Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

τοῦτο μαθὼν Οὐάλης, καὶ τὰς ἐν πολέμοις καὶ τῇ πάσῃ πολιτείᾳ τοῦ ἀνδρὸς ἀρετὰς ἐπιστάμενος, αἱρεῖται στρατηγὸν αὐτὸν καὶ τὴν ἡγεμονίαν τοῦ παντὸς πιστεύει πολέμου.

ὃ δὲ πρὸς τὸ ἐκδεδιῃτημένον καὶ παντάπασιν ἐκμελὲς τῶν ταξιάρχων καὶ στρατιωτῶν ἀφορῶν, καὶ ὡς εἰς φυγὴν μόνον εἰσὶ γεγυμνασμένοι καὶ γυναικώδεις καὶ ἀθλίας εὐχάς, δισχιλίους ᾔτησεν, οὓς ἂν ἕλοιτο, δοθῆναι στρατιώτας αὐτῷ: πλήθους γὰρ ἡγεῖσθαι χαύνως ἠγμένων ἀνθρώπων μὴ ῥᾴδιον εἶναι, παιδαγωγῆσαι δὲ ὀλίγους καὶ εἰς τὸ ἀρρενωπὸν ἐκ τοῦ θήλεος ἀναγαγεῖν οὐ σφόδρα δύσκολον εἶναι, καὶ ἄλλως δὲ λυσιτελὲς μᾶλλον ἐν ὀλίγοις ἢ παντὶ κινδυνεύειν τῷ πλήθει.

πείθει ταῦτα λέγων τὸν βασιλέα, καὶ λαβὼν αἵρεσιν οὐκ ἐκ τῶν ἐντεθραμμένων δειλίᾳ καὶ πρὸς τὸ φεύγειν γεγυμνασμένων οὓς ᾔτησεν εἵλετο, νεωστὶ δέ τινας ἐναριθμηθέντας τῷ στρατοπέδῳ καὶ σώματος ἀνατρέχοντας εὐφυΐᾳ καὶ προσέτι γε τῷ φύσιν τεκμαίρεσθαι δυναμένῳ φαινομένους εἰς ὅπερ ᾑρέθησαν ἱκανούς. αὐτόθεν οὖν ἑκάστου τῆς φύσεως ἐπειρᾶτο, καὶ τῇ συνεχεῖ γυμνασίᾳ τὸ ἐνδέον ἐπλήρου, πειθομένους μὲν ἐπαινῶν καὶ δωρεαῖς ἀμειβόμενος, ἀπειθοῦσι δὲ σφοδρὸς καὶ ἀπαραίτητος εἶναι δοκῶν.

οὕτω δὲ τοὺς σὺν αὐτῷ πρὸς πᾶσαν πολεμικὴν ἐπιστήμην ἀσκήσας τὰς μὲν τειχήρεις κατελάμβανε πόλεις, τῆς ἀσφαλείας ὅτι μάλιστα τοῦ στρατοπέδου ποιούμενος λόγον, ἐνέδραις δὲ συνεχέσι τοῖς προνομεύουσι τῶν βαρβάρων ἐπῄει, καὶ νῦν μὲν τῷ πλήθει τῶν λαφύρων εὑρίσκων βαρυνομένους ἀνῄρει, τῆς λείας γενόμενος κύριος, νῦν δὲ μεθύοντας, ἄλλους δὲ τῷ ποταμῷ λουομένους ἀπέσφαζεν.

ὡς δὲ τὸ πολὺ τῶν βαρβάρων τοῖς τοιούτοις στρατηγήμασιν ἐδαπάνησε μέρος, καὶ τὸ λειπόμενον δέει τοῦ στρατηγοῦ τοῦ προνομεύειν ἀπέσχετο, φθόνος ἐξανίσταται κατ̓ αὐτοῦ μέγιστος. οὗτος δὲ ἔτικτε μῖσος, ἐντεῦθέν τε διαβολαὶ πρὸς τὸν βασιλέα, τῶν τοῦ ἄρχειν ἐκπεπτωκότων τοὺς κατὰ τὴν αὐλὴν εὐνούχους παρορμώντων εἰς τοῦτο.

οὕτω δὴ τοῦ βασιλέως εἰς ἄλογον ὑποψίαν παρατραπέντος, Σεβαστιανὸς μὲν ἐδήλου κατὰ χώραν μένειν τῷ βασιλεῖ καὶ

179
μὴ περαιτέρω προβαίνειν: οὐδὲ γὰρ εἶναι ῥᾷστον πλήθει τοσούτῳ πόλεμον ἐκ τοῦ προφανοῦς ἐπάγειν, ἀλλ̓ ἐκ περιδρομῆς καὶ λαθραίαις ἐπιθέσεσι τρίβειν τὸν χρόνον, ἕως ἂν σπάνει τῶν ἐπιτηδείων ἀπειπόντες ἢ παραδοῖεν αὑτούς, ἢ τῶν ὑπὸ Ῥωμαίους χωρίων ἀναχωρήσαιεν, τοῖς Οὔννοις ἐκδιδόντες τὸ καθ̓ ἑαυτοὺς μᾶλλον ἢ τοῖς ἐκ τοῦ λιμοῦ συμβαίνειν εἰωθόσιν οἰκτροτάτοις ὀλέθροις.