Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

θεασάμενοι δὲ τὸν στρατηγὸν οἱ τῶν ἄλλων νεῶν ἐπιβάται καὶ μιμησάμενοι τοὺς μὲν κατεκέντησαν, τοὺς δὲ τῶν ξύλων ἐκπεσόντας εἶχεν ἡ θάλασσα, μηδενὸς ὡς εἰπεῖν διαφυγεῖν τὸν θάνατον δυνηθέντος. ἐπὶ τούτῳ βαρυνόμενος ὁ Γαΐνης τῷ ἐλαττώματι καὶ ἀπορῶν ἐπὶ τοσούτων συμμάχων ἀποβολῇ, ὀλίγον ἀναχωρήσας τῶν ἐν Χερρονήσῳ τόπων ἐπὶ τὴν ἔξω Θρᾴκην ἀπέτρεχε. Φράουιττος δὲ διώκειν τέως οὐκ ἔγνω φεύγοντα τὸν Γαΐνην, ἀλλὰ κατὰ χώραν τὴν

242
δύναμιν ἀνελάμβανε, τῷ δεδομένῳ παρὰ τῆς τύχης ἀρκούμενος προτερήματι.

πάντων δὲ ὡς εἰπεῖν αἰτίας ἐπιφερόντων Φραουίττῳ, ὅτι διῶξαι φεύγοντα Γαΐνην οὐκ ἠθέλησεν, φεισαμένῳ δὲ ὡς ὁμοφύλων αὐτοῦ τε Γαΐνου καὶ τῶν ἅμα τούτῳ διαφυγόντων, οὐδὲν τοιοῦτον ἑαυτῷ συνεπιστάμενος ἐπανῄει πρὸς βασιλέα, μέγα φρονῶν ἐπὶ τῇ νίκῃ καὶ μετὰ παρρησίας τοῖς παῤ αὐτοῦ τιμωμένοις θεοῖς ταύτην ἀνατιθείς: οὐδὲ γὰρ ᾐσχύνετο καὶ αὐτοῦ τοῦ βασιλέως ἀκούοντος ὁμολογεῖν ὅτι σέβοιτο καὶ τιμῴη θεοὺς κατὰ τὰ πάτρια καὶ οὐκ ἀνέξεται κατὰ τοῦτο τοῖς ἀπὸ τοῦ πλήθους ἀκολουθῆσαι.

Φράουιττον μὲν οὖν ἀποδεξάμενος ὁ βασιλεὺς ὕπατον εἶναι κατέστησε: Γαΐνης δὲ τὸ πολὺ τῆς δυνάμεως μέρος ἀποβαλὼν ᾗπερ εἴρηται, μετὰ τῶν λειπομένων ἐπὶ τὸν Ἴστρον ἀπέτρεχε, πεπορθημένην δὴ τὴν Θρᾴκην ἐκ τῶν προλαβουσῶν ἐφόδων εὑρών, τὰ δὲ ἐν ποσὶ λῃζόμενος. δεδιὼς δὲ μή ποτε στρατόπεδον ἕτερον Ῥωμαϊκὸν ἐπακολουθῆσαν ἐπίθοιτο τοῖς σὺν αὐτῷ βαρβάροις οὐ πολλοῖς οὖσιν, οὐκ ἔξω δὲ ὑποψίας ἔχων τοὺς ἑπομένους αὐτῷ Ῥωμαίους, ἐκείνους μὲν οὐ προϊδομένους τὸ βούλευμα πάντας ἀπέκτεινεν, ἅμα δὲ τοῖς βαρβάροις ἐπεραιώθη τὸν Ἴστρον, εἰς τὰ οἰκεῖα ἐπανελθεῖν διανοούμενος, αὐτόθι δὲ τοῦ λοιποῦ βιοτεύειν.

Ἀλλ̓ ὁ μὲν Γαΐνης ἐν τούτοις ἦν: Οὔλδης δὲ ὁ τὴν Οὔννων ἔχων κατ̓ ἐκείνους τοὺς χρόνους ἡγεμονίαν, οὐκ ἀσφαλὲς ἡγησάμενος εἶναι βαρβάρῳ στρατόπεδον οἰκεῖον ἔχοντι συγχωρῆσαι πέραν τοῦ Ἴστρου τὴν οἴκησιν ἔχειν, ἅμα δὲ καὶ τῷ Ῥωμαίων οἰόμενος βασιλεῖ χαριεῖσθαι τοῦτον ἀποδιώκων, εἰς μάχην αὐτῷ καταστῆναι παρεσκευάζετο καὶ συναγαγὼν τὴν δύναμιν ἀντετάττετο.

καὶ Γαΐνης δὲ οὔτε πρὸς Ῥωμαίους ἐπανελθεῖν ἔτι δυνάμενος οὔτε ἄλλως τὴν ἀπειλουμένην ἔφοδον διαφυγεῖν, ὁπλίσας τοὺς σὺν αὐτῷ τοῖς Οὔννοις

243
ἀπήντα. συμπλακέντων δὲ τῶν στρατοπέδων οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις ἀλλήλοις, ἀντέσχε μὲν εἴς τινας μάχας ἡ Γαΐνου μερίς, ἐπεὶ δὲ πολλοί τε ἐξ αὐτῶν ἔπεσον, ἀνῃρέθη καὶ αὐτὸς Γαΐνης, καρτερῶς καὶ γενναίως ἀγωνισάμενος.

Τοῦ πολέμου τῇ Γαΐνου τελευτῇ πέρας λαβόντος, Οὔλδης ὁ τῶν Οὔννων ἡγούμενος τὴν τούτου κεφαλὴν Ἀρκαδίῳ τῷ βασιλεῖ πέμψας δωρεῶν ἠξιοῦτο καὶ ἐπὶ τούτοις σπονδὰς πρὸς Ῥωμαίους ἐτίθετο. τῶν δὲ πραγμάτων σὺν οὐδενὶ λόγῳ φερομένων οἷα τοῦ βασιλέως φρονήσεως ἐστερημένου, τὰ ἐν τῇ Θρᾴκῃ συνεταράττετο: φυγάδες γὰρ οἰκέται καὶ ἄλλως τὰς τάξεις ἀπολιπόντες, Οὔννους ἑαυτοὺς εἰπόντες εἶναι, τὰ ἐν τοῖς ὑπαίθροις διήρπαζον, ἕως ὁ Φράουιττος ἐπιστρατεύσας, καὶ ὅσοις ἐνέτυχεν ἀνελών, ἔξω φόβου πεποίηκε τοὺς οἰκήτορας