Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

κινδύνου δὲ τοῖς ταύτῃ πράγμασιν ἐπικειμένου μεγίστου, δραμόντες ἐπὶ βασιλέα τὸ συμβὰν ἀπαγγέλλουσιν. ὃ δὲ τὰ πρὸς Πέρσας ὡς ἐνῆν διαθέμενος, ἀπὸ τῆς Ἀντιοχείας διαδραμὼν ἐπὶ τὴν Κωνσταντινούπολιν ᾔει, κἀντεῦθεν ἐπὶ Θρᾴκης ἐχώρει, τὸν πρὸς τοὺς αὐτομόλους Σκύθας ἀγωνισόμενος πόλεμον. ἐξιόντι δὲ τῷ στρατοπέδῳ καὶ αὐτῷ δὲ τῷ βασιλεῖ τέρας ὤφθη τοιόνδε.

ἀνθρώπου τι σκῆνος ἐφάνη κατὰ τὴν ὁδὸν κείμενον, τὸ μὲν ἄλλο ἅπαν ἀκίνητον καὶ ἀπὸ κεφαλῆς μεμαστιγωμένῳ ἄχρι ποδῶν ἐοικός, μόνους δὲ τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους ἔχον, ἐμβλέποντας τοῖς πλησιάζουσιν. ἐπεὶ δὲ τοῖς ἐρωτῶσι τίς τε εἴη καὶ πόθεν, ἢ παρὰ τίνος ταῦτα πάθοι, παντάπασιν οὐδὲν ἀπεκρίνατο, τερατῶδες εἶναι νομίσαντες ἐπέδειξαν καὶ τῷ βασιλεῖ παρόντι. τοῦ δὲ τὰς αὐτὰς πεύσεις προσαγαγόντος οὐδὲν ἧττον ἄφωνος ἦν, οὔτε ζῆν νομισθεὶς διὰ τὸ πᾶν τὸ σῶμα ἀκίνητος εἶναι, οὔτε τεθνάναι τελέως, ἐπειδὴ ἐρρῶσθαι τὸ βλέμμα ἐδόκει.

--- γέγονεν ἀφανὲς ἄφνω τὸ τέρας. τῶν οὖν περιεστώτων περὶ τὸ πρακτέον ἀπορουμένων συνέβαλλον οἱ τὰ τοιαῦτα ἐξηγεῖσθαι δεινοὶ τὴν ἐσομένην προμηνύειν τῆς πολιτείας κατάστασιν, ὅτι τε πληττόμενα καὶ μαστιγούμενα διατελέσει τὰ πράγματα, ψυχορραγοῦσιν ἐοικότα, μέχρις ἂν τῇ τῶν ἀρχόντων καὶ ἐπιτροπευόντων κακίᾳ τελέως φθαρείη. τοῦτο μὲν οὖν, ἐπιόντων ἡμῶν τὰ καθ̓ ἕκαστα, σὺν ἀληθείᾳ φανήσεται προαγορευθέν: