Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

οὔσης οὖν ἤδη τοιαύτης τῆς ἀμφὶ τὴν πολιτείαν ἐπὶ τὸ χεῖρον ἐναλλαγῆς, τὸ μὲν στρατιωτικὸν ἐν ὀλίγῳ μεμείωτο χρόνῳ καὶ εἰς τὸ μηδὲν περιίστατο, τὰς δὲ πόλεις ἐπιλελοίπει τὰ χρήματα, τὰ μὲν ὑπὸ τῶν ἐπιτεθέντων εἰσφορῶν, ὑπερβαινόντων τὸ μέτρον, τὰ δὲ εἰς τὴν τῶν ἀρχόντων ἐκενοῦτο πλεονεξίαν: τοὺς γὰρ μὴ θεραπεύοντας τὴν αὐτῶν ἀπληστίαν τοῖς ἐκ συκοφαντίας πράγμασι περιέβαλλον, μόνον οὐχὶ βοῶντες ὡς ὅσα ὑπὲρ τῆς ἀρχῆς δεδώκασιν ἀνάγκη πᾶσα συναγαγεῖν.

ἐκ τούτου τοιγαροῦν οἱ τὰς πόλεις οἰκοῦντες πενίᾳ τε καὶ ἀρχόντων κακίᾳ τρυχόμενοι δυστυχῆ καὶ οἴκτιστον ἔτριβον βίον, ἱκετεύοντες τὸν θεὸν καὶ δεόμενοι τῶν τοσούτων αὐτοῖς ἀπαλλαγὴν εὕρασθαι συμφορῶν: ἔτι γὰρ ἦν αὐτοῖς ἄδεια τοῦ φοιτᾶν εἰς τὰ ἱερὰ καὶ τὰ θεῖα κατὰ τοὺς πατρίους θεσμοὺς ἐκμειλίττεσθαι.