Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

μαθὼν δὲ ὁ βασιλεὺς ὡς ἐπὶ τούτοις τὴν ἀναχώρησιν ποιησάμενοι τὰ οἰκεῖα κατέλαβον, φυλακαῖς μὲν τὰ φρούρια καὶ τὰς τειχήρεις ἠσφαλίζετο πόλεις, αὐτὸς δὲ ἐπὶ τὴν Κωνσταντινούπολιν ἤλαυνε, γράμματα πρὸς Γρατιανὸν στείλας τὸν βασιλέα, δἰ ὧν τὰ συμβεβηκότα ἐδήλου, καὶ ὡς δέοι τοῖς πράγμασιν εἰς ἔσχατον ἥκουσι κακοῦ μετὰ πάσης ἀμύνειν ταχυτῆτος.

καὶ τοὺς γραμματηφόρους ἐπὶ τούτοις ἐξέπεμπεν, αὐτὸς δέ, ὡς οὐδενὸς λυπηροῦ ταῖς ἐν Μακεδονίᾳ πόλεσιν καὶ Θεσσαλίᾳ συμβεβηκότος, ἐφίστη τοὺς τῶν δημοσίων πράκτορας φόρων εἰσπράξοντας τὸ τελούμενον εἰς πᾶσαν ἀκρίβειαν. καὶ ἦν ἰδεῖν, εἴ τι διὰ τὴν τῶν βαρβάρων φιλανθρωπίαν περιλελειμμένον ἦν, ἐκφορούμενον:

οὐ γὰρ χρήματα μόνον ἀλλὰ καὶ γυναικεῖος κόσμος καὶ ἐσθὴς πᾶσα, μέχρι καὶ αὐτῆς ὡς εἰπεῖν τῆς τὴν αἰδῶ σκεπούσης, ὑπὲρ τῶν τεταγμένων ἐδίδοτο φόρων: καὶ ἦν πᾶσα πόλις καὶ πᾶς ἀγρὸς οἰμωγῆς καὶ θρήνων ἀνάμεστος, τοὺς βαρβάρους ἁπάντων ἀνακαλούντων καὶ τὴν ἐξ ἐκείνων ἐπισπωμένων βοήθειαν.

Καὶ τὰ μὲν Θεσσαλῶν καὶ Μακεδόνων ἐν τούτοις ἦν, ὁ δὲ βασιλεὺς Θεοδόσιος λαμπρὸς καὶ ὥσπερ ἐπὶ νίκῃ σεμνῇ θρίαμβον ἐκτελῶν εἰς τὴν Κωνσταντινούπολιν εἰσῄει, τῶν μὲν κοινῶν ἀτυχημάτων οὐδένα ποιούμενος λόγον, συνεκτείνων δὲ τῷ τῆς πόλεως μεγέθει τὴν τῆς τρυφῆς ἀμετρίαν. ὁ δὲ βασιλεὺς Γρατιανὸς οὐ μετρίως ἐπὶ τοῖς ἀγγελθεῖσι συνταραχθεὶς στρατιὰν ἀρκοῦσαν ἐξέπεμψεν, Βαύδωνι τῷ στρατηγῷ ταύτην παραδούς, ᾧ καὶ Ἀρβογάστην συνέπεμψεν:

ἄμφω δὲ ἦσαν Φράγγοι τὸ γένος, εὖνοί τε σφόδρα Ῥωμαίοις καὶ χρημάτων ὡς μάλιστα ἀδωρότατοι καὶ περὶ τὰ πολέμια φρονήσει καὶ ἀλκῇ διαφέροντες. τούτων ἅμα τῇ στρατιᾷ τοῖς κατὰ Μακεδονίαν καὶ Θεσσαλίαν ἐπιστάντων χωρίοις, οἱ τὰ

188
τῇδε νεμόμενοι Σκύθαι ἐκ προοιμίου τοῦ φρονήματος τῶν ἀνδρῶν καὶ τῆς προαιρέσεως συναισθόμενοι, παραχρῆμα τῶν τόπων ἐκείνων ἐκστάντες ἐπὶ τὴν Θρᾴκην ἐπαλινδρόμουν πεπορθημένην ὑπ̓ αὐτῶν πρότερον, καὶ ὅ τι πράξαιεν ἀποροῦντες ἐπὶ τὴν ὁμοίαν τῇ πρότερον ἐφέροντο πεῖραν καὶ τοῖς αὐτοῖς παράγειν τὸν βασιλέα Θεοδόσιον ἐπεχείρουν: