Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοῦ δὲ συνταραχθέντος τῷ δέει καὶ πρέσβεις ἐκπέμψαντος καὶ κοινὴν ἀμφοτέροις γενέσθαι τὴν βασιλείαν αἰτοῦντος, Ἰόβιος ὁ τῆς αὐλῆς ὕπαρχος παρὰ Ἀττάλου καθεσταμένος οὐδὲ ὄνομα καταλείψειν Ὁνωρίῳ βασιλείας ἔλεγεν Ἄτταλον, ἀλλ̓ οὐδὲ ὁλόκληρον ἕξειν τὸ σῶμα, νῆσόν τε αὐτῷ δώσειν εἰς οἴκησιν, πρὸς τῷ καὶ μέρος αὐτῷ τι τοῦ σώματος καταστήσειν πεπηρωμένον.

ἐκπλαγέντων δὲ πάντων ἐπὶ τῇ τῶν λόγων ἀλαζονείᾳ, καὶ τοῦ βασιλέως Ὁνωρίου πρὸς φυγὴν ὄντος ἑτοίμου καὶ ἐπὶ τούτῳ πλῆθος πλοίων οὐ μέτριον εἰς τὸν τῆς Ῥαβέννης λιμένα συναγαγόντος, ἓξ τάγματα στρατιωτῶν προσωρμίσθησαν, πάλαι

290
μὲν ἔτι περιόντος Στελίχωνος προσδοκώμενα, τότε δὲ πρὸς συμμαχίαν ἐκ τῆς ἑῴας παραγενόμενα, χιλιάδων ἀριθμὸν ὄντα τεσσάρων.

ἀνενεγκὼν δὲ ὥσπερ ἐκ κάρου βαθέος Ὁνώριος τοῖς μὲν ἐκ τῆς ἑῴας ἀφιγμένοις τὴν τῶν τειχῶν ἐπίστευε φυλακήν, ἐγνώκει δὲ τέως ἐπιμεῖναι τῇ Ῥαβέννῃ, μέχρις ἂν ἀκριβέστερον τὰ κατὰ τὴν Λιβύην αὐτῷ δηλωθείη, καὶ εἰ μὲν Ἡρακλειανὸς ὑπέρτερος γένοιτο, τῶν αὐτόθι πραγμάτων ὄντων ἐν ἀσφαλεῖ παντὶ τῷ στρατεύματι πολεμεῖν Ἀττάλῳ καὶ Ἀλλαρίχῳ, τῶν δὲ εἰς τὴν Λιβύην παῤ αὐτοῦ πεμφθέντων ἐλαττωθέντων ταῖς οὔσαις αὐτῷ ναυσὶ πρὸς Θεοδόσιον εἰς τὴν ἑῴαν ἐκπλεῦσαι καὶ τῆς τῶν ἑσπερίων βασιλείας ἐκστῆναι.

Καὶ Ὁνώριος μὲν ἐν τούτοις ἦν, Ἰόβιος δὲ κατὰ πρεσβείαν, ὡς διεξῆλθον ἤδη, πρὸς Ὁνώριον ἐκπεμφθεὶς εἰς ἔννοιαν ἔρχεται προδοσίας, Ὁνωρίου διά τινων αὐτὸν ὑπελθόντος. καὶ πρὸς μὲν τὴν γερουσίαν παραιτεῖται πληρῶσαι τὴν πρεσβείαν, ἀφεὶς πρὸς αὐτὴν ἀπρεπῆ τινὰ ῥήματα, καὶ ὡς προσήκει, τῶν ἐν Λιβύῃ σταλέντων διαμαρτόντων, εἰς τὸν κατὰ Ἡρακλειανοῦ πόλεμον χρῆναι βαρβάρους ἐκπέμψαι: σαλεύεσθαι γὰρ αὐτοῖς τὴν ἐκεῖθεν ἐλπίδα Κώνσταντος ἀναιρεθέντος.

κινηθέντος δὲ πρὸς ὀργὴν Ἀττάλου καὶ δἰ ἑτέρων τὸ πρακτέον μηνύσαντος, πέμπονται κατὰ τὴν Λιβύην ἕτεροι μετὰ χρημάτων τοῖς αὐτόθι βοηθήσοντες πράγμασιν. Ὅπερ

291
μαθὼν Ἀλλάριχος, καὶ ἀπαρεσθεὶς τῷ γενομένῳ, τοῖς κατὰ τὸν Ἄτταλον ἀπεγνώκει, φρενοβλαβείᾳ καὶ σὺν οὐδενὶ κόσμῳ τοῖς ἀλυσιτελέσι ῥᾳδίως ἐπιχειροῦντα.

ταῦτα δὲ λαβὼν κατὰ νοῦν ἀναχωρεῖν ἔκρινε τῆς Ῥαβέννης, καίτοι γε ἐνστῆναι τῇ ταύτης πολιορκίᾳ διανοούμενος ἄχρις ἁλώσεως: Ἰόβιος γὰρ αὐτῷ τοῦτο παρῄνει, ὃς ἐπειδὴ τῶν ἐν Λιβύῃ διαμαρτεῖν ἔγνω τὸν ὑπὸ Ἀττάλου σταλέντα, τέλεον εἰς τὸ τὰ Ὁνωρίου πράττειν ἐτράπη, κακηγορῶν τε Ἄτταλον Ἀλλαρίχῳ διετέλει, πείθειν σπουδάζων ὡς, ἐπειδὰν κρατήσειε τῆς βασιλείας, αὐτῷ πρῶτον ἐπιβουλεύσοι καὶ πᾶσι τοῖς κατὰ γένους ἀγχιστείαν προσήκουσιν.