Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὗτος ἀποβὰς ἔνθα διατρίβοντα τὸν ἀδελφὸν ἠκηκόει, καὶ ἀπαρασκεύῳ μετὰ τῆς στρατιᾶς ἐπιπεσών, μάχης καρτερᾶς γενομένης τοσοῦτον ἐκράτησεν ὥστε Γίλδωνα τὸν βίον ἀπολιπεῖν ἀπαγξάμενον: τοῦτο γὰρ εἵλετο μᾶλλον ἢ ὑπὸ τοῖς πολεμίοις γενέσθαι. καὶ ὁ μὲν Γίλδωνος ἀδελφὸς ἀποδοὺς τῇ Ὁνωρίου βασιλείᾳ Λιβύην εἰς Ἰταλίαν ἐπανῄει νενικηκώς: Στελίχων δὲ νεμεσήσας ἐπὶ τῷ κατορθώματι θεραπεύειν ὅμως προσεποιεῖτο, χρηστάς ὑποφαίνων ἐλπίδας.

ἐπεὶ δὲ προϊὼν ἐπί τι προάστειον ἐπὶ ποταμοῦ γεφύρας ἐγένετο, μετὰ δὲ τῶν ἄλλων εἵπετο καὶ ὁ Μασκέλδηλος αὐτῷ, σύνθημα πρὸς τούτου δεδομένον αὐτοῖς οἱ δορυφόροι πληροῦντες ὠθοῦσι κατὰ τοῦ ποταμοῦ. καὶ ὁ μὲν Στελίχων ἐγέλα, τὸ δὲ ῥεῦμα συναρπάσαν ἀποπνίγει τὸν ἄνθρωπον.