Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Τῶν δὲ Αἰγυπτίων εἰς Μακεδονίαν ἀφικομένων καὶ τοῖς αὐτόθι τάγμασι συναφθέντων, τάξις μὲν ἦν τοῖς στρατεύμασιν οὐδεμία, οὐδὲ Ῥωμαίου διάκρισις ἢ βαρβάρου, πάντες δὲ ἀναμὶξ ἀνεστρέφοντο, μηδὲ ἀπογραφῆς ἔτι τῶν ἐν τοῖς στρατιωτικοῖς ἀριθμοῖς ἀναφερομένων φυλαττομένης. ἐφεῖτο δὲ τοῖς αὐτομόλοις, ἤδη τοῖς τάγμασιν ἐγγραφεῖσιν, εἰς τὴν οἰκείαν ἐπανιέναι καὶ ἑτέρους ἐκπέμπειν ἀνθ̓ ἑαυτῶν, καὶ ὁπηνίκα ἂν αὐτοῖς δοκοίη, πάλιν ὑπὸ Ῥωμαίους στρατεύεσθαι.

τοιαύτην ὁρῶντες οἱ βάρβαροι κρατοῦσαν ἐν τοῖς στρατιωτικοῖς τάγμασι ταραχὴν ʽοἵ τε γὰρ αὐτόμολοι πάντα ἐσήμαινον αὐτοῖς καὶ ἡ τῆς ἐπιμιξίας εὐρυχωρίἀ καιρὸν ἔχειν ᾠήθησαν ἐπιθέσθαι τοῖς πράγμασιν ἐν ἀμελείᾳ τοσαύτῃ κειμένοις.

καὶ σὺν οὐδενὶ πόνῳ τὸν ποταμὸν διαβάντες καὶ μέχρι Μακεδονίας ἐλθόντες ʽἐκώλυε γὰρ οὐδὲ εἷς, ἐνδιδόντων αὐτοῖς μάλιστα τῶν αὐτομόλων ἀκώλυτον, ἐφ̓ ἅπερ ἐβούλοντο, τὴν διάβασιν̓ ἐπειδὴ καὶ τὸν βασιλέα μετὰ παντὸς αὐτοῖς ἀπαντήσαντα τοῦ στρατεύματος ᾔσθοντο, νυκτὸς οὔσης ἤδη βαθείας πῦρ ἀνακαιόμενον πολὺ θεασάμενοι, τεκμαιρόμενοί τε ὡς περὶ τὸν βασιλέα καὶ τοὺς περὶ αὐτὸν εἴη τὸ φαινόμενον πῦρ, ἅμα δὲ καὶ παρὰ τῶν προσιόντων αὐτοῖς αὐτομόλων οὕτως ἔχειν τοῦτο μαθόντες, δρόμον ἀφῆκαν ἐπὶ τὴν τοῦ βασιλέως σκηνήν, ὑπὸ τοῦ πυρὸς ὁδηγούμενοι.

συναραμένων δὲ καὶ τῶν αὐτομόλων αὐτοῖς, μόνοι Ῥωμαῖοι, καὶ τῶν Αἰγυπτίων ὅσοι παρῆσαν, ἀντέστησαν. ὀλίγοι δὲ πρὸς πολλῷ πλείονας οὐκ ἀρκέσαντες ἔδωκαν μὲν τῷ βασιλεῖ φυγῆς εὐρυχωρίαν, αὐτοὶ δὲ ἅπαντες ἔπεσον ἀνδρείως μαχόμενοι καὶ τῶν βαρβάρων πλῆθος ἄπειρον ἀνελόντες.

εἰ μὲν οὖν ἐπεξῆλθον οἱ βάρβαροι τῷ προτερήματι καὶ τοὺς ἅμα τῷ βασιλεῖ φεύγοντας ἐδίωξαν, πάντως αὐτοβοεὶ πάντων ἂν ἐκράτησαν. ἐπεὶ δὲ ἀρκεσθέντες τῇ νίκῃ Μακεδονίας καὶ

187
Θεσσαλίας ἐγένοντο κύριοι φυλάττοντος οὐδενός, αὐτοὶ μὲν ἀφῆκαν τὰς πόλεις, ἄχαρι πράξαντες εἰς αὐτὰς οὐδὲ ἕν, ἐλπίδι τοῦ φόρον τινὰ μέτριον ἐξ αὐτῶν κομιεῖσθαι: