Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Θεοδόσιος δὲ ὁ βασιλεὺς ἀκηκοὼς ὅτι διαβαίνων τὰς Ἄλπεις ὁ Μάξιμος Βίκτορα τὸν υἱὸν ἀπέλιπεν αὐτόθι τῇ τοῦ Καίσαρος ἀξίᾳ τετιμημένον, Ἀρβογάστην ἔστειλε παραχρῆμα τὸν στρατηγόν, ὃς παρέλυσέ τε τῆς ἀρχῆς καὶ ἀπέκτεινε τὸ μειράκιον. τούτων ἀπαγγελθέντων Ἀνδραγαθίῳ τὰ περὶ τὸν Ἰόνιον διερευνωμένῳ πορθμόν, ὅτι μυρίοις περιπεσεῖται κακοῖς ἐπιστάμενος, οὐκ ἀναμείνας τοὺς ἐπιθησομένους αὐτὸς ἑαυτῷ τὴν τιμωρίαν ἐπέθηκεν, καθεὶς εἰς τὴν θάλασσαν τὸ σῶμα καὶ ταύτῃ μᾶλλον ἐκδοῦναι τὰ καθ̓ ἑαυτὸν ἢ τοῖς ἐχθίστοις ἑλόμενος.

Τὴν μὲν οὖν βασιλείαν Θεοδόσιος πᾶσαν Οὐαλεντινιανῷ παρέδωκεν, ὅσην ἔτυχεν ἔχων ὁ τούτου πατήρ, καὶ τοῦτο περὶ τοὺς εὐεργέτας καθῆκον ἔδοξεν εἶναι: τῶν δὲ ὑπὸ Μαξίμῳ στρατευσαμένων ὅσον ἦν ἐπίλεκτον μετὰ τῶν οἰκείων ἀναλαβών, ἀφῆκε μὲν ἐκεῖνον τὰ περὶ τὴν Ἰταλίαν καὶ Κελτοὺς καὶ ὅσα τῆς ἐπικρατείας ἦν τῆς αὐτοῦ διαθήσοντα. συνῆν δὲ καὶ ἡ μήτηρ αὐτῷ, τὸ ἐλλεῖπον ἐν φρονήσει διὰ τὸ νέον τῆς ἡλικίας, καθ̓ ὅσον γυναικὶ δυνατὸν ἦν, ἐκπληροῦσα.