Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἡρακλειανοῦ δὲ τοὺς ἐν Λιβύῃ πάντας λιμένας φυλακῇ παντοίᾳ καταλαβόντος, καὶ μήτε σίτου μήτε ἐλαίου μήτε ἄλλου τινὸς τῶν ἐπιτηδείων εἰς τὸν τῆς Ῥώμης κομιζομένου λιμένα, λιμὸς ἐνέσκηψε τῇ πόλει χαλεπώτερος τοῦ προτέρου, τῶν ἐπ̓ ἀγορᾷ τὰ ὤνια προτιθέντων, ὅσα ἦν αὐτοῖς, ἀποκρυπτόντων ἐλπίδι τοῦ τὰ πάντων οἰκειώσασθαι χρήματα, τῆς κατ̓ ἐξουσίαν ὁριζομένης τιμῆς αὐτοῖς διδομένης.

εἰς τοσοῦτόν τε ἦλθεν ἡ πόλις στενοχωρίας ὥστε ἐλπίσαντας καὶ ἀνθρωπίνων ἅπτεσθαι σωμάτων τοιαύτην φωνὴν ἐν τῇ ἱπποδρομίᾳ ἀφιέναι ʽπρετιΩμ ινπονε ξαρνι ηΩμαναἐ , τοῦτο δέ ἐστιν ʽὅρισον τῷ ἀνθρωπίνῳ κρέει τιμήν̓.