Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀλλ̓ ἐν τούτῳ μὲν εὖ διεγένετο, τὰς μεγίστας ἀρχὰς ἀνδράσι τοιούτοις ἐκδεδωκὼς οἳ καὶ παρὰ τὴν βασιλέως ἀποδημίαν τὰ τῶν ὑπηκόων ἄριστα δυνήσονται διαθεῖναι: τοῖς δὲ στρατιώταις, ἱππεῦσι μὲν Πρόμωτον, πεζοῖς δὲ Τιμάσιον ἐπέστησεν.

203

ἐπεὶ δὲ πρὸς τὴν ἔξοδον οὐδὲν ἐλλείπειν ἐδόκει, λόγος ἐνέπεσε ταῖς βασιλέως ἀκοαῖς ὡς οἱ τοῖς Ῥωμαϊκοῖς τέλεσιν ἀναμεμιγμένοι βάρβαροι δωρεῶν ὑποσχέσει μεγάλων παρὰ Μαξίμου περὶ προδοσίας ἐδέξαντο λόγους, αἰσθόμενοι δὲ ὡς περίπυστον γέγονε, περὶ τὰ τέλματα καὶ τὰς ἐν Μακεδονίᾳ λίμνας συνέφυγον, τοῖς αὐτόθι δάσεσιν ἑαυτοὺς ἀποκρύπτοντες: ἐν οἷς διωκόμενοι καὶ διὰ πάσης ἀναζητούμενοι μηχανῆς κατὰ τὸ πολὺ διεφθάρησαν μέρος, ὥστε τὸν βασιλέα τούτου τοῦ δέους ἀπαλλαγέντα σπουδῇ πάσῃ καὶ πανστρατιᾷ κατὰ Μαξίμου χωρῆσαι.

Ἰουστῖναν μὲν οὖν ἅμα τῷ παιδὶ καὶ τῇ θυγατρὶ ναυσὶν ἐμβαλὼν καὶ τοῖς ἀσφαλῶς παραπέμπουσι παραδοὺς εἰς τὴν Ῥώμην ἐξέπεμπεν ʽἐπεπιστεύκει γὰρ ὡς ἀσμενέστατα Ῥωμαῖοι δέξονται τούτους, ἀλλοτριούμενοι Μαξίμου ταῖς γνώμαισ̓, αὐτὸς δὲ ἅμα τῷ στρατῷ διὰ Παιονίας τῆς ἄνω καὶ τῶν Ἀπεννίνων ὀρῶν ἐπὶ τὴν Ἀκυληίαν αὐτὴν ἐλάσαι διενοεῖτο καὶ ἐπελθεῖν ἀπαρασκεύῳ τῷ πολεμίῳ.