Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

ἄπειρον τῶν Σκυθῶν εἰργάσαντο φόνον. τοῦτο συνεχῶς ποιοῦντες εἰς τοῦτο τὸ Σκυθικὸν περιέστησαν τύχης ὥστε τοὺς περιλελειμμένους:, ὧν εἶχον ἐκστάντας οἰκήσεων, ἐνδοῦναι μὲν τοῖς Οὔννοις ταύτας οἰκεῖν, αὐτοὶ δὲ φεύγοντες ἐπὶ τὴν ἀντιπέρας ὄχθην διαβῆναι τοῦ Ἴστρου, καὶ τὰς χεῖρας ἀνατείναντες ἱκετεύειν δεχθῆναι παρὰ βασιλέως, ὑπισχνεῖσθαί τε πληρώσειν ἔργον αὐτῷ συμμάχων πιστῶν καὶ βεβαίων.

τῶν δὲ τὰς ἐπὶ τοῦ Ἴστρου πόλεις φρουρεῖν τεταγμένων εἰς τὴν τοῦ βασιλεύοντος γνώμην ἀναβαλλομένων τὰ περὶ τούτου, δέχεσθαι τούτους Οὐάλης ἐπέτρεπε πρότερον ἀποθεμένους τὰ ὅπλα. τῶν δὲ ταξιάρχων, καὶ ὅσοι στρατιωτῶν ἡγεμονίαν εἶχον, διαβάντων μὲν ἐφ̓ ᾧτε ὅπλων δίχα τοὺς βαρβάρους ἐπὶ τὰ Ῥωμαίων ὅρια παραπέμψαι, μηδενὸς δὲ γενομένων ἑτέρου πλὴν γυναικῶν εὐπροσώπων ἐπιλογῆς καὶ παίδων ὡραίων εἰς αἰσχρότητα θήρας ἢ οἰκετῶν ἢ γεωργῶν κτήσεως, οἷς τισὶ μόνοις προσσχόντες τῶν ἄλλων ὅσα πρὸς κοινὸν ὄφελος ἔφερον ὑπερεῖδον, ὥστε ἀμέλει μετὰ τῶν ὅπλων ἔλαθον οἱ πλείους περαιωθέντες.

καὶ ἅμα τῆς ὑπὸ Ῥωμαίους γῆς ἐπιβάντες οὔτε ἱκεσιῶν οὔτε ὅρκων ἐμνήσθησαν, ἀλλ̓ ἡ Θρᾴκη τε ἅπασα καὶ ἡ Παιονία καὶ τὰ μέχρι

176
Μακεδονίας καὶ Θετταλίας ἐπληροῦντο βαρβάρων τὰ προσπεσόντα λῃζομένων.