Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὁ μὲν οὖν Στελίχων τὴν πρὸς Ἀλλάριχον εἰρήνην τοιῷδε τρόπῳ καταπραξάμενος ἐπὶ τὴν ἔξοδον ὥρμητο, τοῖς αὐτῷ δόξασιν ἔργον ἐπιθήσων: ὁ δὲ βασιλεὺς ἐθέλειν ἔφασκεν ἐκ τῆς Ῥώμης εἰς τὴν Ῥάβενναν παραγενέσθαι θεάσασθαί τε τὸ στρατόπεδον καὶ φιλοφρονήσασθαι, πολεμίου μάλιστα τοιούτου τῆς Ἰταλίας ἐντὸς διαβάντος.

ἔλεγε δὲ ταῦτα οὐκ οἴκοθεν κινούμενος, ἀλλὰ συμβουλῇ Σερήνας πειθόμενος: ἐβούλετο γὰρ αὐτὸν ἀσφαλεστέραν πόλιν οἰκεῖν, ἵνα εἰ τὴν εἰρήνην πατήσας Ἀλλάριχος ἐπέλθοι τῇ Ῥώμῃ, μὴ κυριεύσῃ καὶ τοῦ βασιλέως: ἦν γὰρ αὐτῇ σπουδὴ περισώζεσθαι τοῦτον, ὡς καὶ αὑτῆς τὴν ἀσφάλειαν διὰ τῆς ἐκείνου σωτηρίας ἐχούσῃ.

255

τῆς δὲ τοῦ βασιλέως ἐπὶ τὴν Ῥάβενναν ὁρμῆς ἀποθυμίου τῷ Στελίχωνι φανείσης, ἐπενοεῖτο πολλὰ ταύτης κωλύματα. τοῦ δὲ βασιλέως οὐκ ἐνδιδόντος ἀλλ̓ ἐχομένου τῆς ὁδοιπορίας, Σάρος βάρβαρος μὲν τὸ γένος, ἐν δὲ τῇ Ῥαβέννῃ στίφους βαρβάρων ἡγούμενος, γνώμῃ Στελίχωνος ἐκίνει πρὸ τῆς πόλεως θορύβους, οὐχ ὡς τῷ ὄντι συνταράξαι τὰ καθεστῶτα βουλόμενος, ἀλλ̓ ὡς ἂν ἐκφοβήσοι τὸν βασιλέα καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν Ῥάβενναν ἀποστρέψειε.

τοῦ δὲ οὐκ ἀποστάντος ἧς εἶχε γνώμης, Ἰουστινιανὸς ἐν τῷ τῶν συνηγόρων κατὰ τὴν Ῥώμην ἐπιτηδεύματι διαπρέψας, αἱρεθεὶς δὲ παρὰ Στελίχωνος πάρεδρός τε ὁμοῦ καὶ σύμβουλος, ὑπὸ τῆς ἄγαν ἀγχινοίας φαίνεται τὰ τῆς βασιλικῆς ὁδοῦ τεκμαιρόμενος, καὶ ὡς ἀλλοτρίως ἔχοντες πρὸς Στελίχωνα οἱ ἐν τῷ Τικήνῳ στρατιῶται τοῦ βασιλέως ἐπιδημήσαντος εἰς τὸν ἔσχατον αὐτὸν καταστήσουσι κίνδυνον.

διετέλει τε παραινῶν ἐκστῆναι τὸν βασιλέα τῆς τοιαύτης ὁρμῆς. ὁρῶν δὲ ἀπειθοῦντα τοῖς Στελίχωνος λόγοις ἀπιὼν ᾤχετο, δέει τοῦ μὴ διὰ τὴν οἰκειότητα συγκατενεχθῆναι τῇ Στελίχωνος τύχῃ.