Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

διαβὰς δὲ ὅμως ὁ Ἀλλάριχος ἐκ τοῦ Νωρικοῦ πρὸς Στελίχωνα πρεσβείαν ἐκπέμπει, χρήματα αἰτῶν ὑπέρ τε τῆς ἐν ταῖς Ἠπείροις τριβῆς, ἣν ἔλεγεν αὑτῷ Στελίχωνι πεισθέντι γενέσθαι, καὶ τῆς εἰς τὴν Ἰταλίαν καὶ τὸ Νωρικὸν εἰσβολῆς. ὁ δὲ Στελίχων τὴν πρεσβείαν δεξάμενος καὶ ἐν τῇ Ῥαβέννῃ τοὺς πρέσβεις ἐάσας εἰς τὴν Ῥώμην ἀφίκετο, κοινώσασθαι τῷ βασιλεῖ καὶ τῇ γερουσίᾳ περὶ τοῦ πρακτέου βουλόμενος.

συνελθούσης δὲ τῆς γερουσίας εἰς τὰ βασίλεια καὶ βουλῆς περὶ τοῦ πολεμεῖν ἢ μὴ προτεθείσης, ἡ μὲν τῶν πλειόνων εἰς τὸ πολεμεῖν ἐφέρετο γνώμη, μόνος δὲ Στελίχων σὺν ὀλίγοις, ὅσοι φόβῳ συγκατετίθεντο, τὴν ἐναντίαν ἐχώρουν, εἰρήνην πρὸς Ἀλλάριχον ʽ??ʼοιεῖσθαι ψηφιζόμενοι.

τῶν δὲ τὸν πόλεμον αἱρουμένων ἀπαιτούντων Στελίχωνα λέγειν ἀνθ̓ ὅτου μὴ πολεμεῖν μᾶλλον ἀλλ̓ εἰρήνην αἱρεῖται, καὶ ταύτην ἐπ̓ αἰσχύνῃ τοῦ Ῥωμαίων ἀξιώματος ἀνέχεται χρημάτων ὠνήσασθαι, ʽδιὰ γὰρ τὸ τῷ βασιλεῖ συνοῖσον̓ ἔφη ʽτοσοῦτον ἐν ταῖς Ἠπείροις διέτριψε χρόνον,ʼ ὡς ἂν ἅμα οἷ τῷ τῆς ἑῴας βασιλεύοντι πολεμήσας Ἰλλυριοὺς ἐκείνης παρέληται τῆς ἀρχῆς καὶ τῇ Ὁνωρίου

254

προσθείη. τοῦτο δ̓ ἂν εἰς ἔργον ἤδη προῆλθεν, εἰ μὴ τοῦ βασιλέως Ὁνωρίου φθάσαντα γράμματα τὴν ἐπὶ τὴν ἑῴαν ἔλασιν αὐτοῦ διεκώλυσεν, ἣν ἐκδεχόμενον Ἀλλάριχον αὐτόθι χρόνον δαπανῆσαι πολύν. καὶ ταῦτα λέγων ὁ Στελίχων ἅμα καὶ τὴν ἐπιστολὴν ἐδείκνυ, καὶ τὴν Σερήναν αἰτίαν ἔλεγεν εἶναι τὴν ἀμφοτέρων τῶν βασιλέων ὁμόνοιαν ἀδιάφθορον φυλάττεσθαι βουλομένην.

πᾶσι τοίνυν δόξαντος δίκαια λέγειν Στελίχωνος, ἐδόκει τῇ γερουσίᾳ χρυσίου τετρακισχιλίας ὑπὲρ τῆς εἰρήνης Ἀλλαρίχῳ δίδοσθαι λίτρας, τῶν πλειόνων οὐ κατὰ προαίρεσιν ἀλλὰ τῷ Στελίχωνος φόβῳ τοῦτο ψηφισαμένων, ὥστε ἀμέλει Λαμπάδιος γένους καὶ ἀξιώματος εὖ ἔχων, τῇ πατρίῳ φωνῇ τοῦτο ὑποφθεγξάμενος ʽνον εστ ιστα παχ σεδ παξτιο σερϝιτυτισ̓ , ὃ δηλοῖ δουλείαν μᾶλλον ἤπερ εἰρήνην εἶναι τὸ πραττόμενον, ἅμα τῷ διαλυθῆναι τὸν σύλλογον, δέει τοῦ μὴ παθεῖν τι διὰ τὴν παρρησίαν, εἴς τινα πλησιάζουσαν τῶν Χριστιανῶν ἀπέφυγεν ἐκκλησίαν.