Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἀλλ̓ ἐκείνου ταῦτα παραινοῦντος, οἱ τἀναντία σπουδάζοντες ἐξιέναι τὸν βασιλέα πανστρατιᾷ παρεκάλουν ἐπὶ τὸν πόλεμον ὡς ἤδη τῶν βαρβάρων ὡς ἐπίπαν ἀπολωλότων καὶ ἀκονιτὶ τοῦ βασιλέως τῇ νίκῃ παρισταμένου. κρατησάσης δὲ τῆς χείρονος γνώμης, ἐπειδὴ καὶ πρὸς τὸ χεῖρον ἦγεν ἡ τύχη τὰ πράγματα, τὸν στρατὸν ἅπαντα σὺν οὐδενὶ κόσμῳ πρὸς τὴν μάχην ἐξῆγεν ὁ βασιλεύς.

οἷς ἀπαντήσαντες ἀπροφασίστως οἱ βάρβαροι, καὶ παρὰ πολὺ τῇ μάχῃ κρατήσαντες, μικροῦ μὲν ἅπαντας πανωλεθρίᾳ διέφθειραν: σὺν ὀλίγοις δὲ πεφευγότος εἴς τινα κώμην τοῦ βασιλέως, οὐκ οὖσαν τειχήρη, περιθέντες ὕλην πανταχόθεν τῇ κώμῃ καὶ πῦρ ἐνέντες τοὺς ἐν αὐτῇ συμφυγόντας μετὰ τῶν ἐνοικούντων ἐνέπρησαν, ὡς μηδὲ τῷ τοῦ βασιλέως σώματι δυνηθῆναί τινα παντάπασιν ἐπιστῆναι.

Τῶν δὲ πραγμάτων ἐπὶ λεπτοτάτης ἑστώτων ἐλπίδος, Βίκτωρ ὁ τοῦ Ῥωμαίων ἡγούμενος ἱππικοῦ, τὸν κίνδυνον ἅμα τισὶν ἱππεῦσι διαφυγών, ἐπὶ Μακεδονίαν τε καὶ Θεσσαλίαν ἐλάσας κἀκεῖθεν ἐπὶ Μυσοὺς καὶ Παίονας ἀναδραμών, αὐτόθι διατρίβοντι τῷ Γρατιανῷ τὸ συμβὰν ἀπαγγέλλει καὶ τὴν τοῦ στρατοπέδου καὶ τοῦ βασιλέως ἀπώλειαν.

ὃ δὲ οὐ σφόδρα μὲν λυπηρῶς τὴν τοῦ θείου τελευτὴν ἤνεγκεν ʽἦν γάρ τις ὑποψία πρὸς ἀλλήλους αὐτοῖσ̓, ὁρῶν δὲ αὑτὸν οὐκ ἀρκοῦντα πρὸς τὴν διοίκησιν, Θρᾴκης μὲν ὑπὸ τῶν ἐφεστώτων ταύτῃ βαρβάρων κατεχομένης καὶ τῶν περὶ Μυσίαν καὶ Παιονίαν τόπων ὑπὸ τῶν ταύτῃ βαρβάρων ἐνοχλουμένων, τῶν δὲ ὑπὲρ τὸν Ῥῆνον ἐθνῶν ἀκωλύτως ταῖς πόλεσιν ἐπιόντων, αἱρεῖται τῆς

180
βασιλείας κοινωνὸν Θεοδόσιον, ἐκ μὲν τῆς ἐν Ἰβηρίᾳ Καλλεγίας, πόλεως δὲ Καύκας ὁρμώμενον, ὄντα δὲ οὐκ ἀπόλεμον οὐδὲ ἀρχῆς στρατιωτικῆς ἄπειρον. ἐπιστήσας δὲ τοῖς κατὰ Θρᾴκην αὐτὸν καὶ τὴν ἑῴαν πράγμασιν αὐτὸς ἐπὶ Γαλάτας τοὺς ἑσπερίους ἐχώρει, τὰ αὐτόθι διαθήσων, ὡς οἷός τε γένοιτο.

Θεοδοσίου δὲ τοῦ βασιλέως κατὰ τὴν Θεσσαλονίκην διατρίβοντος, πολλοὶ πανταχόθεν κατὰ κοινὰς καὶ ἰδίας συρρέοντες χρείας τῶν προσηκόντων τυγχάνοντες ἀπηλλάττοντο. πλήθους δὲ πολλοῦ τῶν ὑπὲρ τὸν Ἴστρον Σκυθῶν, Γότθων λέγω καὶ Ταϊφάλων καὶ ὅσα τούτοις ἦν ὁμοδίαιτα πρότερον ἔθνη, περαιωθέντων καὶ ταῖς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οὔσαις πόλεσιν ἐνοχλεῖν ἀναγκαζομένων διὰ τὸ πλῆθος Οὔννων τὰ παῤ αὐτῶν οἰκούμενα κατασχεῖν, ὁ μὲν βασιλεὺς Θεοδόσιος ἐς πόλεμον πανστρατιᾷ παρεσκευάζετο:

πάσης δὲ τῆς Θρᾴκης ὑπὸ τῶν εἰρημένων ἐθνῶν ἤδη κατειλημμένης, καὶ τῶν ἐπὶ τῇ φυλακῇ τῶν πόλεων καὶ τῶν αὐτόθι φρουρίων οὐδὲ ἐπὶ βραχὺ θαρρούντων ἔξω τῶν τειχῶν προελθεῖν, μήτι γε καὶ ἐν τοῖς ὑπαίθροις εἰς χεῖρας ἐλθεῖν, Μοδάρης ὢν μὲν ἐκ τοῦ βασιλείου τῶν Σκυθῶν γένους, οὐ πρὸ πολλοῦ δὲ πρὸς Ῥωμαίους αὐτομολήσας καὶ δἰ ἣν ἐπεδείξατο πίστιν στρατιωτικῆς προβεβλημένος ἀρχῆς, ἐπί τινος ἀναβιβάσας λόφου τοὺς στρατιώτας, ὁμαλοῦ μὲν καὶ γεώδους, ἐκτεινομένου δὲ εἰς μῆκος καὶ πεδία μέγιστα ὑποκείμενα ἔχοντος, ἔλαθε μὲν τοὺς βαρβάρους τοῦτο πεποιηκώς, ἐπεὶ δὲ διὰ τῶν κατασκόπων ἔγνω πάντας ἐν τοῖς ὑποκειμένοις τῷ λόφῳ πεδίοις τοὺς πολεμίους ἀποχρησαμένους τῇ κατὰ τοὺς ἀγροὺς καὶ τὰς ἀτειχίστους κώμας εὑρεθείσῃ τρυφῇ κεῖσθαι μεθύοντας, ἡσυχῇ παραγγέλλει τοῖς στρατιώταις ξίφη μόνα καὶ ἀσπίδας ἐπικομιζομένοις, μείζονος δὲ ἢ βαρυτέρας ὑπεριδόντας ὁπλίσεως καὶ τοὺς συνασπισμοὺς τοὺς συνήθεις ἐάσαντας, ἐπελθεῖν τοῖς βαρβάροις ἤδη τῇ τρυφῇ παρειμένοις: