Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὔπω δὲ τῆς πρὸς Ἀλλάριχον βεβαιωθείσης εἰρήνης οἷα τοῦ βασιλέως οὔτε τοὺς ὁμήρους παραδόντος οὔτε τὰ αἰτούμενα πάντα πληρώσαντος, ἐπέμποντο παρὰ τῆς γερουσίας εἰς τὴν Ῥάβενναν πρέσβεις Καικιλιανὸς καὶ Ἄτταλος καὶ Μαξιμιανός, οἳ πάντα ἀποδυρόμενοι τὰ συμβάντα τῇ Ῥώμῃ καὶ τὸ πλῆθος τῶν ἀπολωλότων ἐκτραγῳδήσαντες ἤνυσαν πλέον οὐδέν, Ὀλυμπίου συνταράττοντος πάντα καὶ τοῖς καλῶς ἔχειν δοκοῦσιν ἐμποδὼν γινομένου.

ταύτῃ τοι τοὺς πρέσβεις ἐάσας ἀπράκτους ἐφ̓ οἷς ἐληλύθασι, παραλύσας Θεόδωρον τῆς τῶν ὑπάρχων ἀρχῆς Καικιλιανῷ ταύτην παρέδωκεν, Ἄτταλον δὲ προεστάναι τῶν θησαυρῶν ἔταξεν. ἔργον δὲ οὐδὲν ἕτερον ἔχοντος Ὀλυμπίου ἢ τὸ πανταχόθεν τοὺς Στελίχωνι συνεπίστασθαί τι λεγομένους ἰχνεύειν, ἤχθησαν εἰς κρίσιν ἐπὶ τῇ τοιαύτῃ συκοφαντίᾳ Μαρκελλιανὸς καὶ Σαλώνιος, ὄντες ἀδελφοὶ καὶ ἐν τῷ τάγματι τῶν βασιλικῶν ὑπογραφέων ἀναφερόμενοι: καὶ τούτους γὰρ Ὀλύμπιος τῷ τῆς αὐλῆς παρέδωκεν ὑπάρχῳ, καὶ αἰκισμοῦ παντὸς εἴδει τὸ σῶμα ξανθέντες τῶν Ὀλυμπίῳ σπουδαζομένων εἶπον οὐδέν.

274