Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ἐντεῦθεν ἡ μὲν Εὐτροπίου δυσμένεια καὶ Στελίχωνος ἀνεκαλύπτετο καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν: ἀλλοτρίως δὲ πρὸς ἑαυτοὺς ἔχοντες ἐπὶ πάσης ἀδείας τοῖς τῶν ἀρχομένων κακοῖς ἐνετρύφων, ὃ μὲν ἤδη τὴν θυγατέρα Μαρίαν Ὁνωρίῳ τῷ βασιλεῖ γαμετὴν δεδωκώς, ὃ δὲ κυριεύων Ἀρκαδίου καθάπερ βοσκήματος.

εἴτε γὰρ κτῆμα περίβλεπτον ἦν τινὶ τῶν ὑπηκόων, εἰς θατέρου τούτων μετετίθετο δεσποτείαν, καὶ χρυσὸς δὲ καὶ ἄργυρος ἅπας ἐκ τῶν πρότερον ἐχόντων εἰς αὐτοὺς ἔρρει: πολὺς γὰρ ἦν ὁ τῶν πανταχοῦ συκοφαντούντων ἐσμός, οἷς ἐπετέτακτο τοιαῦτα καταμηνύειν.