Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Ὁ δὲ βασιλεὺς Θεοδόσιος παρὰ πολὺ ἐλαττωθὲν τὸ στρατιωτικὸν θεασάμενος, ἐφῆκε τῶν ὑπὲρ τὸν Ἴστρον βαρβάρων τοῖς βουλομένοις ὡς αὑτὸν ἰέναι, τοὺς αὐτομόλους ἐντάττειν τοῖς στρατιωτικοῖς τάγμασιν ὑπισχνούμενος. οἳ δὲ τὸ σύνθημα τοῦτο δεξάμενοι ᾔεσάν τε ὡς αὐτὸν καὶ ἀνεμίγνυντο τοῖς στρατιώταις, γνώμην ἐν ἑαυτοῖς ἔχοντες, εἰ πλείους

185
γένοιντο, ῥᾷον ἐπιθέσθαι τοῖς πράγμασι καὶ κρατήσειν ἁπάντων.

ἰδὼν δὲ τὸ πλῆθος τῶν αὐτομόλων ὁ βασιλεὺς ἤδη τὸ τῶν αὐτόθι στρατιωτῶν ὑπεραῖρον, ἐν νῷ τε βαλόμενος ὡς οὐ καθέξει τις αὐτοὺς ἕτερόν τι παρὰ τὰ συντεθειμένα φρονήσαντας, ἄμεινον ᾠήθη μέρος τι τούτων τοῖς στρατευομένοις κατὰ τὴν Αἴγυπτον ἀναμῖξαι, μέρος δὲ τῶν τὰ ἐκεῖσε τάγματα πληρούντων ὡς ἑαυτὸν ἀγαγεῖν.