Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τὰ μὲν οὖν συνενεχθέντα τῷ βασιλεῖ Θεοδοσίῳ μετὰ τὴν Μαξίμου καθαίρεσιν ἐπανιόντι τοιάδε πως ἦν: εἰς δὲ τὴν Κωνσταντινούπολιν ἐπανελθὼν ἐπὶ μὲν τῷ κατὰ Μαξίμου τροπαίῳ μέγα ἐφρόνει, τοῖς δὲ ὑπὸ τῶν ἐν τοῖς τέλμασι βαρβάρων εἰς αὐτόν τε καὶ τὸ στρατόπεδον ἅπαν γεγονόσι συνεσταλμένος πολέμοις μὲν ἀπειπεῖν ἐγνώκει καὶ μάχαις, ἐπιτρέψας τὰ περὶ ταῦτα Προμώτῳ, αὐτὸς δὲ τῆς προτέρας ἀνεμιμνήσκετο διαίτης, πολυτελῆ δεῖπνα δειπνῶν καὶ πολυπραγμονῶν ἐν ταῖς ἡδοναῖς καὶ τοῖς θεάτροις καὶ ἱπποδρομίαις ἐναβρυνόμενος, ὥστε ἔπεισί μοι θαυμάζειν τούτου τοῦ ἀνδρὸς τὴν ἐφ̓ ἑκάτερα τοῦ βίου ῥοπήν.

φύσει γὰρ ὢν ἐκμελής, ῥᾳθυμίᾳ τε πάσῃ καὶ οἷς προεῖπον ἐκκείμενος, λυπηροῦ μὲν αὐτὸν οὐδενὸς ἢ δέος ἐπάγοντος ἐνοχλοῦντος ἐνεδίδου τῇ φύσει, καθιστάμενος δὲ εἰς ἀνάγκην σαλεύειν κατά τι τὰ καθεστῶτα προσδοκωμένην ἀπετίθετο μὲν τὴν ῥᾳθυμίαν, καὶ τῇ τρυφῇ χαίρειν εἰπὼν εἰς τὸ ἀνδρωδέστερον καὶ ἐπίπονον

208
καὶ τληπαθὲς ἀνεχώρει. τοιοῦτος ἐξ αὐτῆς ἀποδεδειγμένος τῆς πείρας, ἐπειδὴ πάσης ἦν ἀπηλλαγμένος φροντίδος, ταῖς αὐτῷ φύσει προσούσαις ἐκμελείαις ἐδούλευε.