Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐπὶ τούτοις Ἄτταλος καταλαβὼν τὴν Ῥώμην συνάγει τὴν γερουσίαν, καὶ βουλῆς προτεθείσης ἅπαντες μὲν ὡς εἰπεῖν ἐδοκίμαζον καὶ βαρβάρους χρῆναι μετὰ τῶν στρατιωτῶν εἰς τὴν Λιβύην ἐκπέμψαι, παραδοῦναί τε Δρούμᾳ τὴν τούτων ἡγεμονίαν, ἀνδρὶ πλεῖστα ἤδη πίστεως καὶ εὐνοίας ἐπιδείξαντι δείγματα, μόνος δὲ Ἄτταλος σὺν ὀλίγοις τῇ τῶν πολλῶν οὐκ ἐτίθετο γνώμῃ, βαρβάρων οὐδένα τῷ στρατοπέδῳ συνεκπέμψαι βουλόμενος.

ἐντεῦθεν Ἀλλάριχος εἰς τὴν Ἀττάλου καθαίρεσιν εἶδεν, Ἰοβίου πρὸ πολλοῦ ταῖς συνεχέσι διαβολαῖς ἑτοιμότερον εἰς τοῦτο κατασκευάσαντος. καὶ τὸ βούλευμα εἰς

293
ἔργον ἄγων, πρὸ τῆς Ἀριμήνου, καθ̓ ἣν τότε διέτριβεν, ἐξαγαγὼν τὸν Ἄτταλον, περιελὼν τὸ διάδημα καὶ τῆς ἁλουργίδος ἐκδύσας ταῦτα μὲν ἔπεμψεν Ὁνωρίῳ τῷ βασιλεῖ, τὸν δὲ Ἄτταλον ταῖς πάντων ὄψεσιν ἰδιώτην ἀπέδειξε,