Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἀλλάριχος δὲ οὐδὲ παρὰ τούτων ἐρεθιζόμενος ᾑρεῖτο τὸν πόλεμον, ἀλλὰ ἔτι τὴν εἰρήνην ἔμπροσθεν ἐποιεῖτο, τῶν ἐπὶ Στελίχωνος σπονδῶν μεμνημένος. στείλας δὲ πρέσβεις ἐπὶ χρήμασιν οὐ πολλοῖς εἰρήνην ᾔτει γενέσθαι, λαβεῖν τε ὁμήρους Ἀέτιον καὶ Ἰάσονα, τὸν μὲν Ἰοβίου γενόμενον παῖδα τὸν δὲ Γαυδεντίου, δοῦναι δὲ καὶ αὐτὸς τῶν παῤ αὐτῷ τινὰς εὖ γεγονότας, καὶ ἐπὶ τούτοις ἄγειν τὴν ἡσυχίαν, μεταστῆσαί τε εἰς Παιονίαν ἐκ τοῦ Νωρικοῦ τὸ στράτευμα.

ἐπὶ τούτοις Ἀλλαρίχου τὴν εἰρήνην αἰτοῦντος, ὁ βασιλεὺς ἀπεσείετο τὰ αἰτούμενα. καίτοι γε δυοῖν ἐχρῆν θάτερον πράξαντα τὸ παρὸν εὖ διαθεῖναι: ἢ γὰρ ἀναβαλέσθαι τὸν πόλεμον ἔδει, σπονδὰς ποιησάμενον ἐπὶ μετρίοις τισὶ χρήμασιν, ἢ πολεμεῖν αἱρούμενον πάντα συναγαγεῖν ὅσα στρατιωτῶν τάγματα ἦν, καὶ ταῖς παρόδοις τῶν πολεμίων ἐγκαταστῆσαι, καὶ ἀποκλεῖσαι τὸν βάρβαρον τῆς ἐπὶ τὸ πρόσω πορείας, ἡγεμόνα τε καταστῆσαι καὶ στρατηγὸν τοῦ πολέμου παντὸς Σάρον, ὄντα μὲν καθ̓ ἑαυτὸν ἄξιον καταπλῆξαι τοὺς πολεμίους διά τε ἀνδρείαν καὶ πολεμικὴν ἐμπειρίαν, ἔχοντα δὲ καὶ βαρβάρων πλῆθος ἀρκοῦν εἰς ἀντίστασιν.

ἀλλ̓ οὔτε τὴν εἰρήνην δεξάμενος οὔτε τὴν Σάρου φιλίαν ἐπισπασάμενος οὔτε τὸ Ῥωμαϊκὸν συναγαγὼν στρατόπεδον, τῶν δὲ Ὀλυμπίου τὰς ἐλπίδας ἀναρτήσας εὐχῶν, τοσούτων αἴτιος ἐγένετο τῷ πολιτεύματι συμφορῶν. στρατηγούς τε γὰρ ἐπέστησε τῷ

264
στρατεύματι καταφρόνησιν ἐμποιῆσαι τοῖς πολεμίοις ἀρκοῦντας, Τουρπιλλίωνα μὲν τοῖς ἱππεῦσιν, Οὐαράνην δὲ τοῖς πεζοῖς ἐπιστήσας καὶ τῇ τῶν δομεστίκων ἴλῃ Βιγελάντιον, καὶ τὰ λοιπὰ τούτοις ὁμολογοῦντα, ὧν ἕνεκα ταῖς ἐλπίσι πάντες ἀπεγνωκότες ἐν ὀφθαλμοῖς ἔχειν ἐδόκουν τὴν τῆς Ἰταλίας ἀπώλειαν.