Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

λίαν ἔγνωκε διαβῆναι, δεδιότες μή ποτε κακῶς διατεθεῖεν τούτῳ περιπεσόντες, ἀπέβησαν τῆς νεὼς ἐν τοῖς περὶ τὴν Ἤπειρον τόποις, καὶ περὶ τῆς σφῶν βουλευόμενοι σωτηρίας ʽἐποίει γὰρ αὐτοῖς ταύτην ἐπισφαλῆ τὸ τοῦ πλημμελήματος ὑπερβάλλον̓ καιρὸν δεδώκασι τοῖς παῤ αὐτῶν φυλαττομένοις φυγῆς. ἕτεροι δέ φασιν ὡς χρημάτων αὐτοῖς τὴν ἄφεσιν ἐφιλοτιμήσαντο.

οἳ δέ, ὅπως ποτὲ διέφυγον, ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανελθόντες

244
παρὰ πᾶσαν ἐλπίδα τῷ τε βασιλεῖ καὶ τῇ γερουσίᾳ καὶ πᾶσι τοῖς ἄλλοις ἐφάνησαν. ἐντεῦθεν ηὐξήθη τῇ συνοικούσῃ τῷ βασιλεῖ τὸ κατὰ Ἰωάννου τοῦ τῶν Χριστιανῶν ἐπισκόπου μῖσος, χαλεπαινούσῃ πρότερον μὲν αὐτῷ κωμῳδεῖν εἰωθότι κατὰ τὰς συνόδους αὐτὴν ἐν ταῖς πρὸς τὸ πλῆθος ὁμιλίαις: τότε δέ, μετὰ τὴν Ἰωάννου καὶ τῶν ἄλλων ἐπάνοδον,

εἰς τὴν κατ̓ αὐτοῦ δυσμένειαν ἐμφανῶς ἐξανέστη. πράττουσα δὲ πάντα κατ̓ ἐξουσίαν ἐκίνει τοὺς πανταχόθεν ἐπισκόπους εἰς τὴν Ἰωάννου καθαίρεσιν, ὧν ἦν πρῶτος καὶ κορυφαῖος ὁ τῆς Ἀλεξανδρείας τῆς ἐν Αἰγύπτῳ Θεόφιλος, ὁ πρῶτος ἀρξάμενος τῆς κατὰ τῶν ἱερῶν καὶ τῶν ἐξ αἰῶνος πατρίων ἐπιβουλῆς. προτεθείσης δὲ κρίσεως, ὁρῶν ὁ Ἰωάννης οὐκ ἐξ ἴσης αὑτῷ τὰ πράγματα προβαίνοντα ψήφου τῆς Κωνσταντινουπόλεως ἑκὼν ἀνεχώρει.

τοῦ δὲ πλήθους ἐπὶ τούτῳ συνταραχθέντος ʽἦν γὰρ ὁ ἄνθρωπος ἄλογον ὄχλον ὑπαγαγέσθαι δεινὸσ̓ θορύβου μὲν ἦν πλήρης ἡ πόλις, ἀπείληπτο δὲ ἡ τῶν Χριστιανῶν ἐκκλησία ὑπὸ τῶν λεγομένων μοναχῶν. οὗτοι δὲ γάμοις τοῖς κατὰ νόμον ἀπαγορεύουσι, συστήματα δὲ πολυάνθρωπα κατὰ πόλεις καὶ κώμας πληροῦσιν ἀνθρώπων ἀγάμων, οὔτε πρὸς πόλεμον οὔτε πρὸς ἄλλην τινὰ χρείαν ἀναγκαίαν τῇ πολιτείᾳ, πλὴν ὅτι προϊόντες ὁδῷ μέχρι τοῦ νῦν ἐξ ἐκείνου τὸ πολὺ μέρος τῆς γῆς ᾠκειώσαντο, προφάσει τοῦ μεταδιδόναι πάντων πτωχοῖς πάντας ὡς εἰπεῖν πτωχοὺς καταστήσαντες.

οὗτοι δὲ τὰς ἐκκλησίας ἀπολαβόντες ἐκώλυον τὰ πλήθη ταῖς συνήθεσιν εὐχαῖς προσιέναι. πρὸς ὃ δυσχεραίνοντες δημοτικοί τε ὁμοῦ καὶ στρατιῶται τὴν τῶν μοναχῶν ᾔτουν ἀνακόψαι θρασύτητα. δοθέντος δὲ αὐτοῖς ἐπὶ τοῦτο συνθήματος ἐχώρουν ἀνέδην καὶ σὺν οὐδεμιᾷ κρίσει πάντας ἀπέσφαττον, ἕως τὴν μὲν ἐκκλησίαν ἐπλήρωσαν νεκρῶν, τοὺς δὲ ἀποδράντας διώξαντες κατεκέντησαν ἅπαντας ὅσοι

245

φαιαῖς ἔτυχον ἐσθῆσιν ἠμφιεσμένοι: οἷς συναπολέσθαι συνέβη πολλοὺς ἢ διὰ πένθος ἢ διά τινα ἑτέραν περιπέτειαν ἐν ἱματίοις εὑρεθέντας τοιούτοις. Ἰωάννης δὲ αὖθις ἐπανελθὼν τῶν αὐτῶν ἐπειρᾶτο, τοὺς ὁμοίους ἀνακινῶν ἐν τῇ πόλει θορύβους.