Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ κατὰ τὴν Ῥώμην ἐν οὐδεμιᾷ τύχῃ βελτίονι καταστάντων, ἔδοξε τῷ βασιλεῖ πέντε τῶν ἀπὸ Δελματίας στρατιωτικὰ τάγματα, τῆς οἰκείας μεταστάντα καθέδρας, ἐπὶ φυλακῇ τῆς Ῥώμης ἐλθεῖν. τὰ δὲ τάγματα ταῦτα ἐπλήρουν ἄνδρες ἑξακισχίλιοι, τόλμῃ καὶ ῥώμῃ τοῦ Ῥωμαϊκοῦ στρατεύματος κεφάλαιον ὄντες.

ἡγεῖτο δὲ αὐτῶν Οὐάλης πρὸς πάντα κίνδυνον ἑτοιμότατος, ὃς οὐκ ἀξιώσας δἰ ὁδῶν ἃς οὐκ ἐφύλαττον οἱ πολέμιοι διελθεῖν, καραδοκήσαντος Ἀλλαρίχου τὴν πάροδον ἐπιπεσόντος τε σὺν παντὶ τῷ στρατεύματι πάντας ὑπὸ ταῖς τῶν πολεμίων πεποίηκε γενέσθαι χερσί, καὶ μόλις διέφυγον ἄνδρες ἑκατόν, ἐν οἷς καὶ ὁ τούτων ἡγούμενος ἦν: οὗτος γὰρ ἅμα Ἀττάλῳ τῷ ὑπὸ τῆς γερουσίας σταλέντι πρὸς τὸν βασιλέα οἷός τε γέγονεν εἰς τὴν Ῥώμην εἰσελθὼν διασωθῆναι.