Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλὰ τούτων οὕτω διῳκημένων ἐπὶ τὴν κατὰ τῆς Ῥώμης ἔφοδον Ἀλλάριχος ὡρμήθη, γελάσας τὴν Ὁνωρίου παρασκευήν. ἐπεὶ δὲ μεγίστοις οὕτως πράγμασιν οὐκ ἐκ τοῦ ἴσου μόνον ἀλλὰ καὶ ἐκ μείζονος ὑπεροχῆς ἐγχειρῆσαι διενοεῖτο, μεταπέμπεται τὸν τῆς γαμετῆς ἀδελφὸν Ἀτάουλφον ἐκ τῆς ἀνωτάτω Παιονίας, ὡς ἂν αὐτῷ κοινωνήσοι τῆς πράξεως,

Οὔννων καὶ Γότθων πλῆθος οὐκ εὐκαταφρόνητον ἔχων. οὐκ ἀναμείνας δὲ τὴν αὐτοῦ παρουσίαν, ἀλλ̓ εἰς τὸ πρόσω προελθὼν Ἀκυληίαν μὲν παρατρέχει καὶ τὰς ἑξῆς ταύτῃ πόλεις ἐπέκεινα τοῦ Ἠριδανοῦ ποταμοῦ κειμένας ʽφημὶ δὴ Κονκορδίαν καὶ Ἄλτινον καὶ ἐπὶ ταύτῃ Κρεμῶνἀ, καὶ περαιωθεὶς τὸν ποταμόν, ὥσπερ ἐν πανηγύρει, πολεμίου μηδενὸς ἀπαντήσαντος εἴς τι τῆς Βονωνίας ὁρμητήριον ἦλθεν, ὃ καλοῦσιν Οἰκουβαρίαν.

ἐντεῦθεν Αἰμιλίαν ἅπασαν παραμείψας καὶ καταλιπὼν ὀπίσω τὴν Ῥάβενναν εἰς Ἀρίμηνον ἀφίκετο, πόλιν τῆς Φλαμινίας μεγάλην. εἶτα καὶ ταύτην παραδραμὼν καὶ τὰς ἄλλας ὅσαι τῆς αὐτῆς ἐπαρχίας ἦσαν, εἰς τὸ Πίκηνον παρεγένετο: τοῦτο δὲ ἔθνος ἐστὶν ἐν ἐσχάτῳ που τοῦ Ἰονίου κείμενον κόλπου.