Historia Nova

Zosimus

Zosimus. Zosimi Historia Nova. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1887.

Οὐαλεντινιανὸς δὲ τὴν ἀκοὴν τῶν ἀπαγγελθέντων οὐκ ἐνεγκών, ἐκ Κελτῶν ὁρμήσας ἐπὶ τὴν Ἰλλυρίδα διέβαινε, βουλευόμενος περὶ τοῦ πρὸς Κουάδους καὶ Σαυρομάτας πολέμου. Μεροβαύδην δέ, στρατιωτικῶν ἔργων ἐμπειρίαν ἔχειν παρὰ τοὺς ἄλλους δοκοῦντα, παντὸς τοῦ στρατοπέδου προΐστησι.

τοῦ δὲ χειμῶνος παρὰ τὸ εἰωθὸς ἐκταθέντος, ἔστελλον πρὸς αὐτὸν οἱ Κουάδοι πρεσβείας λόγους ὑπὲρ τὸ μέτρον φέροντας, ἐφ̓ οἷς Οὐαλεντινιανὸς ἀγανακτήσας, καὶ ὑπὸ τῆς ἄγαν ὀργῆς παραφορᾶς οὐ πόρρω γενόμενος, αἵματος κάτωθεν ἀναχθέντος ἐπὶ τὸ στόμα συσχόντος τε τὰς τῆς φωνῆς ἀρτηρίας ἐξέλιπεν, ἐν μὲν Ἰλλυριοῖς ἐννέα μῆνας, ἐλλειπουσῶν ὀλίγων ἡμερῶν, διατρίψας, εἰς δωδέκατον δὲ ἐνιαυτὸν τῆς βασιλείας προελθών.

Τούτου τελευτήσαντος ἐμπεσὼν τῷ Σιρμίῳ σκηπτὸς τὰ βασίλεια κατέφλεξε καὶ τὴν ἀγοράν, ἔδοξέ τε τοῖς τὰ τοιαῦτα κρίνειν δεινοῖς οὐκ αἴσιον τοῖς κοινοῖς πράγμασιν εἶναι τὸ τέρας. καὶ σεισμοὶ δὲ ἔν τισι συνηνέχθησαν τόποις.

173

ἐσείσθη δὲ καὶ Κρήτη σφοδρότερον, καὶ ἡ Πελοπόννησος μετὰ τῆς ἄλλης Ἑλλάδος, ὥστε καὶ τὰς πολλὰς διαρρυῆναι τῶν πόλεων, πλὴν τῆς Ἀθηναίων πόλεως καὶ τῆς Ἀττικῆς. ταύτην δὲ καὶ περισωθῆναί φασιν ἐξ αἰτίας τοιᾶσδε. Νεστόριος ἐν ἐκείνοις τοῖς χρόνοις ἱεροφαντεῖν τεταγμένος ὄναρ ἐθεάσατο παρακελευόμενον χρῆναι τὸν Ἀχιλλέα τὸν ἥρωα δημοσίαις τιμᾶσθαι τιμαῖς: ἔσεσθαι γὰρ τοῦτο τῇ πόλει σωτήριον.

ἐπεὶ δὲ ἐκοινώσατο τοῖς ἐν τέλει τὴν ὄψιν, οἳ δὲ ληρεῖν αὐτὸν οἷα δὴ ὑπέργηρων ὄντα νομίσαντες ἐν οὐδενὶ τὸ ῥηθὲν ἐποιήσαντο, αὐτὸς καθ̓ ἑαυτὸν λογισάμενος τὸ πρακτέον καὶ ταῖς θεοειδέσιν ἐννοίαις παιδαγωγούμενος, εἰκόνα τοῦ ἥρωος ἐν οἴκῳ μικρῷ δημιουργήσας ὑπέθηκε τῷ ἐν Παρθενῶνι καθιδρυμένῳ τῆς Ἀθηνᾶς ἀγάλματι, τελῶν δὲ τῇ θεῷ τὰ συνήθη κατὰ ταὐτὸν καὶ τῷ ἥρωϊ τὰ ἐγνωσμένα οἱ κατὰ θεσμὸν ἔπραττε.

τούτῳ τε τῷ τρόπῳ τῆς τοῦ ἐνυπνίου συμβουλῆς ἔργῳ πληρωθείσης, ἐπιβρίσαντος τοῦ σεισμοῦ μόνους Ἀθηναίους περισωθῆναι συνέβη, μετασχούσης τῶν τοῦ ἥρωος εὐεργεσιῶν καὶ πάσης τῆς Ἀττικῆς. ὅτι δὲ τοῦτο ἀληθές ἐστι, μαθεῖν ἔξεστι δἰ ὧν ὁ φιλόσοφος Συριανὸς διεξῆλθεν, ὕμνον εἰς τοῦτον τὸν ἥρωα γράφων. ἀλλὰ ταῦτα οὐκ. ἀνάρμοστα τοῖς προκειμένοις ὄντα παρέθηκα.