἐκβάντος Λιβερίου, ὁ βασιλεὺς ἀπέστειλε πεντακοσίους χρυσίνους αὐτῷ εἰς δαπάνας. Λιβεροις εἶπε τῷ προσκομίσαντι: Ἄπελθε, δὸς αὐτὰ τῷ βασιλεῖ: χρείαν γὰρ ἔχει δοῦναι τοῖς στρατιώταις αὐτοῦ. Ὁμοίως ἡ βασίλισσα ἔπεμψεν αὐτῷ τὰ αὐτὰ. Λιβέριος εἶπεν: Ἀπόδος αὐτὰ τῷ βασιλεῖ: χρείαν γὰρ αὐτῶν ἔχει εἰς τὴν τῶν στρατιωτῶν ἐξοδίασιν. Ἐὰν δὲ μὴ χρείαν ἔχῃ ὁ βασιλεὺς, δότω αὐτὰ τῷ Αὐξεντίῳ καὶ Ἐπικτήτῳ: χρείαν γὰρ ἔχουσιν τούτων. Ὡς δὲ παῤ αὐτῶν οὐκ ἔλαβεν, Εὐσέβιος ὁ εὐνοῦχος προσφέρει αὐτῷ ἑτέρους. Λιβέριος δὲ εἶπεν αὐτῷ: Τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς καταδίκῳ ἐλεημοσύνην μοι προσφέρεις; Ἄπελθε, πρῶτον γενοῦ Χριστιανός. Καὶ μετὰ τρεῖς ἡμέρας, μηδὲν δεξάμενος ἐξορίσθη

Περὶ τῆς ἐξορίας καὶ ἐπανόδου τοῦ ἁγίου Λιβερίου.

Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβε. Δύο δὲ διεληλυθότων ἐτῶν, ὁ μὲν Κωνστάντιος εἰς τὴν Ῥώμην ἀφίκετο. Αἱ δὲ τῶν ἐν τέλει καὶ ἀξιώμασιν ὁμόζυγοι τοὺς ἄνδρας ἐλιπάρουν. ἱκετεῦσαι τὸν Κωνστάντιον, ἀποδοῦναι τὸν νομέα τῇ ποίμνῃ, φάσκουσαι εἰ μὴ πείσοιεν, αὐτοὺς μὲν καταλείψειν, πρὸς δὲ τὸν μέγαν ἐκεῖνον διαδραμεῖσθαι ποιμένα. Οἱ δὲ ἔφασαν δεδιέναι τὸν βασιλέως θυμόν: ἄνδρας γὰρ ὄντας οὐδὲ μιᾶς ἴσως ἀξιώσει συγγνώμης: Ὑμῖν δὲ ἀντιβολούσαις φειδοῦς δήπουθεν μεταδώσει, καὶ δυοῖν θάτερον, ἢ τὴν ἱκετηρίαν δέξεται, ἢ μὴ πειθόμενος ἀπαθεῖς ἀποπέμψει. Ταύτην δεξάμεναι τὴν εἰσήγησιν αἱ ἀξιέπαινοι γυναῖκες, μετὰ τῆς συνήθους πολυτελείας προσῆλθον τῷ βασιλεῖ: ὅπως περιφανεῖς ἐκ τῆς ἐσθῆτος ὑπολαβὼν, αἰδοῦς αὐτὰς καὶ φειδοῦς ἀξιώσῃ. Οὕτω δὲ προσελθοῦσαι, ἱκέτευον οἰκτεῖραι πόλιν τοσαύτην ποιμένος ἐστερημένην, καὶ ταῖς τῶν λύκων ἐπιβουλαῖς εὐάλωτον γενομένην. Ὁ δὲ ἔφη μὴ δεῖσθαι νομέως ἑτέρου τὴν πόλιν: ποιμένα δὲ ἔχειν προμηθεῖσθαι δυνάμενον. Καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις πιστῶν ἐκείνου: Φίληξ ἦν ὄνομα τούτῳ: ʽ??ʼς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διεφύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει. Οὐδεὶς μέντοι τῶν οἰκούντων τὴν Ῥώμην εἰς εὐκτήριον εἰσελήλυθεν οἶκον, ἔνδον ὄντος ἐκείνου. Τοῦτο δὲ καὶ αἱ γυναῖκες ἔφασαν ἐκεῖναι τῷ βασιλεῖ. Οὗ δὴ χάριν ἐπικαμφθεὶς, προσέταξε μὲν τὸν πάντα ἄριστον ἐκεῖνον ἐπανελθεῖν, κοινῇ δὲ ἀμφοτέρους τὴν Ἐκκλησίαν ἰθύνειν. Τούτων ἐν τῷ ἱπποδρόμῳ τῶν γραμμάτων ἀναγνωσθέντων, ἐξεβόησε τὸ πλῆθος, δίκαιον εἶναι λέγον τοῦ βασιλέως τὴν ψῆφον: διχῆ γὰρ διαιρεῖσθαι τοὺς θεατὰς, ἀπὸ τῶν χροιῶν τὰς ἐπωνυμίας ἔχοντας: καὶ χρῆναι τὸν μὲν τούτων, τὸν δὲ

1041
ἐκείνων ἡγεῖσθαι, Οὕτω κωμῳδήσαντες τοῦ βασιλέως τὰ γράμματα, κοινὴν ἀφῆκαν φωνήν: Εἷς Θεὸς, εἶς Χριστὸς, εἷς ἐπίσκοπος: αὐτὰς γὰρ θεῖναι τὰς φωνὰς ὑπέλαβον δίκαιον. Μετὰ ταύτας τοῦ φιλοχρίστου δήμου τὰς εὐσεβείᾳ καὶ δικαιοσύνῃ κοσμουμένας βοὰς ἐπανῆκε Λιβέριος ὁ θεσπέσιος. Ὁ δὲ Φίληξ ὑποχωρήσας, ἑτέραν ᾤκησε πόλιν. Ταῦτα τοῖς ἐν Μεδιολάνῳ τοῖς ἐπισκόποις συμβεβηκόσι συνῆψα, τὴν τοῦ διηγήματος ἁρμονίαν φυλάττων. Ἐπὶ δὲ τῶν γεγενημένων πάλιν ἐπάνειμι τὴν τάξιν.

Περὶ τῆς ἐν Ἀριμίνῳ γενομένης συνόδου.

Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν, καὶ τὴν Ἀρείου βεβαιώσειν διδασκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμινον καὶ τοὺς τῆς ἑῴας καὶ τοὺς τῆς ἑσπέρας συναγαγεῖν ἐπισκόπους, προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου κακοτεχνίας ἐξευρεθέντα παρὰ τῶν Πατέρων μηχανήματα. Ταῦτα γὰρ ἔλεγον τὴν τῶν Ἐκκλησιῶν πεποιηκέναι διαίρεσιν. Ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετειληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους.

Ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς Ἐκκλησίας τὸ σῶμα: ἀλλ̓ εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν Υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα. Ἀλλὰ τῆς ἐξαπάτης αἰσθόμενοι, τοὺς μὲν ταῦτα λέγοντας ἀπεκήρυξαν: αὐτοὶ δὲ τῷ βασιλεῖ τὴν οἰκείαν γνώμην διὰ γραμμάτων ἐδήλωσαν.

Παῖδες γὰρ ἔφασαν εἶναι καὶ κληρονόμοι τῶν ἐν Νικαίᾳ συνεληλυθότων Πατέρων. Εἰ δέ τι τῶν παῤ ἐκείνων γραφέντων ἀφελεῖν, ἣ προσθεῖναί τι τοῖς ἄριστα κειμένοις τολμήσαιμεν, νόθους ἑαυτοὺς ἀποφανοῦμεν, κατήγοροι τῶν γεγεννηκότων γενόμενοι.

Σαφέστερον δὲ αὐτῶν τὸν ἀκριβῆ κανόνα τῆς πίστεως τὰ παῤ αὐτῶν γραφέντα πρὸς Κωνστάντιον ἐπιδείξει.

Ἐπιστολὴ γραφεῖσα Κωνσταντίῳ βασιλεῖ παρὰ τῆς ἐν Ἀριμίνῳ ἀθροισθείσης συνόδου.

Ἐκ τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν. Εἰς γὰρ Ἀρίμινον ἐκ

1044
πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς ταυτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἄριστον ἐφάνη, τὴν πίστιν, τὴν ἔκπαλαι διαμένουσαν. ἣν καὶ οἱ προφῆται. καὶ τὰ Εὐαγγέλια, καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τ̔??ʼς σῆς βασιλείας φρουροῦ. καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρήσωμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη, τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάξαι, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων, ὧν ἡ διδασκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοὰς καὶ διανοίας: ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς οὐ μόνον αὐτὴ, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν. Ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται. Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι τοῦ Ἀρειανικοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. Ἧς ἵνα μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ̓ ἐκείνων γεγενημένα μαρτυρεῖ, δἰ ὦν ἁπάντων φειδὼ γεγένηται, καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ ὁ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὴ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων Ἐκκλησίας. Ἐγνωκότες δὲ ἅμα, καὶ τὸν μετὰ τὴν τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα: ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον ἐνομίσαμεν εἷναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν, καὶ τοσούτους ἀγίους ὁμολογητὰς καὶ μάρτυρας, τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς Ἐκκλησίας δεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν: ὧν ὁ Θεὸς
1045
τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε, διὰ τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι, ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν. Ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συναλισκομένους εὑρόντες, Γερμάνιόν τινα, καὶ Αὐξέντιον, καὶ Γάῖον, τοὺς τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμ̔??ʼιοῦντας, ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας, οὕτε ὁμογνωμονοῦντας ἐφ̓ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερόν τι γράφειν. Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵν̓ οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς Ἐκκλησίας περιπίπτῃ. καὶ ταραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι: δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας. Τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους. Οἳ καὶ τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης, ἔσται εἰρήνη, εἵπερ τι τῶν δικαίων ἀνατραπείη: πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ Ῥωμαίων Ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνῷ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας, μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλλάττειν ἐπιτρέψειας: ἀλλ̓ ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὕς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος ἀγίου πεποιηκέναι φήσαιμεν ἄν. Τά γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς
1048
μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα. Ἱκετεύομεν δὲ ἵνα κελεύσῃς τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον, καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφῃρημένων αἱ ἐκκλησίαι μείνωσιν. Ἔτι δὲ καὶ πρὸς ἅπασι τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων, μήτε πλεονάζῃ. ἀλλὰ πάντα ἄῤῥηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα. μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι: ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ̓ εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτηρίας, καὶ εἰρήνης, ἣν ἡ Θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων Γραφῶν τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν.

Τούτων γραφέντων, καὶ τῶν πρέσβεων ἀποσταλέντων, οἱ βασιλεῖ παραδυναστεύοντες τὴν μὲν ἐπιστολὴν λαβόντες ἀπέδοσαν τῷ βασιλεῖ, τοὺς δὲ πρέσβεις οὐκ εἰσήγαγον, περὶ τὰς κοινὰς εἱλεῖσθαι φροντίδας τὸν κρατοῦντα φήσαντες. Ταῦτα δὲ ἔδρων, ἡγούμενοι τοὺς ἐπισκόπους, δυσχεραίνοντας τοῦ χρόνου τὸ μῆκος, καὶ τὰς ἐγκεχειρισμένας πόλεις ποθοῦντας καταλαβεῖν, ἀναγκασθήσεσθαι διορύξαι καὶ καταλῦσαι τὸν κατὰ τῆς αἱρέσεως ἐξευρεθέντα περίβολον. Ἀλλ̓ οὐδὲν ὤνησε τὸ μηχάνημα. Πάλιν γὰρ οἱ γενναῖοι τῆς πίστεως πρόμαχοι ἑτέραν ἐπιστολὴν ἐξέπεμψαν τῷ βασιλεῖ, καὶ τοὺς πρέσβεις δεχθῆναι, καὶ σφᾶς ἀπολυθῆναι παρακαλοῦντες.

Ἐντίθημι δὲ καὶ ταύτην τῇ συγγραφῇ.

Ἑτέρμ συνόδου πρὸς Κωνστάντιον ἐπιστολή.

Νικητῇ Κωνσταντίῳ, εὐσεβεῖ βασιλεῖ, οἱ ἐν Ἀριμίνῳ ἐπίσκοποι.

Τὰ γράμματα τῆς σῆς εὐμενείας ἐδεξάμεθα, δέσποτα ἐνδοξότατε αὐτοκράτορ, ἅτινα περιέχει, ὅτι διὰ τὴν δημοσίαν ἀνάγκην τέως τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι οὐκ ἠδυνήθης: καὶ ἡμᾶς δὲ κελεύεις τὴν τούτων ἐπάνοδον ἐκδέξασθαι, ὅπως τὸν ἡμέτερον σκοπὸν καὶ τὰ δόγματα τῶν προγόνων ἡ σὴ εὐσέβεια ἐπιγνῷ. Ἀλλὰ μὴν ἐκεῖνο ὅ ἀπηγγέλμεθα, οὐδενὶ τρόπῳ ἑαυτοὺς ἀπὸ τῆς ἰδίας προθέσεως ἀναχωρήσαντας, καὶ νῦν δὲ τούτοις τοῖς γράμμασι τὴν σὴν εὐμένειαν ἀναδιδάσκομεν, καὶ παρακαλοῦμεν εὐμενεῖ προσόψει τὰ γράμματα τῆς ἡμετέρας ταπεινότητος, ἐν οἷς νῦν τῇ εὐσεβείᾳ σου ἀποκρινόμεθα. κἀκεῖνα ἅτινα διὰ τῶν ἡμετέρων πρέσβεων τῇ σῇ εὐλαβείᾳ ἀνενεχθῆναι ἐνετειλάμεθα, ἡδέως προσδέξῃ. Ὡς δὲ εἵη στυγνὸν καὶ ἀνακόλουθον, ἵνα ἐν τοῖς μακαριωτάτοις σου καιροῖς

1049
τοσαῦται Ἐκκλησίαι ἄνευ ἐπισκόπων δοκῶσιν εἷναι, ἡ σὴ εὐμένεια ὁμοίως ἡμῖν γινώσκει. Διὸ δὴ πάλιν, ἐνδοξότατε αὐτοκράτορ, δεόμεθα ἵνα πρὸ τῆς δεινότητος τοῦ χειμῶνος, εἰ ἀρέσκει τῇ σῇ φιλανθρωπίᾳ, εἰς τὰς Ἐκκλησίας τὰς ἡμετέρας ἐπανελθεῖν κελεύσῃς, ὅπως δυνηθῶμεν τῷ παντοκράτορι Θεῷ, καὶ τῷ Χριστῷ τῷ Υἱῷ αὐτοῦ, τῷ Δεσπότῃ καὶ Σωτῆρι ἡμῶν, ὑπὲρ τῆς καταστάσεως τοῦ κράτους σου ἄμα μετὰ τῶν λαῶν, καθὼς ἐποιήσαμεν καὶ ποιοῦμεν, μεγίστας ἱκεσίας προσενεγκεῖν.

Περὶ τῆς ἐν Νἰκῃ τῆς Θρᾴκης συνόδου, καὶ ἔκθεσις πίστεως παῤ ἐκείνων γραφεῖσα.

Μετὰ τήνδε τὴν ἐπιστολὴν, τὸν βασιλέως θυμὸν παραθήξαντες, ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης: Νίκη δὲ ὄνομα ταύτῃ: καὶ πείθουσι τοὺς μὲν βουκολήσαντες δἰ ἁπλότητα, τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν: καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον. Ἐντίθημι δὲ καὶ ταύτην τῇ ἱστορίᾳ, οὐχ ὡς εὖ ἔχουσαν, ἀλλ̓ ὡς τὴν Ἀρείου συμμορίαν διελέγχουσαν: οὐδὲ γὰρ ταύτης οἱ νῦν δυσσεβοῦντες ἀντέχονται, ἀλλ̓ ἀντὶ τοῦ ὁμοίου κηρύττουσι τὸ ἀνόμοιον Πίστις ἐκτεθεῖσα ἐν Νίκῃ τῆς Θρᾴκης, οὐκ εὖ ἔχουσα.

Πιστεύομεν εἰς ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα. Καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ Θεοῦ, δἰ οὖ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. Γεννηθέντα δὲ μονογενῆ μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ: ὅμοιον τῷ γεγεννηκότι αὐτὸν Πατρὶ, κατὰ τὰς Γραφάς. Οὗ τὴν γέννησιν οὐδεὶς οἶδεν, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον οἴδαμεν μονογενῆ Θεοῦ Υἱὸν, πέμποντος τοῦ Πατρὸς, παραγεγενῆσθαι ἐκ τῶν οὐρανῶν, καθὼς γέγραπται, εἰς καθαίρεσιν ἁμαρτίας καὶ θανάτου: καὶ γεννηθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου, καθὼς γέγραπται, κατὰ σάρκα: καὶ συναναστραφέντα μετὰ τῶν μαθητῶν: καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν βούλησιν τοῦ Πατρὸς, σταυρῷ προσηλωθέντα, ἀποθανόντα καὶ ταφέντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα: ὃν αὐτὸς ὁ ᾅδης ἐτρόμαξε: καὶ ἀνελθόντα ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ συναναστραφέντα μετὰ τῶν μαθητῶν τεσσαράκοντα ἡμερῶν πληρουμένων: καὶ ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός: ἐρχόμενον δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως μετὰ δόξης πατρικῆς, ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς Πνεῦμα ἅγιον, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς Θεὸσ̓ καὶ Κύριος ἐπηγγείλατο ἀποστεῖλαι τῷ γένει τῶν ἀνθρώπων

1052
τὸν Παράκλητον, καθὼς γέγραπται, τὸ Πνεῦμα τῆς ἀληθείας. Ὅπερ καὶ αὐτὸς ἀπέστειλεν ἀνελθὼν εἰς τοὺς οὐρανοὺς, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός: ἐκεῖθεν δὲ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς.

Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν Πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διὰ τὸ ἐν ταῖς Γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι. ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας Γραφὰς μηδαμοῦ περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας μεμνῆσθαι. Μήτε μὴν δεῖν ἐπὶ προσώπου Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι. Ὅμοιον δὲ λέγομεν τῷ Πατρὶ τὸν Υἱὸν, καθὼς καὶ αἱ θεῖαι Γραφαὶ λέγουσι καὶ διδάσκουσι. Πάσας δὲ τὰς αἱρέσεις, τὰς ἤδη πρότερον καθαιρεθείσας, ἢ καὶ εἴ τινες νεωστὶ ἀνεφύησαν ὑπεναντίαι ταύτης τῆς γραφῆς τῆς ἐκτεθείσης, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν οἱ μὲν δείσαντες, οἱ δὲ φενακισθέντες, συνέγραψαν: οἱ δὲ συνθέσθαι μὴ βουληθέντες, εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἐξεπέμφθησαν.

Συνοδικὸς τόμος Δαμάσου Ῥώμης. καὶ τῶν δυτικῶν ἐπισκόπων, περὶ τῆς κατὰ Ἀρίμινον συνόδου.

Ὅτι μέντοι τῆσδε τῆς ἐκθέσεως ἄπαντες κατηγοροῦσιν οἱ τῆς ἀληθείας ἀγωνισταὶ, καὶ διαφερόντως οἱ τὴν ἐσπέραν οἰκοῦντες, μαρτυρεῖ τὰ πρὸς Ἰλλυρίους παῤ ἐκείνων γραφέντα. Ἐξῆρχε δὲ τῶν γεγραφότων Δάμασος, τῆς μὲν Ῥωμαίων Ἐκκλησίας μετὰ Λιβέριον τὴν προεδρίαν λαχὼν, παμπόλλοις δὲ ἀρετῆς κοσμούμενος εἴδεσιν. Ἐννενήκοντα δὲ κοινωνοὺς ἔσχε τῶν γραμμάτων ἐξ Ἰταλίας, καὶ Γαλατίας τῆς νῦν Γαλλίας ὀνομαζομένης, εἰς τὴν Ῥώμην συνεληλυθότας. Ἐνέθηκα δ̓ ἂν καὶ τὰ τούτων ὀνόματα, εἰ μὴ παρέλκον ὑπέλαβον. Ἔγραψαν δὲ τάδε: Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνελθόντες συνέδριον, Δάμασος, καὶ Οὐαλεριανὸς, καὶ οἱ λοιποὶ, τοῖς ἀγαπητοῖς ἀδελφοῖς τοῖς ἐν Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, ἐν Θεῷ χαίρειν.

Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων θεμελιωθεῖσαν: ταύτην κατέχειν, καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν Πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ, Θεοῦ ἱερεῖς, ὑφ̓ ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς παιδεύεσθαι. Ἀλλὰ δἰ ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν. Ὅπερ κακὸν οὐ μόνον παραφυλάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν, ἢ ἀπλότητι τῶν σκαιαῖς κεχρημένων ἑρμηνείαις γέγονεν, ἀνθίστασθαι ἀπὸ τοῦ νῦν διαφόροις διδασκαλίαις, διανοουμένους μὴ πάνυ ὀλισθαίνειν, ἀλλὰ μᾶλλον τῶν Πατέρων ἡμῶν κατεγειν τὴν γνώμην,

1053
ὁσάκις ἂν διὰφορσι βουλαὶ ταῖς ἀκοαῖς αὐτῶν ἐπεισφέρωνται. Τοιγαροῦν Αὐξέντιον τὸν Μεδιολάνου ἐξαιρέτως ἐν τούτῳ τῷ πράγματι κατακεκρίσθαι προγέγραπται. Δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν. καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν. Καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο. ὡς καὶ νῦν μάλιστα ὑφέρπει τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ Πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπίσκοποι, καὶ οἱ ἐκ τῆς Ῥωμαίων ἁγιώτατοι ἐπίσκοποι, εἰς Νίκαιαν γενομένου τοῦ σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν, καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀπεώσαντο, ὥστε τὸν Πατέρα καὶ τὸν Υἱὸν μιᾶς οὐσίας, μιᾶς θεότητος, μιᾶς ἀρετῆς. μιᾶς δυνάμεως, καὶ ἑνὸς χαρακτῆρος πιστεύεσθαι χρῆναι, καὶ τῆς αὐτῆς ὑποστάσεως καὶ οὐσίας καὶ τὸ Πνεῦμα τὸ ἅγιον: τὸν δὲ ἄλλως φρονοῦντα, ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας ἔκριναν. Ὅνπερ σωτηριώδη ὅρον, καὶ τὴν προσκυνητὴν σκέψιν, διαφθεῖραι μετὰ ταῦτα ἄλλαις σκέψεσί τινες καὶ μιᾶναι ἠθέλησαν. Ἀλλὰ ὲν αὐτῇ τῇ ἀρχῇ ἀπ̓ αὐτῶν τούτων, οἵτινες ἐν Ἀριμίνῳ ἀνανεῶσαι ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτων διωρθώθη. ὡς ὁμολογεῖν αὐτοὺς ἑτέρᾳ διαλέξει ὑφηρπάσθαι, ἢ ὅτι οὐκ ἐνενόησαν τῇ τῶν Πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι. Οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμίνῳ συναχθέντων. ὁπότε συνέστηκε. μήτε τῶν Ῥωμαίων ἐπισκόπου. οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐῖκεντίου, ὅς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὕτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων: ὁπότε καὶ μάλιστα, καθὰ προειρήκαμεν, αὐτοὶ οὗτοι, οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ καλλίονι γνώμῃ χρησάμενοι, ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.

Συνορᾷ οὗν ἡ ὑμετέρα καθαρότης, ταύτην μόνην τὴν πίστιν, ἥτις ἐν Νικαίᾳ κατὰ σὴν αὐθεντίαν τῶν ἀποστόλων ἐθεμελιώθη. διηνεκεῖ βεβαιότητι καθεκτέαν εἷναι: καὶ μεθ̓ ἡμῶν τοὺς ἀνατολικοὺς, οἵτινες ἑαυτοὺς τῆς καθολικῆς ἐπιγινώσκουσι, τοὺς δὲ δυτικοὺς καυχᾶσθαι. Πιστεύομεν δὲ, οὐκ εἰς μακρὰν τοὺς ἅλλα νοσοῦντας αὐτῇ τῇ ἐπιχειρήσει

1056
ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι, καὶ περιαιρεθήσεσθαι ἀπ̓ αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀναπνεῦσαι. Οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται. Συμφωνείτω τοίνυν μετὰ πάντων τῶν τοῦ Θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς παγίους καὶ βεβαίους εἶναι πιστεύομεν. Οὕτω καὶ ἡμεῖς μεθ̓ ὑμῶν πιστεύειν ὀφείλομεν. Τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης εὐφράνατε ἡμᾶς. Ἔῤῥωσθε, ἀδελφοὶ τιμιώτατοι.

Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐπιστολὴ περὶ τῆς αὐτῆς συνόδου.

Καὶ Ἀθανάσιος δὲ ὁ μέγας, ἐν τῇ πρὸς τοὺς Ἄφρους ἐπιστολῇ τοιαῦτα, περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου διέξεισι. Τούτων δὲ οὕτως δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμινον, ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν Πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμίνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα προκρίνοντας; τίς δὲ τούτοις συνελθεῖν ἐθελήσειεν, ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀποδεχομένοις; Οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προείπομεν, συνόδοις ἄλλοτε ἄλλο γράφοντες, καθὰ προείπομεν, συνόδοις ἄλλοτε ἄλλο γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι.

Πάσχουσι δὲ τοῦτο, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν. Ὡς γὰρ ἐκεῖνοι, καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος, ὤρυξαν ἑαυτοῖς λάκκους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν: γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ: οὕτως οὗτοι, μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον, ὤρυξαν ἑαυτοῖς συνόδους πολλὰς, καὶ πᾶσαι κεναὶ παῤ αὐτοῖς, καὶ ὡς δράγματα μὴ ἔχοντα ἰσχὺν ἐφάνησαν. Μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμινον, ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην. Καὶ γὰρ καὶ αὐτοὶ, οἱ τὴν Ἀρίμινον ὀνομάζοντες. ἐοίκασι μή εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα: ἢ γὰρ ἂν ἐσιώπησαν.

Οἴδατε γὰρ, ἀγαπητοὶ, μαθόντες καὶ ὑμεῖς παρὰ τῶν ἐλθόντων ἐξ ὑμῶν εἰς τὴν Ἀρίμινον, ὡς Οὐρσάκιος καὶ Οὐάλης, Εὐδόξιός τε καὶ Αὐξέντιος, ἐκεῖ δὲ ἦν σὺν αὐτοῖς καὶ Δημόφιλος, καθῃρέθησαν θελήσαντες ἕτερα παρὰ τὰ ἐν Νικαίᾳ γράφειν: ὅτε ἀπαιτηθέντες ἀναθεματίσαι τὴν Ἀρειανὴν αἵρεσιν, παρῃτήσαντο, καὶ μᾶλλον αὐτῆς ἠθέλησαν εἶναι προστάται. Οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς γνήσιοι δοῦλοι τοῦ Κυρίου, καὶ ὀρθῶς πιστεύοντες, ἦσαν δὲ ἐγγύς που διακόσιοι, ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ, καὶ μηδὲν πλέον ἢ ἔλαττον παῤ ἐκείνην ζητεῖν καὶ φρονεῖν. Ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι, τῷ καὶ τὴν σύνοδον γενέσθαι κελεύσαντι.

1057
Ἀλλ̓ οἱ ἐν τῇ Ἀριμίνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασι μὲν ὑβρισθῆναι αὐτοὺς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κἀαὐτῶν ἀποφηναμένους, βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ὲν αὐτῷ τῷ χειμῶνι ὥστε τῶν παῤ αὐτῶν καινοτομουμένων ἀνέχεσθαι. Εἴπερ οὖν τινες τὴν Ἀρίμινον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων, καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθέντων, μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παῤ ἐκείνην. Ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλλονται: ἐξ ὧν δείκνυνται, τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως. Καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον, καὶ τὰς παῤ ἐκείνων, ἐάν τις ἀντεξετάζειν ἐκ παραλλήλου ἐθέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τούτων δὲ τὴν ἀλογίαν. Οἱ γὰρ ἐν Νικαίᾳ συνελθόντες, οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὁμολογήσαντες τῆς οὐσίας τοῦ Πατρὸς εἶναι τὸν Υἱόν. Οὗτοι δὲ καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες, καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμίνῳ. γράφειν ἐτόλμησαν, μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν Θεόν. Κατὰ μὲν δὴ τὴν ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφίσματά τε καὶ μηχανήματα.

Περὶ τῆς Λεοντίου τοῦ τῆς Ἀντιοχείας ἐπισκόπου κακοτεχνίας, καὶ τῆς Φλαβιανοῦ καὶ Διοδώρου παῤῥησίας.

Ἐν Ἀντιοχείᾳ δὲ μετὰ Στέφανον, ὅς Φλάκιτον διαδεξάμενος τῶν ἐκκλησιαστικῶν ἐξηλάθη συλλόγων, Λεόντιος τὴν προεδρίαν ἐδέξατο, παρὰ τοὺς ἐν Νικαίᾳ γραφέντας ὅρους ταύτην λαβών. Ἐκτομίας γὰρ ἦν, αὐτουργὸς γενόμενος τῆς τόλμης λέγει δὲ καὶ τὴν αἰτίαν τῆς τόλμης ὁ μακάριος Ἀθανάσιος.

Ὁ μὲν γὰρ Λεόντιος διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέρας, λεγομένης Εὐστολίας, κεκωλυμένος συνοικεῖν αὐτῇ, δἰ αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν̓ ὲπ̓ ἀδείας ἔχῃ διατρίβειν μετ̓ αὐτῆς. Καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο: διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὥν καθῃρέθη. Ταῦτα μὲν οὗν περὶ τῆς ἄλλης αὐτοῦ γέγραφε βιοτῆς. Ἐγὼ δὲ τὸ κακόηθες αὐτοῦ καὶ πανοῦργον ὲν κεφαλαίῳ δηλώσω.

Τῆς γὰρ δὴ Ἀρείου βλασφημίας μετέχων, κρύπτειν ἐπειρᾶτο τὴν νόσον. Καὶ διχῆ διῃρημένους τοὺς ἱερωμένους καὶ τὸν λοιπὸν ὅμιλον θεωρῶν, καὶ τοὺς μὲν τὸν καὶ σύνδεσμον ἐπὶ τῆς τοῦ Υἱοῦ δοξολογίας τιθέντας, τοὺς δὲ τὴν μὲν διά πρόθεσιν ἐπὶ τοῦ Υἱοῦ, τὴν δὲ ἐν ἐπὶ τοῦ Πνεύματος προσαρμόζοντας,

1060
σιγῇ τὴν δοξολογίαν προσέφερε: μόνον δὲ τὸ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ ΤΩΝ ΑΙΩΝΩΝ ἤκουον οἱ πελάζοντες.

Καὶ ʽ??ʼἰ μὲν τὰ ἄλλα μὴ πολλὴν ἐδήλου τὴν τῆς ψυχῆς πονηρίαν, εἶπεν ἄν τις αὐτὸν ταῦτα μηχανᾶσθαι τ̔??ʼς τοῦ λαοῦ προμηθούμενον ὁμονοίας. Ἐπειδὴ δὲ δεινὰ πολλὰ κατὰ τῶν ἀληθείας ἐτεχνάσατο συνηγόρων, καὶ τοὺς τῆς ἀσεβείας μετέχοντας πάσης ἠξίου κηδεμονίας, δῆλος ἦν κρύπτων τὴν λώβην, διά τε τοῦ πλήθους τὸ δέος καὶ διὰ τὰς Κωνσταντίου κατὰ τῶν ἀνόμοιον τὸν Υἱὸν λέγειν τολμώντων χαλεπὰς ἀπειλάς. Δεδήλωκε δὲ τὴν ἐκείνου γνώμην τὰ πεπραγμένα. Ὅσοι μὲν γὰρ τοῖς ἀποστολικοῖς ἢ χειροτονίας ἀπήλαυσαν: οἱ δὲ τῆς Ἀρείου μανίας μετειληχότες, καὶ παῤῥησίας μετελάγχανον ὅτι μάλιστα πλείστης, καὶ τοῖς ἱερατικοῖς ἐγκατελέγοντο τάγμασι. Κατ̓ ἐκεῖνον τὸν καιρὸν καὶ Ἀέτιος ὁ Εὐνομίου διδάσκαλος, ὅς τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησε, τῷ τῶν διακόνων ἐγκατελέγη χορῷ. Ἀλλὰ Φλαβιανὸς καὶ Διόδωρος, τ̔??ʼν μὲν ἀσκητικὴν ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλὰς, ἄνδρα φήσαντες, πονηροῖς μὶν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς Ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι: ἠπείλουν δὲ καὶ τῆς ἐκκλησιαστικῆς ἀποστήσεσθαι κοινωνίας, καὶ τὴν ἐσπέραν καταλήψεσθαι, καὶ δῆλα ποιήσειν τὰ τυρευόμενα. Ταῦτα δείσας Λεόντιος, τῆς μὲν λειτουργίας ἔπαυσε τὸν Ἀέτιον, τῆς δὲ ἄλλης αὐτὸν θεραπείας ἠξίου. Ἡ δὲ ἀξιάγαστος ξυνωρὶς Φλαβιανὸς καὶ Διόδωρος, ἱερατικῆς μὲν λειτουργίας μηδέπω τετυχηκότες, τῷ δὲ λαῷ συντεταγμένοι, νύκτωρ καὶ μεθ̓ ἡμέραν εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ζῆλον διήγειρον ἅπαντας. Οὗτοι πρῶτοι, διχῆ διελόντες τοὺς τῶν ψαλλόντων χοροὺς, ἐκ διαδοχῆς ᾅδειν τὴν Δαυῖτικὴν ἐδίδαξαν μελῳδίαν. Καὶ τοῦτο ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον, πάντοσε διέδραμε, καὶ κατέλαβε τῆς οἰκουμένης τὰ τέρματα. Οὗτοι τῶν θείων τοὺς ἐραστὰς εἰς τοὺς τῶν μαρτύρων σηκοὺς συναγείροντες, πάννυχοι διετέλουν σὺν ἐκείνοις τὸν Θεὸν ἀνυμνοῦντες. Ταῦτα δὲ ὀρῶν ὁ Λεόντιος, κωλύειν μὲν οὐκ ἐνόμιζεν ἀσφαλές: ἐώρα γὰρ τὸ πλῆθος εὖ μάλα περὶ τοὺς ἀρίστους ἐκείνους διακείμενον ἄνδρας: ἐπιεικείᾳ δὲ τοὺς λόγους χρωννὺς, ἐν ταῖς ἐκκλησίαις ταύτην γίνεσθαι παῤ αὐτῶν τὴν λειτουργίαν ἠξίου. Οἱ δὲ, καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες, τὸ κελευόμενον ἔδρων, καὶ τοὺς ἐραστὰς εἰς τὴν ἐκκλησίαν συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν Δεσπότην παρεγγυῶντες.

1061
Τὸν μέντοι Λεόντιον οὐδὲν ἔπεισε κολάσαι τὴν πονηρίἁ??ʼ, ἀλλὰ τὸ τῆς ἐπιεικείας περιθέμενος προσωπεῖον, καὶ Στεφάνου καὶ Φλακίτου τὴν βδελυρίαν ἀπέκρυψε. Τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἠσπάσαντο βίον, τοῖς τῶν πρεσβυτέρων καὶ διακόνων ἐγκατέλεγε τάγμασι: τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους, καὶ τῶν ἀποστολικῶν δογμάτων ἀντεχομένους, ἀγεράστους κατέλιπε. Τούτου δὴ χάριν, ὀ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων. Οὐδὲ γὰρ οἱ τὰς διδασκαλίας προσφέροντες γυμνοῦν ἐθάῤῥουν τὴν βλασφημίαν.

Ὅσα μὲν οὗν Φλάκιτος καὶ Στέφανος καὶ Λεόντιος δυσσεβῆ καὶ παράνομα ἐν Ἀντιοχείᾳ δεδράκασι, συγγραφῆς μὲν οἰκείας δεῖται διὰ τὸ πλῆθος, τῆς δὲ τοῦ Δαβὶδ θρηνῳδίας διὰ τὸ μέγεθος. Καὶ περὶ τούτων γὰρ λέγειν χρή: Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπαν: Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους: καὶ οὐ μὴ μνησθῇ ἱστορίας συγγράψωμεν.

Περὶ τῆς Εὐδοξίου τοῦ Γερμανικέως καινοτομίας, καὶ Βασιλείου τοῦ Ἀγκύρας, καὶ Εὐσταθίου τοῦ Σεβαστείας, κατὰ τούτου γεγενημένης σπουδῆς.

Γερμανίκεια πόλις ἐστὶν ἐν μεθορίῳ τῆς Κιλίκων, καὶ Σύρων, καὶ Καππαδοκῶν κειμένη, εἰς δὲ τὴν Εὐφρατησίαν καλουμένην ἐπαρχίαν τελεῖ. Τῆς δὲ τῆς Ἐκκλησίας προστατεύων Εὐδόξιος, εἶτα Λεόντιον τεθνηκέναι μαθὼν, κατέλαβε μὲν τὴν Ἀντιόχειαν, ἥρπασε δὲ τὴν προεδρίαν, συὸς ἀγρίου δίκην λυμαινόμενος τὸν ἀμπελῶνα τὸν θεῖον. Οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνεκάλυπτεν: ἀλλ̓ ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογμάτων, καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς. Κατὰ τοῦτον δὲ τὸν χρόνον, Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς Ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος: Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν. Οὗτοι τὴν Εὐδοξίου παρανομίαν καὶ λύτταν μεμαθηκότες, Κωνσταντίῳ τῷ βασιλεῖ τὰ τολμηθέντα διὰ γραμμάτων ἐδήλωσαν. Ἔτι δὲ οὗτος ἐν τῷ πρὸς δυόμενον ἥλιον διέτριβε τμήματι, τὴν παρὰ τῶν τυράννων γεγενημένην βλάβην ἰώμενος μετὰ τὴν ἐκείνων ἀναίρεσιν. Συνήθεις δὲ ἦσαν οὗτοι τῷ βασιλεῖ, καὶ πλείστης ὅσης διὰ τὴν ἀξιέπαινον βιοτὴν ἀπήλαυον παῤῥησίας.

Περὶ τῆς ἐν Νικαίᾳ γενομένης πάλιν συνόδου.

Ταῦτα μαθὼν ὁ Κωνστάντιος, Ἀντιοχεῦσι μὲν

1064
ἐπέστειλεν, ὡς οὐκ αὐτὸς Εὐδοξίῳ τὴν τῆς Ἐκκλησίας ἐκείνης ἐπέτρεψε προεδρίαν: τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν: Εὐδόξιον δὲ τῆς μὲν πόλεως ἐξελαθῆναι, δοῦναι δὲ δίκας ὧν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον.

Τὴν δὲ Νίκαιαν αὐτὸς Εὐδόξιος ἀφορίσαι τῷ συνεδρίῳ τοὺς τὰ βασίλεια πεπιστευμένους οἰκονομεῖν ἔπεισεν. Ἀλλ̓ ὁ τῶν ὅλων Πρύτανις τὰ ἐσόμενα ἐπιστάμενος ὡς ἤδη γεγενημένα, σεισμῷ τινι παραδόξῳ κεκώλυκε τὸ συνέδριον. Τὰ γὰρ πλείστα τῆς ʽ??ʼόλεως ὁ σεισμὸς ἐκεῖνος κατήνεγκεν, καὶ τῶν οἰκητόρων τοὺς πλείστους διέφθειρε. Τοῦτο μεμαθηκότες οἱ συνελθόντες, καὶ κομιδῇ δείσαντες, εἰς τὰς οἰκείας Ἐκκλησίας ἀνέστρεψαν. Τῆς δὲ τοῦ Θεοῦ σοφίας ἡγοῦμαι τοῦτο μηχάνημα. Ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων Πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζόμενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἡ τῆς ἐπωνυμίας ταυτότης ἐγίνετο ἐξαπάτης, καὶ βουκολεῖν ἤμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἁπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες, καὶ ὡς τὴν παλαιὰν ἐκείνην προσφέροντες, διέλυσεν ὁ τῶν Ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον.

Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένης συνόδου.

Χρόνου δὲ διελθόντος, ὑπὸ τῶν Εὐδοξίου κατηγόρων ὑπομνησθεὶς ὁ Κωνστάντιος, εἰς Σελεύκειαν τὴν σύνοδον γενέσθαι προσέταξε: πόλις δὲ αὕτη τῆς Ἰσαυρίας πρὸς τῇ θαλάττῃ κειμένη, καὶ τῶν ὁμοφύλων πόλεων ἡγουμένη: εἰς ταύτην ἀθροισθῆναι τοὺς τῆς ἑῴας ἐπισκόπους, καὶ μὲν δὴ καὶ τοὺς τῆς Ποντικῆς, καὶ τοὺς τῆς Ἀσιανῆς παρηγγύησε. Κατὰ τοῦτον δὲ τὸν καιρὸν, Καισαρείας μὲν τῆς Παλαιστίνων μητροπόλεως Ἀκάκιος ἡγεῖτο, διαδεξάμενος τὸν Εὐσέβιον. Τοῦτον δὲ τὸν Ἀκάκιον ἡ ἐν Σαρδικῇ συναθροισθεῖσα σύνοδος ἀπεκήρυξεν: ἀλλὰ τὴν ἐξενεχθεῖσαν οὐκ ἐδέξατο ψῆφον, τοσούτου πλήθους ἀρχιερέων καταφρονήσας. Τῶν δέ γε Ἱεροσολύμων μετὰ Μακάριον ἐκεῖνον, οὖ πολλάκις ἐμνήσθην, Μάξιμος τὴν προεδρίαν παρέλαβεν, ἀνὴρ ἐν τοῖς ὑπὲρ εὐσεβείας διαπρέψας ἀγῶσι: τόν τε γὰρ δεξιὸν ὀφθαλμὸν ἀφῄρητο, καὶ τῆς ἀγκύλης ἐστέρητο τῆς δεξιᾶς. Τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκοπικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερμαχῶν. Οὗτοι πρὸς ἀλλήλους περὶ πρωτείων φιλονεικοῦντες, μεγίστων κακῶν τοῖς κοινοῖς ἐγένοντ̔??ʼ πρόξενοι. Ὁ μὲν γὰρ Ἀκάκιος, μικράς τινας εὑρὼν ἀφορμὰς, καθεῖλε τὸν Κύριλλον, καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν: ὁ δὲ Κύριλλος, τὴν μὲν Ἀντιόχειαν παρελήλυθε, ποιμένος αὐτὴν ἐστερημένην εὑρών: εἰς δὲ Ταρσὸν ἀφικόμενος, τῷ θαυμασίῳ συνῆν Σιλβανῷ Οὗτος γὰρ κατ̓ ἐκεῖνον τὸν χρόνον ἐκείνης ἡγεῖτο

1065
τῆς Ἐκκλησίας. Τοῦτο μαθὼν ὁ Ἀκάκιος, ἐπέστειλε τῷ Σιλβανῷ, καὶ τὴν καθαίρεσιν τοῦ Κυρίλλου μεμήνυκεν.

Ὁ δὲ, καὶ τὸν Κύριλλον αἰδούμενος, καὶ τὸ πλῆθος ὑφορώμενος, ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας ἀπήλαυε, τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας. Ἐπειδὴ δὲ συνῆλθον εἰς τὴν Σελεύκειαν, ἐκοινώνει μὲν τοῖς ἀμφὶ τὸν Βασίλειον, καὶ Εὐστάθιον, καὶ Σιλβανὸν, καὶ τοὺς λοιποὺς ὁ Κύριλλος τοῦ συνεδρίου. Ὁ δέ γε Ἀκάκιος ἀφίκετο μὲν καὶ αὐτὸς πρὸς τοὺς συνεληλυθότας ἐπισκόπους: πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν: ἔφασκε δὲ μὴ πρότερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων, πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον. Καί τινες μὲν τῶν τῆς εἰρήνης προμηθουμένων, ὑποχωρῆσαι τὸν Κύριλλον ἱκέτευον, ὑπισχνούμενοι μετὰ τὴν τῶν δογμάτων διάκρισιν, καὶ τὴν κατ̓ αὐτὸν ἐξετάζειν ὑπόθεσιν. Ἐπειδὴ δὲ οὐκ εἶξε, καταλιπὼν μὲν αὐτοὺς ὁ Ἀκάκ̔??ʼος ἐξελήλυθεν: Εὐδοξίῳ δὲ συγγενόμενος, τὸ μὲν ἐγκείμενον ἐξήλασε δέος, θάρσος δὲ ἐνέθηκε, συνήγορος αὐτοῦ καὶ συναγωνιστὴς ὑπισχνούμενος ἔσεσθαι: καὶ εἰς μὲν τὸ. συνέδριον εἰσελθεῖν αὐτὸν διεκώλυσε, τὴν δὲ Κωνσταντινούπολιν σὺν ἐκείνῳ κατέλαβε.

Περὶ τῶν ἐν Κωνσταντινουπόλει συμβεβηκότων τοῖς ὀρθοδόξοις ἐπισκόποις.

Κωνστάντιος γὰρ ἀπὸ τῆς ἐσπέρας ἐπανελθὼν, ἐν ταύτῃ διέτριβε. Πολλὰ δὲ τῶν συνεληλυθότων ἐπὶ τοῦ βασιλέως κατηγορήσας, καὶ σύστημα πονηρῶν ἀνθρώπων ἀποκαλέσας, ἐπ̓ ὀλέθρῳ καὶ λύμῃ τῶν Ἐκκλησιῶν συγκροτούμενον, τὸν βασιλέως ἀνῆψε θυμόν. Οὐχ ἥκιστα δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ʽ??ʼ κατὰ τοῦ Κυρίλλου συντέθεικε. Τὴν γὰρ ἱερὰν στολὴν, ἥν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων Ἐκκλησίαν γεραίρων δέδωκε τῷ Μακαρίῳ τῷ τῆς πόλεως ἐκείνης ἀρχιερεῖ, ἴνα ταύτην περιβαλλόμενος, τὴν τοῦ θείου βαπτίσματος ἐπιτελῇ λειτουργίαν, ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων, πεπρακέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυγιζομένων πριάμενον, περιβαλέσθαι μὲν, ὀρχούμενον δὲ πεσεῖν, καὶ συντριβῆναι, καὶ θανάτῳ παραδοθῆναι. Τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες, κρίνειν καὶ τοῖς ἄλλοις δικάζειν ἐπιχειροῦσι. Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες, πείθουσι τὸν βασιλέα, μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον, ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν, ἀλλὰ δέκα τοὺς ἡγουμένους.

Ἐν τούτοις Εὐστάθιος ἦν ὁ τῆς Ἀρμενίας, καὶ Βασίλειος ὁ τῆς Γαλατίας, καὶ Σιλβανὸς ὁ Ταρσοῦ, καὶ Ἐλεύσιος ὁ Κυζίκου. Οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα, τὴν Εὐδοξίου βλασψημίαν τε καὶ παρανομίαν ἐξελεγχθῆναι. Ὁ δὲ παρὰ τῶν ἄλλων τἀναντία διδασκόμενος, ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ̓ οὕτω τὰ κατ̓ ἐκεῖνον ἐξετασθῆναι. Τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαῤῥήσαντος, καὶ σὺν παῤῥησίᾳ τὸν

1068
βασιλέα διελέγξαντος, ὡς τοῖς ἀποστολικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν ὁ Κωνστάντιος, σιγῆσαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς Ἐκκλησίαις γινόμενον. Παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως: Ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ, ὁ Εὐστάθιος ἔφη, ὅρα τὰς κατὰ τοῦ Μονογενοῦς βλασφημίας ὑπ̓ Εὐδοξίου τετολμημένας. Καὶ ἅμα λέγων, ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι καὶ ταῦτα προσέκειτο: Τὰ ἀνομοίως προσφερόμενα, ἀνόμοια κατὰ τὴν οὐσίαν ἐστίν: Εἶς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δἰ οὗ τὰ πάντα: ἀνόμοιον δὲ τὸ, ἐξ οὗ, τῷ, δἰ οὗ: ἀνόμοιος ἄρα ὁ Υἱὸς τῷ Θεῷ καὶ Πατρί. Ταύτην ἀναγνωσθῆναι κελεύσας τὴν ἔκθεσιν ὁ Κωνστάντιος, καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν. Ὁ δὲ ἠρνήθη παραυτίκα, καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἔφησεν.

Ἀέτιος δὲ οὗτος ἦν, ὅ??ʼ πάλαι μὲν Λεόντιος, τὰς Φλαβιανοῦ καὶ Διοδώρου κατηγορίας δεδειξάμενος, τῆς διακονίας ἐγύμνωσε: Γεώργιος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίβουλος συνεργὸν εἶχε καὶ τῶν δυσσεβῶν ῥημάτων, καὶ τῶν ἀνοσίων ἐγχειρημάτων: τότε μέντοι μετ̓ Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν. Λεοντίου γὰρ δὴ τετελευτηκότος, καὶ Εὐδοξίου τῆς Ἀντιοχέων Ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων, καὶ τὸν Εὐδόξιον εὑρὼν ὁμόφρονα, καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβήν: καὶ σὺν Εὐνομίῳ ταῖς ἐκείνου προσηλώθη στιβάσι.

Τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον, νῦν δὲ παῤ ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γαστριζόμενος. Τότε μέντοι ὁ βασιλεὺς τοῦτο μαθὼν, εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον, καὶ εἰσεληλυθότος, τὴν ἔκθεσιν ἐκείνην ἐπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους.

Ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν, καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ. Ὁ δὲ βασιλεὺς, τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν, εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον τῆς Φρυγίας ἀπαχθῆναι κελεύσας. Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν, ἐξεβλήθη τῶν βασιλείων. Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη ταῦτα φρονεῖν: σύνοικον γὰρ: αὐτοῦ καὶ σύσσιτον τὸν Ἀέτιον εἶναι, καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι. Καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις, τὸ μηδένα ἕτερον, ἀλλ̓ αὐτὸν εἰρηκέναι Ἀετίου εἷναι τὴν ἔκθεσιν. Ἀλλ̓ οὐ χρὴ τοπάζοντας τοὺς δικάζοντας κρίνειν, ὁ βασιλεὺς ἔφη, τὰ δὲ πεπραγμένα

1069
σὺν ἀκριβείᾳ ζητεῖν. Οὐκοῦν, ἔφη ὁ Εὐστάθιος, πεισάτω πάντας ἡμᾶς μὴ ταῦτα φρονεῖν ὁ Εὐδόξιος, ἀναθεματίζων τοῦ Ἀετίου τὸ σύγγραμμα. Τοῦ δὲ βασιλέως ἀσπαστῶς δεξαμένου τὴν αἴτησιν, καὶ τοῦτο γενέσθαι προστεταχότος, ἀνεδύετο μὲν ὁ Εὐδόξιος, καὶ πολλαῖς ἐκέχρητο μηχαναῖς, ἐκκλῖναι τὴν πρόκλησιν.

Ἐπειδὴ δὲ ἐχαλέπηνεν ὁ βασιλεὺς, καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν, ὡς τοῦ δυσσεβοῦς φρονήματος κοινωνὸν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἢν καὶ τότε καὶ μετὰ ταῦτα πρεσβεύων διατετέλεκεν.

Ἀντεπήγαγε μέντοι καὶ αὐτὸς τοῖς περὶ τὸν Εὐστάθιον, χρῆναι καὶ αὐτοὺς ἀναθεματίσαι λέγων ἄγραφον ὄν τοῦ ὁμοουσίου τὸ πρόσρημα. Ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων, ὁ Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα, καὶ τὸ ἑτεροούσιον ἄγραφα τυγχάνοντα, καὶ οὔτε προφητικοῖς, οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα, δίκαιον αὐτοὺς ἀποκηρῦξαι, καὶ θείων ἐξελάσαι συλλόγων. Τούτοις καὶ βασιλεὺς ἐπεψήφισε, καὶ ἀναθεματίζειν ἐκείνους ἐκέλευσεν. Οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο: ὕστερον δὲ, τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μὲν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν.

Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεματισμὸν εἰσπραττόμενοι. Ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλβανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη: Εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν, οὔτε κτίσμα, οὔτε ἐξ ἑτέρας οὐσίας ὁ Θεὸς Λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι Θεῷ, ὡς Θεὸς ἐκ Θεοῦ, καὶ φῶς ἐκ φωτὸς, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν. Ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει: ἐπείθετο δὲ τῶν παρόντων οὐδείς: ἀλλὰ βοῆ τε πολλὴ τῶν περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐγίνετο, καὶ ὁ βασιλεὺς ἐχαλέπηνε, καὶ τῶν Ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν. Ἐλεύσιος δὲ καὶ Σιλβανὸς, σὺν τοῖς ἄλλοις, καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τιμωρίας, καὶ σφᾶς αὐτοὺς τῆς εὐσεβείας ἣ δυσσεβείας: οὐ μὴν προήσεσθαι τὴν πατρῴαν διδασκαλίαν.

Ὁ δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν, καὶ τὴν ἀνδρείαν, ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων παῤῥησίαν, τοὺς μὲν ἐξήλασε τῶν Ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ̓ αὐτῶν καταστῆναι προσέταξε. Τότε τῆς μὲν Κωνσταντινουπόλεως Ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον: τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσαντες, ἀντ̓ ἐκείνου κατέστησαν τὸν Εὐνόμιον.

Συνοδικὴ ἐπιστολὴ γραφεῖσα κατὰ Ἀετίου.

Καὶ τούτων δὲ οὕτως γεγενημένων, ἀποκηρυχθῆναι τὸν Ἀέτιον ἐγγράφως προσέταξε βασιλεύς: καὶ τῆς δυσσεβείας οἱ κοινωνοὶ πεισθέντες ἀπεκήρυξαν τὸν ὁμόφρονα. Ἔγραψαν δὲ καὶ πρὸς Γεώργιον τὸν τῆς Ἀλεξανδρέων ἡγούμενον τὰ κατὰ τοῦτον μηνύοντες.

Ἐγὼ δὲ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς. Καὶ γὰρ τοῖς συμφρονοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο.

1072
Ἀντίγραφον τῶν γραφέντων ἀπὸ πάσης τῆς συνόδου Γεωργίῳ, κατὰ Ἀετίου διακόνου, αὐτοῦ, ἕνεκεν τῆς ἀθεμίτου αὐτοῦ βλασφημίας.

Ἡ ἁγία σύνοδος ἡ ἐν Κωνσταντινουπόλει συνελθοῦσα, κυρίῳ τιμιωτάτῳ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας Γεωργίῳ, χαίρειν.

Τῆς ἐπ̓ Ἀετίῳ γενομένης καταγνώσεως ὑπὸ τῆς συνόδου διὰ τὰς ἀθεμίτους αὐτοῦ καὶ σκανδάλων γεμούσας λογογραφίας, τὸ μὲν ἀκόλουθον τοῖς ἐκκλησιαστικοῖς κανόσιν ἐπ̓ αὐτῷ παρὰ τῶν ἐπισκόπων ἐπράχθη. Καθῃρέθη γὰρ τῆς διακονίας, καὶ ἠλλοτριώθη τῆς Ἐκκλησίας, καὶ παραινέσεις παῤ ἡμῶν παρηκολούθησαν, μήτε εἰς ἀνάγνωσιν ἔρχεσθαι τὰς ἀθεμίτους αὐτοῦ ἐπιστολὰς, ῥιπτάζεσθαι δὲ αὐτὰς διὰ τὸ ἄχρηστον καὶ ἀνωφελές. Προστίθεμεν δὲ τούτοις καὶ ἀναθεματίζεσθαι αὐτὸν ἐπιμείναντα τῇ αὐτῇ προθέσει, μετὰ τῶν συναινούντων αὐτῷ. Τὸ μὲν οὗν ἀκόλουθον ἦν, κοινῇ πάντας τοὺς συνελθόντας ἐν τῇ συνόδῳ ἐπισκόπους ἀποστυγεῖν τὸν τῶν σκανδάλων καὶ τῶν ταραχῶν καὶ σχισμάτων αἴτιον, καὶ θρύλλου τοῦ κατὰ τὴν οἰκουμένην, καὶ στάσεως πρὸς ἀλλήλας τῶν Ἐκκλησιῶν, ὁμονοεῖν δὲ πρὸς τὴν ἐξενεχθεῖσαν κατ̓ αὐτοῦ ψῆφον. Ἀλλὰ παῤ εὐχὰς ἡμετέρας, καὶ παρὰ προσδοκίαν πᾶσαν, Σερᾶς καὶ Στέφανος, καὶ Ἡλιόδωρος, καὶ Θεόφιλος, καὶ οἱ σὺν αὐτοῖς, οὐ συνεψηφίσαντο ταῖς ἡμετέραις γνώμαις, οὐδὲ συνυπογράψαι ταῖς περὶ αὐτοῦ ψήφοις ἐξενεχθείσαις ἠβουλήθησαν, καίτοι τοῦ Σερᾶ καὶ ἄλλην ἀλαζονείαν μανιώδη κατηγοροῦντος τοῦ προειρημένου Ἀετίου. Ἔφασκε γὰρ αὐτὸν θρασυτέρᾳ τόλμῃ προπηδῶντα λέγειν, ὅσαπερ ὁ Θεὸς ἀπέκρυψεν ἀπὸ τῶν ἀποστόλων μέχρι νῦν, ταῦτα ἀποκεκαλύφθαι αὐτῷ διαβεβαιοῦσθαι.

Καὶ μετὰ τοὺς μανιώδεις καὶ ἀλαζονικοὺς τούτους λόγους ὑπὸ τοῦ Σερᾶ μεμαρτυρημένους περὶ Ἀετίου, οὐκ ἐδυσωποῦντο, οὐδὲ παρεκαλοῦντο συμψηφίσασθαι πᾶσιν ἡμῖν περὶ αὐτοῦ οἱ προειρημένοι κρίνει. Ὅμως δὲ ἡμεῖς μακροθυμοῦντες ἐπὶ πλείονα χρόνον συμπεριεψηφίσθημεν αὐτοῖς, τά μὲν ἀγανακτοῦντες, τὰ δὲ παρακαλοῦντες, τὰ δὲ ἐπιτιμῶντες, τὰ δὲ καὶ δυσωποῦντες συνήκειν αὐτοὺς, καὶ σύμφωνα ἀποφήνασθαι τῇ συνόδῳ πάσῃ.

Προσεκαρτεροῦμεν δὲ, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι καὶ ἐνδῶσιν. Ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ προσκαρτερήσαντες ἡμεῖς οὐκ ἐδυσωποῦμεν αὐτοὺς ἀκολουθεῖν ταῖς περὶ τοῦ προειρημένου ἀνδρὸς ἀποφάσεσι, τὸν κανόνα τῆς Ἐκκλησίας τιμιώτερον ἡγούμενοι τῆς φιλίας τῶν ἀνδρῶν, ὡρίσαμεν κατ̓ αὐτῶν ἀκοινωνησίαν, χρόνον εἰς τοῦτο διδόντες αὐτοῖς μῆνας ὅλους ἔξ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν, καὶ πρὸς ἐπιθυμίαν ἑνώσεως καὶ συμφωνίας

1073
τῆς πρὸς τὴν σύνοδον: ἐὰν εἴσω τῆς δοθείσης αὐτοῖς προθεσμίας ἐπιστρέψαντες ἕλωνται τὴν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ὁμόνοιαν, καὶ συνθῶνται τοῖς περὶ αὐτοῦ ὁρισθεῖσι, δεκτοὺς αὐτοὺς εἶναι τῆς Ἐκκλησίας ἐδοκιμάσαμεν, καὶ ἐν ταῖς συνόδοις τὴν οἰκείαν παῤῥησίαν καὶ ἀγάπην πρὸς ἡμᾶς ἀπολαμβάνειν.

Εἰ δὲ ἐπιμένοιεν ἀμεταμέλητα τολμῶντες καὶ φιλίαν ἀνθρώπων τῶν κανόνων τῆς Ἐκκλησίας καὶ τῆς πρὸς ἡμᾶς φιλίας προτιμήσαντες, τότε ἀλλοτρίους αὐτοὺς ἡγούμεθα τῆς ἐπισκοπικῆς ἀξίας.

Καθαίρεσιν δὲ αὐτῶν ὑπομενόντων, ἀναγκαῖον εἰς τοὺς τόπους αὐτῶν ἑτέρους καθίστασθαι ἐπισκόπους, ʽ??ʼνα ἡ ἔνθεσμος Ἐκκλησία τὴν προσήκουσαν τάξιν λαβοῦσα, συμφωνῇ πρὸς ἑαυτὴν, τῶν πανταχόθεν ἐπισκόπων τὸν σύνδεσμον τῆς ἀγάπης φυλαττόντων διὰ τοῦ λέγειν τὰ αὐτὰ, κατηρτισμένους τῷ αὐτῷ νοῖ, καὶ τῇ αὐτῇ γνώμῃ. Ἵνα οὖν γινώσκῃς τὰ τῇ συνόδῳ δόξαντα, ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστείλαμεν, ἅπερ εὐχόμεθά σε διαφυλάττοντα χάριτι Χριστοῦ εἰρηνικῶς καὶ ἐνθέσμως κυβερνᾷν τὰς ὑπὸ σὲ Ἐκκλησίας.

Ποία πρόφασις τοὺς Εὐνομιανοὺς τῶν Ἀρειανῶν ἀπεσχοίνισε.

Τοῦτον Εὐνόμιος ἐν τοῖς λόγοις ἐξαίρει, καὶ Θεοῦ ἄνθρωπον ὀνομάζει, καὶ παμπόλλαις εὐφημίαις γεραίρει. Ἀλλὰ τότε καὶ τοῖς ἀποκηρύττουσι συνῆν, καὶ παῤ αὐτῶν τὴν ἐπισκοπικὴν χειροτονίαν ἐδέξατο.

Οἱ δὲ περὶ Εὐδόξιον καὶ Ἀκάκιον τοῖς ἐκτεθεῖσιν ἐν Νίκῃ τῆς Θρᾴκης συνθέμενοι, ὧν ἐν τοῖς ἔμπροσθεν συγγραφεῖσιν ἐμνήσθημεν, ἀντὶ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον, ἑτέρους ἐν ταῖς ἐκείνων Ἐκκλησίαις ἐχειροτόνησαν. Καὶ τῶν μὲν ἄλλων περιττὸν ἡγοῦμαι μνησθῆναι: μόνα δὲ τὰ κατ̓ Εὐνόμιον διηγήσομαι. Ἐπειδὴ γὰρ ζῶντος Ἐλευσίου τὴν Κύζικον ἔλαβεν ὁ Εὐνόμιος, καὶ τοῦ πλήθους τὴν ὑγείαν ὁρῶν ὁ Εὐδόξιος, καὶ τὸν βασιλέα θεώμενος χαλεπαίνοντα κατὰ τῶν ἐκτίσθαι λεγόντων τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, τῷ Εὐνομίῳ παρῄνεσε κατακρύψαι τὸ φρόνημα, καὶ μή δηλῶσαι τοῦτο τοῖς θηρωμένοις κατηγορίας πρόφασιν. Καιροῦ γὰρ. ἔφη, τετυχηκότες, κηρύξομεν ʽ??ʼ νῦν κατακρύπτομεν, καὶ τοὺς ἀγνοοῦντας διδάξομεν, καὶ τοὺς ἀντιλέγοντας ἢ πείσομεν, ἢ καταναγκάσομεν, ἦ κολάσομεν. Ταύταις πειθόμενος ταῖς ὑποθήκαις Εὐνόμιος, συνεσκιασμένην προὔφερε τὴν ἀσέβειαν.

Ἀλλ̓ οἱ τοῖς θείοις ἐντραφέντες λογίοις, τῶν λεγομένων ὁρῶντες τὸ ὕπουλον, ἐδυσχέραινον μὲν, ἀντιλέγειν δὲ προφανῶς, θρασύτητος ἔργον, οὐκ ἀγχινοίας ἐνόμιζον. Τῆς οὖν αἱρετικῆς κακοδοξίας περιθέμενοι προσωπεῖα, οἴκοι προσελθόντες ἱκέτευον

1076
προφανῶς σφίσιν ἐκθέσθαι τοῦ δόγματος τὴν ἀλήθειαν, καὶ μὴ περιιδεῖν τῇδε κἀκεῖσε ταῖς διαφόροις περιφερομένους διδασκαλίαις. Ὁ δὲ θαρσήσας ἐξέφηνεν ὃ κατέκρυπτε φρόνημα. Ἀλλὰ γὰρ ἄδικον ἔλεγον ἐκεῖνοι, καὶ λίαν ἀνόσιον, μὴ πάντας τοὺς ὑπ̓ αὐτὸν τελοῦντας τῆς ἀληθείας μεταλαχεῖν.

Ὁ δὲ αὐτίκα, τούτοις καὶ τοῖς τοιούτοις ὑπαχθεὶς λόγοις, ἐν τοῖς τῆς ἐκκλησίας συλλόγοις τὴν βλασφημίαν ἐγύμνωσεν. Ἐκεῖνοι δὲ τῷ ζήλῳ τὰς ψυχὰς θήξαντες, εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον: καὶ πρῶτον μὲν παῤ Εὐδοξίῳ ἐγράψαντο τὸν Εὐνόμιον: ἐκείνου δὲ μὴ προσδεξαμένου, τῷ βασιλεῖ προσελθόντες, τὴν παῤ ἐκείνου γιγνομένην ἀπωδύροντο λώβην. Τῆς Ἀρείου γὰρ ἔλεγον βλασφημίας δυσσεβέστερα εἶναι τὰ παρὰ τούτου λεγόμενα. θυμωθεὶς δὲ ἐπὶ τούτοις ὁ βασιλεὺς, ἀγαγεῖν τὸν Εὐνόμιον τῷ Εὐδοξίῳ προσέταξε, καὶ διελεγχόμενον τῆς ἱερωσύνης γυμνῶσαι. Ἐπειδὴ δὲ πολλάκις ὑπὸ τῶν κατηγόρων ὀχλούμενος ὁ Εὐδόξιος ἀναδυόμενος διετέλει, προσῆλθον αὖθις τῷ βασιλεῖ, ὀλοφυρόμενοι καὶ βοῶντες μηδὲν ὧν προσετάχθη τὸν Εὐδόξιον δεδρακέναι, ἀλλὰ πόλιν τοσαύτην περιορᾷν ταῖς Εὐνομίου βλασφημίαις ἐκδεδομένην. Τότε Κωνστάντιος αὐτὸν ἐξελάσειν ἠπείλησε τὸν Εὐδόξιον, εἰ μὴ τὸν Εὐνόμιον ἀγαγὼν δικάσοι, καὶ ἐξελεγχόμενον ἐφ̓ οἷς ᾐτιάθη κολάσοι. Ταύτην δείσας τὴν ἀπειλὴν ὁ Εὐδόξιος, φυγεῖν ἐκ τῆς Κυζίκου τῷ Εὐνομίῳ διὰ γραμμάτων ἐδήλωσε, καὶ ἑαυτῷ μέμφεσθαι μὴ πεισθέντι ταῖς ὑποθήκαις. Ὁ δὲ Εὐνόμιος δείσας μὲν ὑπεχώρησε, τὴν δὲ ἀτιμίαν οὐκ ἐνεγκὼν, προδοσίαν μὲν κατηγόρει τοῦ Εὐδοξίου, ἠδικῆσθαι δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἀέτιον ἔλεγεν. Ἐντεῦθεν λοιπὸν ἰδίαν φρατρίαν συνεστήσατο. Ὅσοι γὰρ δὴ συνίστορες ἦσαν τῆς ἐν τοῖς δόγμασιν αὐτῶν συμφωνίας, Εὐδοξίου μὲν ἀπέστησαν προδοσίαν κατεγνωκότες, Εὐνομίῳ δὲ συνετάχθησαν, καὶ τὴν ἐπωνυμίαν ἐξ ἐκείνου μέχρι καὶ τήμερον ἔχουσιν. Ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος ὁ Εὐνόμιος, τοῖς τῆς ἀσεβείας προσθήκαις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν.

Ὅτι δὲ φιλοτιμίας πάθει δουλεύων ἴδιον συνεστήσατο σύλλογον, αὐτὰ τὰ πεπραγμένα βοᾷ, Ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν, καὶ Θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμένηκεν Εὐδοξίῳ συμπεφραγμένος.

Ἡνίκα δὲ ὁ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον, ἀλλ̓ ἐπισκόπους ἐχειροτόνει, καὶ πρεσβυτέρους, ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος. Ταῦτα μὲν οὗν ἐν Κωνσταντινουπόλει γεγένηται.

Περὶ τῆς πολιορκίας Νισίβεως πόλεως, καὶ τῆς Ἰακώβου τοῦ ἐπισκόπου ἀποστολικῆς πολιτείας.

Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων

1077
στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν ὁ Κωνστάντιος, ἀγείρας τὴν στρατιάν. Ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ ὁ τῶν Ῥωμαίων στρατὸς, ἀλλ̓ ὁ τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων Θεός. Τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι. Νίσιβις, ἤν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας.

Ταύτης ἐπίσκοπος ἦν, καὶ πολιοῦχος, καὶ στρατηγὸς Ἰάκωβος, οὖ καὶ πρόσθεν ἐμνήσθην. Τῆς δὲ ἀποστολικῆς χάριτος τὰς ἀκτῖνας οὗτος ἠφίει. Τούτου τὰς ἀξιαγάστους καὶ πολυῦμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὖθις ταύτας ἀπαριθμήσασθαι.

Μίαν δὲ μόνην ἐρῶ, τοῦ προκειμένου ἕνεκα διηγήματος.

Τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις ὑποκειμένην ὁ Περσικὸς ἐπολιόρκει στρατός. Ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκὼν, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν ἴσχυεν οὐδαμῶς.

Ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον, ὃς μέσην διατέμνει τὴν πόλιν, Μυγδόνιος δὲ ὄνομα τούτῳ, πόῤῥωθεν ἐπισχὼν, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας, καὶ ὑψηλὰς ἐργασάμενος, ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον, καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπίνης ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν. Τὸ δὲ οὐκ ἤνεγκε, σφοδροτ̔??ʼάτης οὔσης τῆς προσβολῆς: ἀλλ̓ ἐκλίθη τε καὶ κατέπεσε. Ταυτὸ δὲ παθὸν καὶ τὸ ἕτερον τοῦ πεῥ??ʼβόλου μέρος, δἰ οὗ τὴν ἔξοδον ὁ Μυγδόνιος εἶχε, κα τηνέχθη, τὴν ῥώμην οὐκ ἐνεγκών. Ταῦτα Σαβώρης ἰδὼν, ἤλπισεν ἀκμητὶ λοιπὸν τοῦ ἄστεος περιέσεσθαι. Καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἡσύχασεν, ὥστε καὶ τὸ τέλμα διαξηρανθῆναι, καὶ τὸν ποταμὸν γενέσθαι βατόν. Πανστρατιὰ δὲ προσβαλὼν τῇ ὑστεραίᾳ, καὶ προσδοκῶν διὰ τῶν καταπεπτωκότων τοῦ τείχους εἰς τὴν πόλιν εἰσιέναι μερῶν, ὁρᾷ τὸ τεῖχος ἑκατέρωθεν ᾠκοδομημένον, καὶ μάταιον αὐτῷ τὸν πόνον γεγενημένον. Ὁ γὰρ θεῖος ἐκεῖνος ἀνὴρ διὰ προσευχῆς, καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας, καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε, καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε. Καὶ ταῦτα ἔδρα, οὐ τῷ τείχει πελάζων, ἀλλ̓ ἔνδον ἐν τῷ θείῳ νεῷ τὸν Κύριον τῶν ὅλων ἀντιβολῶν. Τὸν δὲ Σαβώρην οὐ μόνον τῆς οἰκοδομίας τὸ τάχος κατέπληξεν, ἀλλὰ καὶ ἑτέρα ὄψις ἐξεδειμάτωσεν. Εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ, τὸ βασιλικὸν περικείμενον σχῆμα, καὶ τῆς τε ἀλουργῖδος τοῦ τε διαδήματος

1080
τὴν αῖγλην ἐκπεμπομένην. Τοπάσας δὲ εἶναι τὸν Ῥωμαίων βασιλέα, θάνατον ἠπείλησε τοῖς μὴ παρεῖναι τοῦτον ἀπηγγελκόσιν. Ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παῤ αὐτῶν εἰρημένα. καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα, καὶ τὸν Θεὸν ἔφη τῶν Ῥωμαίων ὑπερμαχεῖν. Καὶ δυσχεράνας ὁ δείλαιος, βέλος ἀφῆκεν εἰς τὸν ἀέρα, εἰδὼς μὲν ὡς οὑ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών. Τότε Ἐφραῒμ ὁ θαυμάσιος, συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο, τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους, καὶ τοὺς βαρβάρους ἰδεῖν, καὶ τῆς ἀρᾶς κατ̓ αὐτῶν ἀφιέναι τὰ βέλη. Εἴξας δὴ οὖν ὁ θεσπέσιος ἄνθρωπος, ἀνέβη μὲν εἵς τινα πύργον: τὸ δὲ μυρίον πλῆθος ἰδὼν, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀρὰν, σκνῖπας δὲ αὐτοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν ζωῦφίων τοῦ σφίσιν ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν. Εἴπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη: καὶ τῶν μὲν ἐλεφάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵππων, καὶ τῶν ἄλλων κτηνῶν, τά τε ὧτα καὶ τὰς ῥῖνας. Οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωῦφίων τὴν προσβολὴν, τούς τε ῥυτῆρας ἀπέῤῥηξαν, καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, τήν τε τάξιν συνέχεον. Τό τε στρατόπεδον καταλιπόντες, ἔφυγον κατακράτος. Οὕτως ὁ τρισάθλιος βασιλεὺς τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσεβούντων προμηθουμένου Θεοῦ μεμαθηκὼς τὴν ἰσχὺν, ἀνέζευξεν ἐκεῖθεν, αἰσχύνην, οὐ νίκην, ἐκ τῆς πολιορκίας δρεψάμενος.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης συνόδον.

καὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον αὐτόθι συμβάντων.

Κατὰ τοῦτον δὲ τὸν χρόνον ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διέτριβε. Τῆς δὲ ἀνακωχῆς γενομένης, καὶ τοῦ Περσικοῦ παυσαμένου πολέμου, πάλιν ἐπισκόπους συνήθροισεν ἀρνηθῆναι πάντας καὶ τὸ ὁμοούσιον ἀναγκάζων, καὶ τὸ ἑτεροούσιον. Εὐδοξίου δὲ μετὰ Λεόντιον ἐκεῖνον τὸν θρόνον ἁρπάσαντος, εἶτα ἐξελαθέντος, καὶ μετὰ πολλὰς συνόδους τὴν Κωνσταντινούπολιν παρανόμως κατεσχηκότος, ἡ Ἀντιοχέων Ἐκκλησία ποιμένος ἐστέρητο. Τότε δὴ οὗν οἱ συνεληλυθότες ἐπίσκοποι, πολλοὶ δὲ ἦσαν πάντοθεν συνειλεγμένοι, χρῆναι ἔλεγον προβληθῆναι πρότερον τῇ ποίμνῃ νομέα, ἑ??ʼθ̓ οὕτω κοινῇ σὺν ἐκείνῳ περὶ δογμάτων βουλεύσασθαι.

Κατ̓ ἐκεῖνον δὲ τὸν καιρὸν Μελέτιος ὁ θεσπέσιος πόλιν τινὰ τῆς Ἀρμενίας ἰθύνων, εἶτα τῶν ἀρχομένων τὸ δυσήνιον δυσχεράνας, ἡσυχίαν ἦγεν ἑτέρωθι διατρίβων. Τοῦτον ὑπονοήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἷναι, καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄτησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων Ἐκκλησίας παραδοῦναι τὰς ἠνίας. Πάντα γὰρ νόμον παρέβαινον ἀδεῶς, κρατῦναι πειρώμενοι τὴν ἀσέβειαν: καὶ τῶν θεσμῶν ἡ παράβασις ὑποβάθρα τῆς βλασφημίας ἐγίνετο Πολλὰ δὲ τοιαῦτα πολλαχοῦ γῆς ἐνεόχμωσαν. Οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ

1081
τὴν ἐν τοῖς δόγμασιν ὑγείαν εἰδότες, καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα, καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο, καὶ τὸ ψήφισμα γραφῆναι, καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν.

Τοῦτο δέ γε καὶ οὗτοι κἀκεῖνοι, οἷόν τινα συνθήκην κοινὴν, Εὐσεβίῳ τῷ Σαμοσάτων ἐπισκόπῳ φυλάττειν ἔδοσαν, ἀνδρὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ.

Ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν ὁ μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωεύνης μετειληχότες, ὑπήντησαν δὲ καὶ οἱ ἅλλοι τῆς ἐκκλησίας χοροὶ, καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος. παρῆσαν δὲ καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, τὸν πολυθρύλητον ἰδεῖν Μελέτιον ἱμειρόμενοι. Ὁ δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις. οἳ λέγειν ἠδύναντο, τό: Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, παρηγγύησεν ἀναπτύξαι τῷ πλήθει. Τοὺς δὲ γράφειν πεπαιδευμένους εἰς τάχος γράψαι προσέταξε τὰ παῤ ἑκάστου λεγόμενα, ἀκριβεστέραν ἔσεσθαι ταύτῃ τὴν διδασκαλίαν ὑπολαβών. Καὶ πρῶτος μὲν ὁ Λαοδικείας Γεώργιος τὴν αἱρετικὴν ἐξήμεσε δυσοσμίαν. Μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας, μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν. Τρίτον ὁ μέγας ἀνέστη Μελέτιος καὶ τοῦ τῆς θεολογίας κανόνος ὑπέδειξε τὴν εὐθύτητα.

Οἷον γάρ τινι στάθμῃ τῇ ἀληθείᾳ χρησάμενος, καὶ τὸ περιττὸν καὶ τὸ ἐλλεῖπον διέφυγεν, εὐφημίας δὲ πλείστης παρὰ τοῦ πλήθους προσφερομένης, καὶ σύντομον αὐτοῖς προσενεγκεῖν ἀντιβολούντων διδασκαλίαν, τρεῖς ὑποδείξας δακτύλους, εἶτα τοὺς δύο συναγαγὼν, καὶ τὸν ἕνα καταλιπὼν, τὴν ἀξιέπαινον ἐκείνην ἀφῆκε φωνήν: Τρία τὰ νοούμενα, ὡς ἐνὶ δὲ διαλεγόμεθα. Κατὰ ταύτης τῆς διδασκαλίας οἱ τὴν Ἀρείου νόσον ἐν τῇ ψυχῇ φέροντες, τὰς γλώττας ἐκίνησαν, καὶ συκοφαντίαν ἐξύφηναν, τὰ Σαβελλίου φρονεῖν τὸν θεῖον εἰρηκότες Μελέτιον, καὶ ἔπεισάν γε τὸν εὔριπον ἐκεῖνον, καὶ τῇδε κὰκεῖσε ῥᾳδίως φερόμενον, καὶ παρεσκεύασαν εἰς τὴν οἰκείαν ἐξοστρακίσαι πατρία. Καὶ παραυτίκα Εὐζώϊον ἀντ̓ ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον: σὺν Ἀρείῳ γὰρ καὶ τοῦτον διακονίας ἠξιωμένον ὁ μέγας Ἀλέξανδρος ἀπεκήρυξεν. Εὐθὺς δὴ γοῦν, τὸ ὑγιαῖνον πλῆθος τοῦ τὴν νόσον εἰσδεδεγμένου ἀποκριθὲν, εἰς τὴν ἀποστολικὴν Ἐκκλησίαν τὴν ἐν τῇ καλουμένῃ Παλαιᾷ διακειμένην ἠθροίζοντο.

Τριάκοντα μὲν γὰρ ἔτη μετά γε τὰς κατ̓ Εὐσταθίου τοῦ πανευφήμου γεγενημένας ἐπιβουλὰς διετέλεσαν, τῆς Ἀρειανικῆς ἀνεχόμενοι βδελυρίας, καὶ χρηστήν τινα μεταβολὴν προσδεχόμενοι. Ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παῤ αὐτοῖς αὐξανομένην, καὶ

1084
τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων, καὶ προφανῶς πολεμουμένους, καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προστάτην ἀντ̓ ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Αὼτ ἀνεμνήσθησαν εἰρημένων: Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν: πρὸς δὲ δὴ τούτοις, καὶ τῶν Εὐαγγελικῶν νόμων, οἵ σαφῶς διαγορεύουσιν: Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ταῦτα δὲ καὶ περὶ χειρὸς καὶ ποδὸς ὁ Δεσπότης ἐνομοθέτησε, καὶ προστέθεικε: Συμφέρει γάρ σοι, ἵνα ἀπόληται ἕν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν. Ἡ μὲν οὗν τῆς Ἐκκλησίας διαίρεσις τοῦτον τὸν τρόπον

Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων.

Εὐσέβιος δὲ ὁ θαυμάσιος, οὖ καὶ πρόσθεν ἐμνήσθην, ὁ τὸ ψήφισμα τὸ κοινὸν πιστευθεὶς, τῶν συνθηκῶν τὴν παράβασιν θεασάμενος, εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν. Οἱ δὲ τὸν ἀνάγραπτον ἔλεγχον ὑφορώμενοι, τὸν Κωνστάντιον ἔπεισαν ἀποστεῖλαί τινα τὸ ψήφισμα κομιούμενον. Καὶ δὴ πεισθεὶς ὁ βασιλεὺς ἀπέστειλέ τινα, τοὺς κατὰ τὴν πορείαν ἐναλλαττομένους ἵππους ἐλαύνειν εἰωθότα, καὶ τὰς ἀποκρίσεις ὡς τάχιστα φέροντα. Ἐπειδὴ δὲ ἀφίκετο, καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν: Οὐκ ἀνέχομαι, ἔφη Εὐσέβιος ὁ θαυμάσιος, τὴν κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἅπαντες οἱ δεδωκότες κατὰ ταυτὸν γένοιντο. Ταῦτα ὁ μὲν ἀπήγγειλε τῷ πεπομφότι: ὁ δὲ τῷ θυμῷ ζέσας, ἐπέστειλεν αὐτῷ πάλιν ἀποδοῦναι παρεγγυῶν: καὶ προστέθεικεν ὡς προσέταξεν ἐκτμηθῆναι αὐτοῦ τὴν χεῖρα τὴν δεξιὰν, εἰ μὴ δοίη τὸ ψήφισμα. Ταῦτα μέντοι δεδιττόμενος ἔγραψε: τῷ γὰρ κομίζοντι τὴν ἐπιστολήν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι. Ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ, εἶδεν ἐν τοῖς γράμμασιν ἢν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προὔθηκεν, ἄμφω τὼ χεῖρε τεμεῖν παρεγγυῶν: Τὸ γὰρ ψήφισμα, ἔφη, οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ.

Ταύτην οὖν τὴν ἀνδρείαν μαθὼν ὁ Κωνστάντιος, καὶ τότε ἠγάσθη, καὶ διετέλεσε θαυμάζων. Θαυμάζουσι γὰρ καὶ δυσμενεῖς τὰ τῶν ἀντιπάλων πλεονεκτήματα, ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀναγκαζόμενοι.

Κατὰ τοῦτον τὸν χρόνον ὁ Κωνστάντιος πυθόμενος ὅτι Ἰουλιανὸς, ὅν τῆς Εὐρώπης ἀπέφηνε Καίσαρα, μειζόνων πραγμάτων ἐφίεται, καὶ κατὰ τοῦ τετιμηκότος στρατείαν συναγείρει, ἀπὸ μὲν τῆς Συρίας ἀπῆρεν, ἐν δὲ τῇ Κιλικίᾳ τὸν βίον κατέλυσεν.

Οὐ γὰρ εἶχεν ἐπίκουρον, ὅν ὁ πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον, Οὗ δὴ εἵνεκα πικρῶς ὠλοφύρετο τῆς πίστεως τὴν μετάθεσιν.