Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ταύτῃ τῇ πορείᾳ χρωμένου τοῦ Θεοδοσίου, πυθόμενος Μάξιμος ὡς ἡ Οὐαλεντινιανοῦ μήτηρ ἅμα τοῖς παισὶ διαβαίνειν μέλλοι τὸν Ἰόνιον κόλπον, ταχυναυτοῦντα πλοῖα συναγαγὼν καὶ Ἀνδραγαθίῳ παραδοὺς ἐπὶ τὴν τούτων ἔστελλε θήραν. ὃ δὲ περιπλεύσας ἁπανταχοῦ καὶ τῆς πείρας διαμαρτών ʽἔφθησαν γὰρ ἐκεῖνοι τὸν Ἰόνιον περαιωθῆναι πορθμόν̓, δύναμιν ἀρκοῦσαν συναγαγὼν πάντα περιέπλει τὰ ἐκεῖσε,

ναυτικῇ δυνάμει Θεοδόσιον οἰόμενος ἐπιθήσεσθαι. ὄντος δὲ ἐν τούτοις Ἀνδραγαθίου, διελθὼν Παιονίαν καὶ τὰς ἐν τοῖς Ἀπεννίνοις ὄρεσι πύλας ὁ Θεοδόσιος ἀπροσδοκήτοις ἅμα καὶ ἀφυλάκτοις οὖσι τοῖς ἀμφὶ τὸν Μάξιμον ἐπιτίθεται. μέρους δέ τινος τοῦ στρατοπέδου σὺν ὀξυτάτῃ ῥύμῃ τοῖς τῆς Ἀκυληίας τείχεσι προσπεσόντος καὶ βιασαμένου τὴν διὰ τῶν πυλῶν εἴσοδον ʽἀντιστῆναι γὰρ αὐτοῖς οὐχ οἷοί τε γεγόνασιν οἱ φυλάττοντες ὄντες ὀλίγοἰ Μάξιμος μὲν ἐκ τοῦ βασιλείου

204
κατήγετο θρόνου, χρήματα διανέμειν τοῖς ὑπ̓ αὐτὸν στρατιώταις ἀρξάμενος, γυμνωθεὶς δὲ τοῦ βασιλικοῦ σχήματος Θεοδοσίῳ προσήγετο.

ὃ δὲ βραχέα τῶν κατὰ τῆς πολιτείας αὐτῷ πεπλημμελημένων ἐν ὀνείδους μέρει διεξελθὼν τῷ δημίῳ παρέδωκε, τὴν ὀφειλομένην ἐκτίσοντα δίκην. Μαξίμῳ μὲν οὖν τοῦτο τοῦ βίου καὶ τῆς τυραννίδος ἐγένετο τέλος, ἅμα τῷ κατὰ Οὐαλεντινιανοῦ προτερήματι πᾶσαν ἕξειν ἀκονιτὶ τῶν Ῥωμαίων ἀρχὴν ὀνειροπολήσαντι: