Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Αὐτὸς δὲ εἰς τὴν Θεσσαλονίκην ἐπανελθὼν οὐ τὴν τυχοῦσαν εὗρεν ἐν τοῖς Μακεδόνων πράγμασι ταραχήν. ὅσοι γὰρ τῶν βαρβάρων ἐν τοῖς ἕλεσι καὶ ταῖς περὶ τὰς λίμνας ὕλαις ἑαυτοὺς ἀποκρύψαντες ἐκ τῆς προτέρας τῶν Ῥωμαίων ἐφόδου περιεσώθησαν, τῆς περὶ τὸν ἐμφύλιον πόλεμον ἀσχολίας Θεοδοσίου τοῦ βασιλέως λαβόμενοι τὰ Μακεδόνων καὶ Θεσσαλῶν ἐλῄζοντο, μηδενὸς αὐτοῖς ἐναντιωθέντος.

ἐπεὶ δὲ

205
τὰ τῆς νίκης αὐτοῖς καὶ τῆς ἐπανόδου τοῦ βασιλέως ἠγγέλθη, τοῖς ἕλεσιν αὖθις ἑαυτοὺς ἐναπέκρυψαν, αὐτόθεν τε λαθραίως ἐπανιστάμενοι, τὰ ἐν ποσί τε ἄγοντες καὶ φέροντες, ἡμέρας ἐπιφαινομένης ἐπὶ τοὺς συνήθεις τόπους ἐχώρουν, ὥστε περιῆν τῷ βασιλεῖ λογίζεσθαι φάσματα μᾶλλον ἢ ἀνθρώπους εἶναι τοὺς ἐπιόντας.