Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

κατὰ ταῦτα δεξάμενοι τὴν Ἀλλαρίχου πρεσβείαν ἐκάλουν αὐτὸν πρὸ τῆς πόλεως: καὶ κατὰ τὸ κελευόμενον Ἄτταλον, ὄντα ὕπαρχον τῆς πόλεως, εἰς τὸν βασίλειον ἀναβιβάζουσι θρόνον, ἁλουργίδα καὶ στέφανον περιθέντες.

ὃ δὲ παραχρῆμα Λαμπάδιον μὲν τῆς αὐλῆς ἀναδείκνυσιν ὕπαρχον, Μαρκιανὸν δὲ τῆς πόλεως ἔταξεν ἄρχειν: τὰς δὲ τῶν δυνάμεων στρατηγίας αὐτῷ τε Ἀλλαρίχῳ καὶ Οὐάλεντι παραδέδωκεν ʽοὗτος δὲ ἦν ὁ πρότερον τῶν κατὰ Δελματίαν ταγμάτων ἡγούμενοσ̓, καὶ τοῖς ἄλλοις ἑξῆς τὰς ἀρχὰς ἐνεχείρισεν.

ἀναζεύξας δὲ μετὰ τῆς βασιλικῆς

288
δορυφορίας ἐχώρει πρὸς τὰ βασίλεια, πολλῶν αὐτῷ γενομένων οὐκ ἐπιτηδείων συμβόλων. τῇ δὲ ἑξῆς παρελθὼν εἰς τὴν γερουσίαν λόγον ἀλαζονείας γέμοντα διεξῄει, τήν τε γῆν ἅπασαν Ῥωμαίοις περιποιήσειν μεγαλαυχούμενος καὶ ἄλλα τούτων ὑπέρτερα, ἐφ̓ οἷς ἴσως νεμεσήσειν αὐτῷ τὸ θεῖον ἔμελλε καὶ μετ̓ οὐ πολὺ καθαιρήσειν.

Οἱ μὲν οὖν κατὰ τὴν Ῥώμην ἦσαν ἐν εὐφροσύνῃ πολλῇ, τῶν τε ἄλλων ἀρχόντων οἰκονομῆσαι καλῶς ἐπισταμένων τετυχηκότες καὶ ἐπὶ τῇ τοῦ Τερτύλλου ὑπάτῳ τιμῇ σφόδρα εὐφραινόμενοι. μόνον δὲ τὸν τῶν λεγομένων Ἀνικίων οἶκον ἐλύπει τὰ κοινῇ δοκοῦντα πᾶσι λυσιτελεῖν, ἐπειδὴ μόνοι τὸν πάντων ὡς εἰπεῖν ἔχοντες πλοῦτον ἐπὶ ταῖς κοιναῖς ἐδυσχέραινον εὐπραγίαις.

Ἀλλαρίχου δὲ συμβουλεύσαντος ὀρθῶς Ἀττάλῳ πέμψαι μετρίαν δύναμιν ἐπὶ Λιβύην καὶ Καρχηδόνα, διὰ ταύτης τε παραλῦσαι τῆς ἀρχῆς Ἡρακλειανόν, ὡς ἂν μὴ καὶ ἐξ αὐτοῦ τὰ Ὁνωρίου φρονοῦντος κώλυμά τι τοῖς ἐγχειρουμένοις συμβαίη, ταῖς τοιαύταις παραινέσεσιν Ἄτταλος οὐκ ἐτίθετο, ταῖς δὲ ἐπὶ τοῖς μάντεσιν ἐλπίσιν ἑαυτὸν ἐκδούς, καὶ ἀμαχητὶ περιποιήσασθαι Καρχηδόνα καὶ τὰ περὶ Λιβύην ἅπαντα πεπεισμένος,

Δρούμαν μὲν οὐκ ἐκπέμπει μεθ̓ ἧς εἶχε βαρβάρων δυνάμεως ῥᾷστα δυνησόμενον Ἡρακλειανὸν τῆς ἀρχῆς ἐκβαλεῖν, ἐν δευτέρῳ δὲ τὴν Ἀλλαρίχου βουλὴν ποιησάμενος Κώνσταντι παραδίδωσι τῶν ἐν τῇ Λιβύῃ στρατιωτῶν τὴν ἡγεμονίαν, οὐδεμίαν αὐτῷ δύναμιν ἀξιόμαχον συνεκπέμψας. ἀλλὰ τῶν ἐν τῇ Λιβύῃ ἐν ἀδήλῳ κειμένων, ἐπιστρατεύει τῷ

289
βασιλεῖ κατὰ τὴν Ῥάβενναν ὄντι.