Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ τὰς ἀρχὰς ἐπιτετραμμένων ἐν τιμῇ κατ̓ ἐξαίρετον ἤγετο Ῥουφῖνος, Κελτὸς τὸ γένος, μάγιστρος τῶν ἐν τῇ αὐλῇ τάξεων καταστάς: τούτῳ γὰρ πάντα ὁ βασιλεὺς κατεθάρρει, τῶν ἄλλων ὀλιγωρῶν. ὅπερ ἐκίνει Τιμάσιον καὶ Πρόμωτον μετὰ τοσούτους ὑπὲρ τῆς πολιτείας κινδύνους ἐν δευτέρᾳ τάξει κειμένους. ἐφ̓ οἷς ὁ Ῥουφῖνος ὡρᾳζόμενος καὶ ἀναβεβηκὼς τῷ φρονήματι σκέμματος κοινοῦ προκειμένου θρασύτερόν τι ῥῆμα εἰς τὸν Πρόμωτον ἀπέρριψεν.

ὃ δὲ οὐκ ἐνεγκὼν ἐπήγαγε τῷ προσώπῳ τὴν χεῖρα καὶ ἔπληξεν. ὃ δὲ εἰσελθὼν καὶ τῷ βασιλεῖ τὸ πρόσωπον δείξας τοσοῦτον ἐξανέστησεν εἰς ὀργὴν ὥστε εἰπεῖν, εἰ μὴ τὸν κατὰ Ῥουφίνου φθόνον ἀπόθοιντο, ταχέως αὐτὸν ὄψονται βασιλεύοντα. ταῦτα ὁ Ῥουφῖνος ἀκηκοώς, ἐπειδὴ καὶ ἄλλως ἦν ἅπασιν ἔγκοτος διὰ φιλοπρωτείας ὑπερβολήν, ἀναπείθει τὸν βασιλέα κελεῦσαι τῶν βασιλείων ἔξω που διατρίβειν Προμώτῳ καὶ τῇ περὶ τὰ πολέμια μελέτῃ τοὺς στρατιώτας ἀσκεῖν.